Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν ἀνάληψιν τοῦ κυρίου

Ἰωάννης ὁ Χρυσόστομος

Το μυστήριο της θείας Οικονομίας και η υπέρβαση των όρων της φύσης

Η έκπληξη των ουράνιων δυνάμεων, η συγκατάβαση του Λόγου, η διαφορά της Αναλήψεως από την αρπαγή του προφήτη Ηλία και η προσφορά της ανθρώπινης φύσης ως απαρχής.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 3

Ἐβόων οἱ τοῦ θανάτου πυλωροὶ τὴν ξένην κάθοδον τοῦ παραδόξως αὐτοῖς ἐπιφοιτήσαντος θεώμενοι· «Τίς οὗτος ὁ βασιλεὺς τῆς δόξης»; Ταύτην ἀφῆκαν τὴν φωνὴν καὶ αἱ δυνάμεις αἱ ὑπερουράνιοι, τὸ ξένον θέαμα καταπλαγέντες τοῦ μετὰ σώματος ἀνεληλυθότος. «Ἄρατε, γάρ φησι, πύλας οἱ ἄρχοντες ὑμῶν καὶ ἐπάρθητε πύλαι αἰώνιοι καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης».

Ἀνήγαγε γὰρ τὴν ἀνθρωπείαν φύσιν ὁ τὸ ἡμῖν ὁμογενὲς ἑαυτῷ συμμεταστήσας. Παράδοξος ἡ ἄνοδος τοῦ ἀνθρωπίνως πεφηνότος· θεία γὰρ καὶ ἡ κάθοδος τοῦ παρὰ φύσιν ἐκ παρθένου ἀποτεχθέντος. Ἄνθρωπος τὸ ὁρώμενον, ἀλλὰ Θεὸς τὸ νοούμενον. παρακάλυμμα πεποίηται τὴν ἡμετέραν φύσιν τῆς ἀθεάτου θεότητος· «Θεὸν, γάρ φησιν, οὐδεὶς ἑώρακε πώποτε. Ὁ μονογενὴς υἱὸς, ὁ ὢν εἰς τὸν κόλπον τοῦ Πατρὸς, ἐκεῖνος ἐξηγήσατο»· Ἧκεν ἡμῖν ὁ τῆς τοῦ Πατρὸς φύσεως ἀπαράλλακτον φέρων τὴν εἰκόνα· πέφηνεν ὁ τῆς πατρικῆς ὑποστάσεως χαρακτηρίζων τὴν ἀπερίγραφον θεότητα. Μορφὴ γὰρ ἦν ἐμφερὴς τοῦ γεννήσαντος· «Ὁ ἐν μορφῇ, γάρ φησι, Θεοῦ ὑπάρχων μορφὴν δούλου ἔλαβεν.» Οὐ διαψεύδεται τὴν ἡμετέραν φύσιν ἡ τοῦ δούλου μορφή. Ἐπαληθεύει τοίνυν καὶ τὴν πρὸς τὸν πατέρα ὁμοιότητα ἡ θεότης τοῦ γνησίου γεννήματος. Οὗτος τοίνυν τῇ ἡμετέρᾳ φύσει διὰ τῆς οἰκείας ἐνανθρωπήσεως τὴν σωτηρίαν πραγματευσάμενος νῦν πεπλήρωκεν τὸν τῆς οἰκονομίας σκοπόν· νῦν τῆς εἰς ἡμᾶς εὐεργεσίας εἴληφε τὸ κατόρθωμα καὶ τῇ θεότητι συνανείληφε τὸ συγγενὲς τῇ ἡμετέρᾳ φύσει ὁ τῷ σωματικῷ νέφει καλυπτόμενος καὶ παραπετάσματι τῆς οἰκείας θεότητος τὸ ἀνθρώπινον ἔνδυμα περιθέμενος· νῦν ὁ ἐπίγειος ὀφθεὶς οὐράνιος αὖθις γεγένηται οὐκ ἐν τόπῳ περιγραφόμενος κατὰ τὸ ἀπέραντον τῆς θεότητος, ἀλλὰ τῇ μὲν θείᾳ φύσει τὰ πάντα πληρῶν, ἄνθρωπος δὲ πεφηνὼς οἰκονομικῶς. «

Ἐν σχήματι, γάρ φησιν, εὑρεθεὶς ὡς ἄνθρωπος» ἐκάλυπτε τὴν θεότητα ἀνθρωπίνῃ περιβολῇ. Ταύτην τοίνυν ἀνήγαγεν εἰς οὐρανοὺς ὁ σύμπασαν τὴν δημιουργίαν παρὰ φύσιν ὑποστησάμενος. Οὐκ ἔχω τῆς πρὸ αἰώνων γεννήσεως αὐτοῦ διηγήσασθαι τὸν τρόπον· οὐκ ἐφικνεῖταί μοι ἡ γλῶσσα οὐδὲ τῆς ἐκ παρθένου προόδου ἑρμηνεῦσαι τὸν τόκον.

Ἀνθρώπινα τὰ ὁρώμενα, ἀλλὰ θεῖα τὰ πιστευόμενα. «Τίς ἐστιν οὗτός φησιν ὁ βασιλεὺς τῆς δόξης»; Ταῦτα ἐβόων αἱ ὑπερκόσμιοι δυνάμεις. Ξένος ὁ ὁρμώμενος· παρὰ φύσιν γὰρ ὁ ἀνεληλυθώς· φωτοειδὴς μὲν γὰρ ἑωρᾶτο καὶ ἡ τοῦ σώματος θέα. Τῶν γὰρ θείων ἀκτίνων ἐδέξατο τὰς λαμπηδόνας. Ἀνήγαγε δὲ αὐτὴν εἰς οὐρανοὺς ὁ τὴν ἡμετέραν φύσιν ὑπελθών, ἵνα τοῖς ἐπὶ γῆς βατὸν ποιήσῃ τὸν οὐρανόν.

Νεφέλη ὄχημα πεποίηται τῆς ἀνθρωπίνης αὐτοῦ περιβολῆς· κἀκείνης ἐποχούμενος πρὸς οὐρανὸν μετέστησε τὸ οἰκεῖον ἔνδυμα. Ὥσπερ τοίνυν τῆς ἐκ παρθένου γεννήσεως παρὰ φύσιν ἡ κύησις, οὕτω καὶ τῆς εἰς οὐρανοὺς ἀνόδου παράδοξον τὸ θαῦμα. Πῶς γὰρ οἷόν τε ἀνθρωπίνῳ σώματι ὑπερπτῆναι τὰς οὐρανίας ἁψῖδας; Ἀλλ᾽ ὅπερ οὐκ ἐπεδέ〈χ〉ετο ἡ φύσις, τοῦτο δεδώρηται ἡ χάρις. «Ἀνελήλυθε» καὶ ὁ δοῦλος οὐκ εἰς οὐρανὸν, ἀλλ᾽ «ὡς εἰς τὸν οὐρανόν». Πολὺ γὰρ τὸ μέσον τῆς τοῦ δούλου ὑπαρξάσης κατὰ χάριν ὑποστάσεως καὶ τῆς τοῦ Δεσπότου θεοπρεποῦς ἐξουσίας. Ὁ μὲν γὰρ θαυμάσιος Ἡλίας ὁ τοῦ πυρίνου ἅρματος ἡνίοχος οὐχ ὑπερέπτη τὰς οὐρανίας ἁψίδας· ὁ δέ γε πρὸς τὰ οὐράνια μεταστήσας τὴν ἡμετέραν φύσιν βατὸν πεποίηκε τοῖς ἀνθρώποις τὸν οὐρανόν. Νῦν πέρας εἰλήφασιν αἱ πρὸς τὸν οὐράνιον βασιλέα καταλλαγαὶ καὶ τὴν πάλαι τῷ Πατρὶ ἐκπεπολεμωμένην φύσιν ἀπεκατήλλαξε τῷ οἰκείῳ γεννήτορι ὁ τῇ θεότητι μὲν αὐτῷ συνημμένος, τῇ δέ γε ἀνθρωπείᾳ φύσει τὴν σωτηρίαν οἰκονομήσας διὰ τῆς εἰς ἡμᾶς ἐπιφοιτήσεως. Νῦν ἀνήγαγε τὸ ἡμῖν ὁμογενὲς ὁ μεσιτεύσας ἑκατέρᾳ φύσει. «Εἷς γάρ φησιν Θεός, εἷς καὶ μεσίτης Θεοῦ καὶ ἀνθρώπων». Ἄνθρωπος τὸ ὁρώμενον, Θεὸς δὲ τὸ πιστευόμενον.

Τίς τὴν θαυμασίαν ταύτην ἄνοδον τοῦ παραδόξως ἀναληφθέντος λόγῳ παραστῆσαι δυνήσεται; Ἀλλ᾽ ὅπερ οὐκ ἐφικνεῖται ἡ γλῶσσα, τοῦτο διδάσκει ἡ πίστις. Ἀνήγαγε γὰρ τῆς ἡμετέρας φύσεως τὴν ἀπαρχὴν ὁ τῷ σώματι καλυπτόμενος, ὥσπερ ἀπό τινος ληΐου εὐθαλοῦς δρᾶγμα τῷ Πατρὶ προσαγαγών.