Καὶ τοῦτο μάλιστα ὑμᾶς ἀναγκαῖον εἰδέναι, ὅτι πρὸ τοῦ σταυροῦ ἐν πολλῇ ἦσαν ἀγνοίᾳ· διὸ καὶ ἐπιτιμῶν αὐτοῖς ἔλεγεν· Ἀκμὴν καὶ ὑμεῖς ἀσύνετοί ἐστε; οὔπω νοεῖτε οὐδὲ συνίετε, ὅτι οὐ περὶ τῶν ἄρτων εἶπον ὑμῖν προσέχειν ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων; Καὶ πάλιν, Πολλὰ ἔχω λέγειν ὑμῖν, ἀλλ᾽ οὐ δύνασθε βαστάζειν ἄρτι. Οὐ μόνον δὲ ἠγνόουν τὰ ὑψηλότερα, ἀλλὰ καὶ ἃ ἤκουον ἀπέβαλλον ἀπὸ φόβου καὶ δειλίας πολλάκις· ὅπερ ὀνειδίζων αὐτοῖς ἔλεγεν· Οὐδεὶς ἐξ ὑμῶν ἐρωτᾷ με, Ποῦ ὑπάγεις; ἀλλ᾽ ὅτι ταῦτα εἶπον ὑμῖν, ἡ λύπη πεπλήρωκεν ὑμῶν τὴν καρδίαν. Καὶ πάλιν, Ἐκεῖνος ὑμᾶς ἀναμνήσει πάντα, καὶ διδάξει ὑμᾶς, περὶ τοῦ Παρακλήτου λέγων. Οὐκ ἂν δὲ εἶπεν, ἀναμνήσει, εἰ μὴ πολλὰ τῶν εἰρημένων ἐξέβαλον. Ταῦτα δέ μοι οὐχ ἁπλῶς εἴρηται, ἀλλ᾽ ἐπειδὴ φαίνεται Πέτρος, νῦν μὲν ἀπηρτισμένην ὁμολογίαν ὁμολογῶν, νῦν δὲ πάντων ἐπιλελησμένος. Ὁ γὰρ εἰπὼν, Σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος, καὶ μακαρισθεὶς ἐπὶ τούτοις, τοιοῦτον ἥμαρτε μετὰ μικρὸν, ὡς Σατανᾶς προσαγορευθῆναι· λέγει γὰρ, Ὕπαγε ὀπίσω μου, Σατανᾶ· σκάνδαλόν μου εἶ, ὅτι οὐ φρονεῖς τὰ τοῦ Θεοῦ, ἀλλὰ τὰ τῶν ἀνθρώπων. Τί γένοιτ᾽ ἂν ἀτελέστερον τοῦ τὰ αὐτοῦ μὴ φρονοῦντος, ἀλλὰ τὰ τῶν ἀνθρώπων;