Πρὶν ἢ μὲν γὰρ λαβεῖν αὐτὸν τὴν σάρκα, καὶ ταπεινῶσαι ἑαυτὸν, πάντα ἀπολώλει καὶ διέφθαρτο· ἐπειδὴ δὲ καὶ ἐταπείνωσεν ἑαυτὸν, πάντα εἰς ὕψος ἀνήγαγε, κατάραν ἠφάνισε, θάνατον ἔσβεσε, παράδεισον ἤνοιξεν, ἁμαρτίαν ἐνέκρωσεν, οὐρανοῦ ἁψῖδας ἀνεπέτασε, τὴν ἀπαρχὴν ἡμῶν εἰς οὐρανὸν ἀνήγαγε, τὴν οἰκουμένην εὐσεβείας ἐπλήρωσε, τὴν πλάνην ἀπήλασε, τὴν ἀλήθειαν ἐπανήγαγε, τὴν ἀπαρχὴν ἡμῶν εἰς θρόνον ἀνεβίβασε βασιλικὸν, τὰ μυρία ἀγαθὰ εἰργάσατο, ἃ μήτε ἐγὼ, μήτε πάντες ἄνθρωποι δύναιντ᾽ ἂν τῷ λόγῳ παραστῆσαι. Καὶ πρὶν ἢ μὲν ταπεινῶσαι ἑαυτὸν, ἄγγελοι μόνον αὐτὸν ἐγίνωσκον· ἐπειδὴ δὲ ἐταπείνωσεν ἑαυτὸν, ἅπασα ἡ τῶν ἀνθρώπων φύσις ἐπέγνω αὐτόν. Ὅρα πῶς ἡ ταπείνωσις οὐκ ἐλάττωσιν εἰργάσατο, ἀλλὰ μυρία κέρδη, μυρία κατορθώματα, καὶ μεῖζον αὐτοῦ τὴν δόξαν διαλάμψαι ἐποίησεν. Εἰ δ᾽ ἐπὶ τοῦ Θεοῦ τοῦ ἀνενδεοῦς καὶ μηδενὸς προσδεομένου τὸ ταπεινωθῆναι τοσοῦτον ἀγαθὸν, καὶ πλείους αὐτῷ τοὺς οἰκέτας προσήγαγε, καὶ τὴν βασιλείαν ἐπέτεινε, τί δέδοικας αὐτὸς, μὴ ἀπὸ τοῦ ταπεινωθῆναι ἐλαττωθῇς;