Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν ἀνάληψιν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ

Ἰωάννης ὁ Χρυσόστομος

Η ένσαρκη επουράνια μεσιτεία και η διαβεβαίωση των αγγέλων

Περιγραφή της παράστασης της ανθρώπινης φύσης εκ δεξιών του Πατρός, η αγγελική επιβεβαίωση προς τους μαθητές για τη Δευτέρα Παρουσία και η καταληκτήρια δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 3 από 3

Ὅταν γὰρ παροξυνθῇ παρ᾽ ἡμῶν, πρὸς τὴν σύνθρονον ἰδὼν ἀπαρχὴν, διαλλάττεται· ὅταν τοῖς κάτω θυμωθῇ παροινοῦσι, τὴν ἄμωμον ἀνθρωπότητα βλέπων ἐκ δεξιῶν, δυσωπεῖται· ὅταν κινήσῃ τὴν ὀργὴν τὸ κάτω πονηρευόμενον γένος, ἄνω πραΰνει τὸν θυμὸν ὁ τοῦ γένους συγγενὴς συγκαθήμενος. Τοῦτό σοι Παῦλος γυμνῶν, Χριστὸς, φησὶν, ἐστὶν ἐν δεξιᾷ τοῦ Θεοῦ, καὶ ἐντυγχάνει ὑπὲρ ἡμῶν, οὐχ ὡς χρώμενος δικαζομένου φωναῖς· εἰς βασιλείαν γὰρ ἀνῆλθεν ὁ Χριστός· οὐκ ἰδικὴν, ἀλλ᾽ αὐτὴν τῆς ἀπαρχῆς τὴν ἀνάληψιν εἰς ἐντυχίαν ἐσχημάτισε Παῦλος τὰς διαλλαγὰς ἐκδικοῦσαν. Ὢ τῆς φρικτῆς σήμερον θεωρίας τοῖς δαίμοσι! φρικτὴν γὰρ αὐτοῖς θεωρίαν ἑώρων, ἀνθρώπου κατὰ τὸ φαινόμενον φύσιν, ὁδοιπόρον ἀέρος, ὑψηλοτέραν αὐτῶν ἀναβαίνουσαν, ἀνωτέραν οὐρανοῦ γενομένην. Ἀλλ᾽ ἐκεῖνοι μὲν ἔστενον, ἄγγελοι δὲ τοῖς μαθηταῖς παριστάντες περιχαρῶς ἐπεβόων· Οὗτος ὁ Ἰησοῦς ὁ ἀναληφθεὶς ἀφ᾽ ὑμῶν εἰς τὸν οὐρανὸν, οὕτως ἐλεύσεται, ὃν τρόπον ἐθεάσασθε αὐτὸν πορευόμενον εἰς οὐρανόν. Τὸ τῆς ἀναλήψεως πιστοῦται μυστήριον. Ἔμενον γὰρ οἱ μαθηταὶ πρὸς οὐρανὸν κεχηνότες καὶ συντεταγμένοι τῷ βλέμματι· τῆς σαρκὸς δὲ κατὰ μικρὸν ὑψηλοτέρας τῶν ὀφθαλμῶν γενομένης, ἐσείοντο λογισμοῖς ἀπορίας.

Οὐδαμοῦ, φησὶ, τὸ θεωρούμενον σῶμα· τάχα σχήματος ἁπλῶς ἡ ἀνάληψις· τάχα φαντασίας θέα· τάχα πλάνην ὑπεμείναμεν βλέμματος· ἢ πλάνην μὲν ἡμεῖς οὐχ ὑπέστημεν, εἰς ἀέρα δὲ διελύθη τάχα τὸ σῶμα, καὶ φύσιν οὐκ ἔχει λοιπὸν τοῖς ἐπὶ γῆς ὁρατήν. Μετὰ τοιαύτης ὁρῶντες εἰς οὐρανὸν ἀπορίας ἤκουον τῶν ἀγγέλων ἐξαίφνης· Ἄνδρες Γαλιλαῖοι, τί ἑστήκατε βλέποντες εἰς τὸν οὐρανόν; Τί βούλεται, φησὶν, ὑμῖν ἡ περίεργος ὄψις; τί τὸ βλέμμα τοῖς οὐρανοῖς ἐπικέχηνε; ζητεῖτε πάντως ἐν τοῖς οὐρανοῖς; Εἰσφέρει τὸν Ἰησοῦν ἡ νεφέλη.

Ἦ πάλιν τις αὐτὸν ἐνσώματον ὄψεται· ὡς περὶ βεβαίων ἀμφοτέρων θαῤῥεῖτε. Κἂν γὰρ νῦν εἰς οὐρανὸν ἀναληφθῇ, καὶ πάλιν ἐλεύσεται, Ὃν τρόπον ἐθεάσασθε αὐτὸν πορευόμενον εἰς τὸν οὐρανόν. Ἀλλ᾽ ἐπὶ πολὺ τῆς γλώσσης ἡ νευρὰ μὴ τεινέσθω· χαυνώσωμεν τὴν τῶν λόγων αὐτὴν κεκμηκυῖαν κιθαρῳδίαν· δῶμεν καὶ ταῖς λοιπαῖς κιθάραις ἀκρόασιν· κροτείτω τὴν ἀνάληψιν εὐφημία πολύστομος· ᾀδέτω σήμερον κοινῇ πάντων ἀνθρώπων τὸ γένος, Μέγα ἐστὶ τὸ τῆς εὐσεβείας μυστήριον· ὤφθη ἀγγέλοις, ἐπιστεύθη ἐν κόσμῳ, ἀνελήφθη ἐν δόξῃ. Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.