Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν ἀνάληψιν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ

Ἰωάννης ὁ Χρυσόστομος

Η μαρτυρία των αγγέλων και η αντιπαραβολή με την ανάληψη του προφήτη Ηλία

Εξήγηση των λόγων εμφάνισης των αγγέλων στους μαθητές για την παρηγορία τους και θεολογική αντιπαραβολή της ανάληψης του προφήτη Ηλία ως δούλου με την Ανάληψη του Χριστού ως Δεσπότου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 4 από 5

Ἰδοὺ γὰρ δύο, φησὶν, ἐν ἐσθῆτι λαμπρᾷ, διὰ τοῦ σχήματος τὴν ἡδονὴν δηλοῦντες· καὶ εἶπον πρὸς τοὺς μαθητάς· Ἄνδρες Γαλιλαῖοι, τί ἑστήκατε; οὗτος ὁ Ἰησοῦς ὁ ἀναληφθεὶς ἀφ᾽ ὑμῶν εἰς τὸν οὐρανὸν, οὕτως ἐλεύσεται, ὃν τρόπον ἐθεάσασθε αὐτὸν πορευόμενον εἰς τὸν οὐρανόν.

εʹ. Ἐνταῦθά μοι μετὰ ἀκριβείας προσέχετε. Τί δήποτε ταῦτα λέγουσι; μὴ γὰρ οὐκ εἶχον ὀφθαλμοὺς οἱ μαθηταί; μὴ γὰρ οὐχ ἑώρων τὸ γινόμενον; οὐκ εἶπεν ὁ εὐαγγελιστὴς, ὅτι βλεπόντων αὐτῶν ἐπήρθη; Τίνος οὖν ἕνεκεν παρεστήκασιν οἱ ἄγγελοι διδάσκοντες αὐτοὺς, ὅτι εἰς τὸν οὐρανὸν ἀνέβη; Διὰ δύο ταύτας αἰτίας, μίαν μὲν, ἐπειδὴ ἤλγουν ἀεὶ ἐπὶ τῇ ἀναχωρήσει τοῦ Χριστοῦ· ὅτι γὰρ ἤλγουν, ἄκουσον τί πρὸς αὐτούς φησιν· Οὐδείς με ἐρωτᾷ ἐξ ὑμῶν, Ποῦ ὑπάγεις; ἀλλ᾽ ὅτι ταῦτα εἶπον, ἡ λύπη πεπλήρωσεν ὑμῶν τὴν καρδίαν. Εἰ γὰρ φίλους ἔχοντες καὶ συγγενεῖς χωριζόμενοι τούτων οὐ φέρομεν, πῶς οἱ μαθηταὶ τὸν Σωτῆρα, τὸν διδάσκαλον, τὸν κηδεμόνα, τὸν φιλάνθρωπον, τὸν ἥμερον, τὸν ἀγαθὸν ὁρῶντες χωριζόμενον αὐτῶν, πῶς οὐκ ἂν ἤλγησαν; πῶς οὐκ ἂν ὠδυνήθησαν; Διὰ τοῦτο ἕστηκεν ὁ ἄγγελος τὴν ἀπὸ τῆς ἀνόδου γινομένην λύπην διὰ τῆς ἐπανόδου πάλιν παραμυθούμενος. Οὗτος γὰρ, φησὶν, ὁ Ἰησοῦς ὁ ἀναληφθεὶς ἀφ᾽ ὑμῶν εἰς τὸν οὐρανὸν, οὕτως ἐλεύσεται. Ἠλγήσατε, φησὶν, ὅτι ἀνελήφθη;

Ἀλλὰ μηκέτι ἀλγεῖτε· καὶ γὰρ ἐλεύσεται πάλιν. Ἵνα γὰρ μὴ ποιήσωσιν, ὅπερ ἐποίησεν ὁ Ἑλισσαῖος ἰδὼν τὸν διδάσκαλον ἀναλαμβανόμενον, καὶ διαῤῥήξας τὸν χιτωνίσκον· οὐδὲ γὰρ εἶχέ τινα παρεστῶτα καὶ λέγοντα, ὅτι πάλιν ἥξει Ἠλίας· ἵνα οὖν μὴ τοῦτο ποιήσωσιν οὗτοι, διὰ τοῦτο οἱ ἄγγελοι παρειστήκεισαν παραμυθούμενοι τὴν ἀθυμίαν. Καὶ μία μὲν αὕτη αἰτία τῆς τῶν ἀγγέλων παρουσίας· δευτέρα δὲ ταύτης οὐκ ἐλάττων, δι᾽ ἣν αἰτίαν καὶ προσέθηκεν, Ὁ ἀναληφθείς. Τίς οὖν ἐστιν αὕτη; Εἰς τὸν οὐρανὸν ἀνελαμβάνετο. Πολὺ δὲ τὸ διάστημα ἦν, καὶ οὐκ ἤρκει ἡ δύναμις τῆς ἡμετέρας ὄψεως σῶμα ἀναλαμβανόμενον ἰδεῖν μέχρι τῶν οὐρανῶν· ἀλλὰ καθάπερ πετεινὸν εἰς ὕψος ἱπτάμενον, ὅσῳπερ ἂν εἰς ὕψος ἀνέλθῃ, τοσούτῳ μᾶλλον ἀποκρύπτεται ἀπὸ τῆς ἡμετέρας ὄψεως· οὕτω δὴ καὶ τὸ σῶμα ἐκεῖνο ὅσῳπερ ἂν εἰς ὕψος ἀνῄει, τοσούτῳ μᾶλλον ἐκρύπτετο, οὐκ ἀρκούσης τῆς ἀσθενείας τῶν ὀφθαλμῶν παρακολουθῆσαι τῷ μήκει τοῦ διαστήματος. Διὰ τοῦτο παρειστήκεισαν οἱ ἄγγελοι, διδάσκοντες τὴν εἰς τὸν οὐρανὸν ἄνοδον, ἵνα μὴ νομίσωσιν ὅτι ὡς εἰς τὸν οὐρανὸν ἀνέβη ὡς Ἠλίας, ἀλλ᾽ ὅτι εἰς τὸν οὐρανὸν ἀνέβη· διὰ τοῦτό φησιν, Ὁ ἀναληφθεὶς ἀφ᾽ ὑμῶν εἰς τὸν οὐρανόν. Οὐδὲ γὰρ ἂν ἁπλῶς τοῦτο προσέθηκεν.

Ἠλίας μὲν οὖν ὡς εἰς τὸν οὐρανὸν ἀνελήφθη, δοῦλος γὰρ ἦν· ὁ δὲ Ἰησοῦς εἰς τὸν οὐρανὸν, Δεσπότης γὰρ ἦν· ἐκεῖνος ἐν ἅρματι πυρίνῳ, οὗτος ἐν νεφέλῃ. Ὅτε μὲν γὰρ τὸν δοῦλον ἔδει κληθῆναι, ἅρμα ἐπέμπετο· ὅταν δὲ τὸν Υἱὸν, θρόνος βασιλικός· καὶ οὐχὶ ἁπλῶς βασιλικὸς θρόνος, ἀλλ᾽ αὐτὸς ὁ πατρικός.

Καὶ γὰρ περὶ τοῦ Πατρός φησιν ὁ Ἡσαΐας, Ἰδοὺ Κύριος κάθηται ἐπὶ νεφέλης κούφης. Ἐπεὶ οὖν ὁ Πατὴρ ἐπὶ νεφέλης κάθηται, διὰ τοῦτο καὶ τῷ Υἱῷ τὴν νεφέλην ἔπεμψε. Καὶ ὁ μὲν Ἠλίας ἀνελθὼν ἀφῆκε μηλωτὴν ἐπὶ τὸν Ἑλισσαῖον· ὁ δὲ Ἰησοῦς ἀναβὰς ἀφῆκε χαρίσματα ἐπὶ τοὺς μαθητὰς, οὐχ ἕνα προφήτην ποιοῦντα, ἀλλὰ μυρίους Ἑλισσαίους· μᾶλλον δὲ ἐκείνου πολλῷ μείζους καὶ λαμπροτέρους.