Ἀνέβη ὁ Θεὸς ὅπου ἦτον, ἀνελήφθη, ἀπόθεν δὲν ἐχωρίσθη, διότι «ὁ καταβὰς αὐτὸς εἶναι καὶ ὁ ἀναβὰς ὑπεράνω πάντων τῶν οὐρανῶν»· οὐχὶ ἄλλος τις εἰς τοὺς προφήτας φανεὶς καὶ ἄλλος τοῖς ἀποστόλοις διατρίψας· οὐχὶ ἄλλος ἐν τοῖς κόλποις τοῦ Πατρὸς καθεζόμενος καὶ ἄλλος ἐπὶ Πιλάτου κρινόμενος· οὐχὶ ἄλλος ἐπάνω εἰς τὸν σταυρὸν μὲ τὰ καρφία πηγνύμενος καὶ ἄλλος εἰς τὰ χερουβὶμ ἐποχούμενος, ἤγουν καβαλικεύοντας· οὐχὶ ἄλλος ὑπὸ τοῦ Ἰωσὴφ μὲ τὸ σεντόνιον τυλισσόμενος καὶ ἄλλος μὲ τὴν παλάμην τὴν κτίσιν ὅλην, τὸν οὐρανὸν λέγω καὶ τὴν γῆν, περιδρασσόμενος· οὐχὶ ἄλλος εἰς τὸ μνημεῖον κατατιθέμενος καὶ ἄλλος ὑπὸ τῶν σεραφεὶμ ἀνυμνούμενος· ἀλλὰ αὐτὸς ὁ τῷ Πατρὶ συγκαθήμενος, ὁ ἐν τῇ μήτρᾳ τῆς παρθένου ἀσπόρως βλαστήσας· «ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ», ὁ τῶν αἰώνων ποιητής, ὁ ἐξ οὐκ ὄντων εἰς τὸ εἶναι τὰ σύμπαντα παραγαγών, ὁ πλάστης τοῦ Ἀδάμ, ὁ τῆς ἀνθρωπίνης φύσεως παραγωγεύς, ὁ τὸν εὐάρεστον Ἐνὼχ εἰς τὸν τόπον τῆς ζωῆς μεταστήσας, ὁ φυλάξας τὸν Νῶε μεταξὺ τῆς οἰκουμενικῆς βροχῆς, ὁ τὸν πατριάρχην Ἀβραὰμ ἐκ γῆς Χαλδαίων προσκαλεσάμενος, ὁ προτυπώσας ἐν τῷ Ἰσαὰκ τοῦ σταυροῦ τὸ μυστήριον, ὁ τὴν δωδεκάκλωνον τεκνογονίαν τῶν παίδων Ἰσραὴλ χαρισάμενος, ὁ δοὺς τὴν ὑπομονὴν τῷ Ἰώβ, ὁ προβαλλόμενος τὸν Μωϋσῆν ἡγεμόνα τοῦ λαοῦ, ὁ γεμίσας τὸν Σαμουὴλ προφητείαν ἀπὸ μήτρας, ὁ λαβὼν τὸν Δαυῒδ ἀπὸ τὰ πρόβατα, ἵνα γένῃ βασιλεύς, ὁ δοὺς τὴν σοφίαν τῷ Σολομῶντι, ὁ ἀναλαβὼν τὸν Ἠλίαν ἐν συσεισμῷ μὲ ἁμάξιον πύρινον, ὁ τοῖς προφήταις ἐμπνεύσας τὴν πρόγνωσιν, ὁ χαρισάμενος τοῖς ἀποστόλοις τὴν δωρεὰν τῶν ἰατρειῶν, ὁ τοῖς αὐτοῖς βοήσας «θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον».