Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν ἀνάληψιν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ

Ἰωάννης ὁ Χρυσόστομος

Η θεολογία της Αναλήψεως και το απολυτρωτικό έργο του Χριστού

Ανάλυση της σημασίας της Αναλήψεως ως άρσης της αρχαίας έχθρας. Ο Χριστός ενεργεί ως μεσίτης και προσφέρει την αναμάρτητη σάρκα Του ως απαρχή της ανθρώπινης φύσεως, ανυψώνοντάς την υπεράνω των ουρανών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 5

βʹ. Τίς οὖν ἐστιν ἡ παροῦσα ἑορτή; Σεμνὴ καὶ μεγάλη, ἀγαπητὲ, καὶ τὸν τῶν ἀνθρώπων ὑπερβαίνουσα νοῦν, καὶ τῆς μεγαλοδωρεᾶς ἀξία τοῦ ποιήσαντος αὐτὴν Θεοῦ. Σήμερον γὰρ καταλλαγαὶ τῷ Θεῷ πρὸς τὸ τῶν ἀνθρώπων γεγόνασι γένος· σήμερον ἡ χρονία ἔχθρα κατελύθη, καὶ ὁ μακρὸς πόλεμος ἀνῃρέθη· σήμερον εἰρήνη θαυμασία τις ἐπανῆλθεν, οὐδέποτε προσδοκηθεῖσα πρότερον. Τίς γὰρ ἂν ἤλπισεν ὅτι Θεὸς ἀνθρώπῳ καταλλάττεσθαι ἔμελλεν; οὐχ ὅτι ἀπάνθρωπος ὁ Δεσπότης, ἀλλ᾽ ὅτι ῥᾴθυμος ὁ οἰκέτης· οὐχ ὅτι ὠμὸς ὁ Κύριος, ἀλλ᾽ ὅτι ἀγνώμων ὁ δοῦλος. Βούλει μαθεῖν πῶς παρωξύναμεν τὸν φιλάνθρωπον τοῦτον, τὸν ἥμερον ἡμῶν Δεσπότην; Καὶ γὰρ δίκαιον μαθεῖν τῆς προτέρας ἡμῶν ἔχθρας τὴν ὑπόθεσιν, ἵν᾽, ὅταν ἴδῃς τιμηθέντας ἡμᾶς, τοὺς ἐχθροὺς καὶ πολεμίους, θαυμάσῃς τοῦ τιμήσαντος τὴν φιλανθρωπίαν, ἵνα μὴ νομίσῃς ἐξ οἰκείων κατορθωμάτων γεγενῆσθαι τὴν μεταβολὴν, ἵνα μαθὼν αὐτοῦ τῆς χάριτος τὴν ὑπερβολὴν, μὴ παύσῃ διαπαντὸς εὐχαριστῶν αὐτῷ ὑπὲρ τοῦ μεγέθους τῶν δωρεῶν.

Βούλει τοίνυν μαθεῖν, πῶς παρωξύναμεν ἡμῶν τὸν Δεσπότην, τὸν φιλάνθρωπον, τὸν ἥμερον, τὸν ἀγαθὸν, τὸν πάντα ὑπὲρ τῆς ἡμετέρας σωτηρίας οἰκονομοῦντα; Ἐβουλεύσατό ποτε περὶ παντελοῦς ἀφανισμοῦ τοῦ γένους ἡμῶν, καὶ οὕτως ἡμῖν ὠργίσθη, ὡς ἀπολέσαι ἡμᾶς μετὰ γυναικῶν καὶ παίδων καὶ θηρίων καὶ κτηνῶν καὶ τῆς γῆς ἁπάσης. Καὶ εἰ βούλει, ἐγώ σε ποιήσω καὶ τῆς ἀποφάσεως αὐτῆς ἀκοῦσαι· Ἐξαλείψω γὰρ, φησὶ, τὸν ἄνθρωπον, ὃν ἐποίησα, ἀπὸ προσώπου πάσης τῆς γῆς, καὶ τὰ θηρία, καὶ τὰ κτήνη, ὅτι ἐνεθυμήθην, ὅτι ἐποίησα τὸν ἄνθρωπον.

Καὶ ἵνα μάθῃς ὅτι οὐ τὴν φύσιν ἡμῶν ἐμίσει, ἀλλὰ τὴν κακίαν ἀπεστρέφετο, ὁ εἰπὼν, ὅτι Ἐξαλείψω τὸν ἄνθρωπον, ὃν ἐποίησα, ἀπὸ προσώπου τῆς γῆς, λέγει τῷ ἀνθρώπῳ· Καιρὸς παντὸς ἀνθρώπου ἥκει πρός με. Εἰ δὲ τὸν ἄνθρωπον ἐμίσει, οὐκ ἂν ἀνθρώπῳ διελέχθη. Νῦν δὲ ὁρᾷς αὐτὸν οὔτε βουλόμενον ποιῆσαι, ὅπερ ἠπείλησε ποιῆσαι, ἀλλὰ καὶ ἀπολογούμενον τῷ δούλῳ τὸν Κύριον, καὶ ὡς ὁμοτίμῳ φίλῳ διαλεγόμενον καὶ λέγοντα τὰς αἰτίας τῆς μελλούσης ἀπωλείας ἔσεσθαι, οὐχ ἵνα μάθῃ τὰς αἰτίας ὁ ἄνθρωπος, ἀλλ᾽ ἵνα τοῖς ἄλλοις εἰπὼν, σωφρονεστέρους αὐτοὺς ἐργάσηται. Ἀλλ᾽ ὅπερ ἔλεγον, οὕτω κακῶς ἡμῶν ἔπραττε τὸ γένος ἔμπροσθεν, ὡς κινδυνεῦσαι καὶ τῆς γῆς αὐτῆς ἐκπεσεῖν. Ἀλλ᾽ ἡμεῖς οἱ τῆς γῆς ἀνάξιοι φανέντες, τήμερον εἰς οὐρανοὺς ἀνήχθημεν· οἱ μηδὲ τῆς κάτω ἀρχῆς ὄντες ἄξιοι, πρὸς τὴν βασιλείαν ἀνέβημεν τὴν ἄνω, ὑπερέβημεν τοὺς οὐρανοὺς, ἐπελαβόμεθα τοῦ θρόνου τοῦ βασιλικοῦ· καὶ ἡ φύσις, δι᾽ ἣν ἐφύλαττε τὸν παράδεισον τὰ Χερουβὶμ, αὕτη ἐπάνω τῶν Χερουβὶμ κάθηται σήμερον.

Ἀλλὰ πῶς τοῦτο γέγονε τὸ θαυμαστὸν καὶ μέγα; πῶς ἡμεῖς οἱ προσκεκρουκότες, οἱ τῆς γῆς ἀνάξιοι φανέντες, καὶ τῆς ἀρχῆς τῆς κάτωθεν ἐκπεσόντες πρὸς τοσοῦτον ὕψος ἀνήχθημεν; πῶς ὁ πόλεμος κατελύθη, πῶς ἡ ὀργὴ ἀνῃρέθη; Πῶς; τοῦτο γάρ ἐστι τὸ θαυμαστὸν, ὅτι οὐχὶ τῶν ἀδίκως ὀργιζομένων τῷ Θεῷ, ἀλλ᾽ αὐτοῦ τοῦ δικαίως ἀγανακτοῦντος παρακαλέσαντος ἡμᾶς, οὕτως εἰρήνη γέγονεν. Ὑπὲρ Χριστοῦ γὰρ πρεσβεύομεν, ὡς τοῦ Θεοῦ παρακαλοῦντος δι᾽ ἡμῶν. Τί τοῦτο; αὐτὸς ὕβρισται, καὶ αὐτὸς παρακαλεῖ; Ναί· Θεὸς γάρ ἐστι, καὶ διὰ τοῦτο ὡς φιλάνθρωπος πατὴρ παρακαλεῖ.

Καὶ ὅρα τί γίνεται· Μεσίτης ὁ τοῦ παρακαλοῦντος Υἱὸς, οὐκ ἄνθρωπος, οὐδὲ ἄγγελος, οὐδὲ ἀρχάγγελος, οὐδὲ τῶν οἰκετῶν οὐδείς. Καὶ τί ποιεῖ ὁ μεσίτης; Ἔργον μεσίτου. Καθάπερ γὰρ δύο τινῶν ἀποστρεφομένων ἀλλήλους καὶ οὐ βουλομένων διαλλαγῆναι, ἕτερός τις ἐλθὼν, καὶ μέσον ἑαυτὸν ἐμβαλὼν ἑκατέρων λύει τὴν ἔχθραν· οὕτω καὶ ὁ Χριστὸς ἐποίησεν.

Ὠργίζετο ἡμῖν ὁ Θεὸς, ἀπεστρεφόμεθα ἡμεῖς τὸν Θεὸν, τὸν φιλάνθρωπον Δεσπότην· μέσον ἑαυτὸν ἐμβαλὼν ὁ Χριστὸς ἑκατέραν τὴν φύσιν κατήλλαξε. Καὶ πῶς μέσον ἑαυτὸν ἐνέβαλε; Τὴν τιμωρίαν τὴν ὀφειλομένην ἡμῖν παρὰ τοῦ Πατρὸς αὐτὸς ἐνεδέξατο, καὶ τὴν ἐκεῖθεν τιμωρίαν καὶ τὰ ἐνταῦθα ὀνείδη ὑπέμεινε.

Βούλει μαθεῖν πῶς ἑκάτερα αὐτὸς ἐδέξατο; Χριστὸς ἡμᾶς, φησὶν, ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου, γενόμενος ὑπὲρ ἡμῶν κατάρα. Εἶδες πῶς ἄνωθεν τὴν φερομένην τιμωρίαν ἐδέξατο· ὅρα πῶς καὶ τὰ κάτωθεν φερόμενα ὀνείδη ὑπέμεινεν· Οἱ ὀνειδισμοὶ τῶν ὀνειδιζόντων σε, φησὶν, ἐπέπεσον ἐπ᾽ ἐμέ. Εἶδες πῶς διέλυσε τὴν ἔχθραν, πῶς οὐ πρότερον ἀπέστη πάντα ποιῶν καὶ πάσχων καὶ πραγματευόμενος, ἕως τὸν πολέμιον καὶ ἐχθρὸν ἀνήγαγεν αὐτῷ τῷ Θεῷ, καὶ φίλον ἐποίησε; Καὶ τούτων τῶν ἀγαθῶν ὑπόθεσις ἡ σήμερον ἡμέρα· καθάπερ γὰρ ἀπαρχὴν τῆς φύσεως ἡμῶν λαβὼν, οὕτως ἀνήγαγε τῷ Δεσπότῃ. Καὶ ὅπερ γίνεται ἐπὶ τῶν πεδίων τῶν σταχυηφόρων, ὀλίγους τις στάχυας λαβὼν, καὶ μικρὸν δράγμα ποιήσας, καὶ προσενεγκὼν τῷ Θεῷ, διὰ τοῦ μικροῦ πᾶσαν τὴν ἄρουραν εὐλογεῖ· τοῦτο καὶ ὁ Χριστὸς ἐποίησε, δι᾽ ἐκείνης τῆς μιᾶς σαρκὸς καὶ τῆς ἀπαρχῆς τὸ γένος τὸ ἡμέτερον εὐλογηθῆναι ἐποίησεν. Ἀλλὰ διὰ τί οὐ πᾶσαν τὴν φύσιν ἀνήνεγκεν;

Ὅτι οὐκ ἔστι τοῦτο ἀπαρχῆς, ἐὰν τὸ ὅλον τις προσενέγκῃ, ἀλλ᾽ ἐάν τις μικρὸν προσενεγκὼν, διὰ τοῦ μικροῦ τὸ ὅλον εὐλογηθῆναι παρασκευάσῃ. Καὶ μὴν εἰ ἀπαρχὴ, φησὶν, ἦν, ἐχρῆν τὸν πρῶτον ἄνθρωπον γενόμενον αὐτὸν ἀνενεχθῆναι· ἀπαρχὴ γάρ ἐστι τὸ πρῶτον ἐκφερόμενον, τὸ πρῶτον βλαστάνον.

Οὐκ ἔστι τοῦτο ἀπαρχὴ, ἀγαπητὲ, ἐὰν τὸν πρῶτον προσενέγκωμεν καρπὸν ἐξίτηλον ὄντα καὶ ἀσθενῆ, ἀλλ᾽ ἐὰν τὸν δόκιμον προσενέγκωμεν. Ἐπεὶ οὖν ἐκεῖνος ὁ καρπὸς ὑπεύθυνος ἁμαρτίας ἦν, διὰ τοῦτο οὐκ ἀνηνέχθη, εἰ καὶ πρῶτος ἐγένετο· ἀλλ᾽ οὗτος ἀπηλλαγμένος ἁμαρτίας· διὰ τοῦτο καὶ ἀνηνέχθη, εἰ καὶ μετὰ ταῦτα ἐγένετο· τοῦτο γὰρ ἀπαρχή.

γʹ. Καὶ ἵνα μάθῃς, ὅτι οὐχὶ ὁ πρῶτος βλαστάνων καρπὸς, τοῦτο ἀπαρχὴ, ἀλλ᾽ ὁ δόκιμος καὶ γενναῖος καὶ εἰς ἀκμὴν ἥκων τὴν προσήκουσαν, ἀπὸ τῶν Γραφῶν σοι παρέξω τὴν μαρτυρίαν. Ἐὰν εἰσέλθῃς, φησὶν ὁ Μωϋσῆς πρὸς τὸν λαὸν, εἰς τὴν γῆν τῆς ἐπαγγελίας, ἣν Κύριος ὁ Θεός σου δίδωσί σοι, καὶ φυτεύσῃς ἐν αὐτῇ πᾶν ξύλον ποιοῦν καρπὸν βρώσιμον, τρία ἔτη οὐ περικαθαριεῖς τὸν καρπὸν αὐτοῦ· τῷ δὲ τετάρτῳ ἔτει ὁ καρπὸς αὐτοῦ ἅγιος ἔσται τῷ Κυρίῳ. Καὶ μὴν εἰ ἀπαρχὴ ἦν τὸ πρῶτον ἐκφερόμενον, τὸν ἐν τῷ πρώτῳ ἐνιαυτῷ καρπὸν, αὐτὸν ἔδει δοῦναι τῷ Κυρίῳ· νυνὶ δέ φησι· Τρία ἔτη οὐ περικαθαριεῖς τὸν καρπὸν αὑτοῦ, ἀλλὰ ἀφήσεις αὐτὸν, διότι ἐξίτηλον τὸ δένδρον ἐστὶ, διότι ἀσθενὴς, διότι ἄωρος ἡ γονή· ὁ δὲ τέταρτος, φησὶν, ἅγιος ἔσται τῷ Κυρίῳ. Καὶ σκόπει σοφίαν νομοθέτου· οὔτε φαγεῖν αὐτὸν εἴασεν, ἵνα μὴ πρὸ τοῦ Θεοῦ αὐτὸς λάβῃ τὸν καρπόν· οὔτε προσενεχθῆναι αὐτὸν ἐπέτρεψεν, ἵνα μὴ ἄωρος προσενεχθῇ τῷ Κυρίῳ.

Ἀλλὰ, Ἄφες μὲν, φησὶν, ἐπειδὴ πρῶτόν ἐστι· μὴ προσενέγκῃς δὲ, ἐπειδὴ ἀνάξιόν ἐστι τῆς τιμῆς τοῦ λαμβάνοντος. Ὁρᾷς ὅτι οὐ τὸ πρῶτον ἐκφερόμενον, ἀλλὰ τὸ δόκιμον, τοῦτό ἐστιν ἀπαρχή; Καὶ ταῦτα ἡμῖν διὰ τὴν σάρκα ἣν προσήνεγκεν εἴρηται. Ἀνήνεγκε τοίνυν τὴν ἀπαρχὴν τῆς φύσεως τῆς ἡμετέρας τῷ Πατρί· καὶ οὕτως ἐθαύμασε τὸ δῶρον ὁ Πατὴρ, καὶ διὰ τὴν ἀξίαν τοῦ προσενέγκαντος, καὶ διὰ τὸ ἄμωμον τοῦ προσενεχθέντος, ὡς οἰκείαις αὐτὸ δέξασθαι χερσὶ, καὶ θεῖναι πλησίον τὸ δῶρον, καὶ εἰπεῖν· Κάθου ἐκ δεξιῶν μου. Πρὸς ποίαν φύσιν εἶπεν ὁ Θεὸς, Κάθου ἐκ δεξιῶν μου; Πρὸς ἐκείνην τὴν ἀκούσασαν, Γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ. Οὐ γὰρ ἤρκει ὑπερβῆναι τοὺς οὐρανούς; οὐ γὰρ ἤρκει μετὰ ἀγγέλων στῆναι; οὐκ ἦν ἄφατος καὶ αὕτη ἡ τιμή;

Ἀλλ᾽ ὑπερέβη ἀγγέλους, παρῆλθεν ἀρχαγγέλους. ὑπερέβη τὰ Χερουβὶμ, ἀνέβη ἀνώτερον τῶν Σεραφεὶμ, παρέδραμε τὰς ἀρχὰς, οὐ πρότερον ἔστη, ἕως οὗ τοῦ θρόνου ἐπελάβετο τοῦ Δεσποτικοῦ. Οὐχ ὁρᾷς τουτὶ τὸ μέσον τοῦ οὐρανοῦ πρὸς τὴν γῆν; μᾶλλον δὲ κάτωθεν ἀρξώμεθα· οὐχ ὁρᾷς, ἀπὸ τοῦ ᾅδου πρὸς τὴν γῆν τὸ διάστημα ὅσον; ἀπὸ τῆς γῆς πάλιν πρὸς τὸν οὐρανόν; ἀπὸ τοῦ οὐρανοῦ πάλιν πρὸς τὸν οὐρανὸν τὸν ἀνώτερον; ἀπ᾽ ἐκείνου πρὸς τοὺς ἀγγέλους, πρὸς τοὺς ἀρχαγγέλους, πρὸς τὰς ἄνω δυνάμεις, πρὸς αὐτὸν τὸν θρόνον τὸν βασιλικόν; Τοῦτο ὅλον τὸ διάστημα καὶ τὸ ὕψος τὴν φύσιν τὴν ἡμετέραν ἀνήγαγε.

Βλέπε ποῦ κάτω ἔκειτο, καὶ ποῦ ἀνέβη· οὔτε καταβῆναι ἦν κατώτερον, οὗ κατέβη ὁ ἄνθρωπος, οὔτε ἀναβῆναι ἀνώτερον, οὗ ἀνήγαγεν αὐτὸν πάλιν. Καὶ ταῦτα δηλῶν ὁ Παῦλος ἔλεγεν· Ὁ καταβὰς αὐτός ἐστι καὶ ὁ ἀναβάς. Καὶ ποῦ κατέβη; Εἰς τὰ κατώτερα μέρη τῆς γῆς, καὶ ἀνέβη ὑπεράνω πάντων τῶν οὐρανῶν. Μάθε τίς ἀνέβη, ἢ ποία φύσις, ἢ πῶς πρὸ τούτου διακειμένη· ἡδέως γὰρ ἐνδιατρίβω τῇ εὐτελείᾳ τοῦ γένους τοῦ ἡμετέρου, ἵνα μεθ᾽ ὑπερβολῆς μάθω τὴν τιμὴν τὴν ἀπὸ τῆς φιλανθρωπίας τοῦ Δεσπότου.