Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν ἀνάληψιν

Ἰωάννης ὁ Χρυσόστομος

Εισαγωγή και η δοξοποίηση της ανθρώπινης φύσεως

Προοιμιακός αίνος για την εορτή της Αναλήψεως, ανύψωση της ανθρώπινης απαρχής στον πατρικό θρόνο και αναστροφή της δαιμονικής απάτης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 1 από 4

ΕΙΣ ΤΗΝ ΑΝΑΛΗΨΙΝ Τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Λόγος βʹ. Εὐλογητὸς ὁ Θεός. Εὔκαιρον σήμερον ἅπαντας ἡμᾶς ἀναβοῆσαι τὸ προφητικὸν ἐκεῖνο λόγιον, καὶ κοινῇ τὸν ἁπάντων ἡμῶν Δεσπότην ἀνυμνῆσαι, καὶ λέγειν· Τίς λαλήσει τὰς δυναστείας τοῦ Κυρίου, ἀκουστὰς ποιήσει πάσας τὰς αἰνέσεις αὐτοῦ;

Σήμερον γὰρ ἡ ἀπαρχὴ ἡμετέρα εἰς οὐρανὸν ἀνελήλυθεν, καὶ ὁ τὴν ἐξ ἡμῶν σάρκα ἀναλαβὼν, τὸν θρόνον κατείληφε τὸν πατρικὸν, ἵνα καταλλαγὴν πρὸς τοὺς δούλους ἐργάζηται, καὶ τὴν παλαιὰν ἔχθραν ἀνέλῃ, καὶ τὴν εἰρήνην τῶν ἄνω δυνάμεων τοῖς ἐπιγείοις ἀνθρώποις χαρίζηται. Κοινὰ γὰρ ἡμῶν σήμερον κατὰ τοῦ διαβόλου τὰ νικητήρια, κοινὰ τὰ βραβεῖα, κοινὰ τὰ ἔπαθλα, κοινοὶ καὶ οἱ στέφανοι, κοινὴ καὶ ἡ δόξα. Διὸ σκιρτήσωμεν ἅπαντες ὁρῶντες ἡμῶν τὴν ἀπαρχὴν ἄνω καθημένην, καὶ τὴν ἡμετέραν φύσιν τὸν ἐκ δεξιῶν τοῦ Θεοῦ καταλαμβάνουσαν θρόνον. Εἰ γὰρ ὁ θαυμάσιος προφήτης μακαρίζει τοὺς ἔχοντας σπέρμα ἐκ Σιὼν, καὶ οἰκείους ἐν Ἱερουσαλὴμ, πολλῷ μᾶλλον ἡμᾶς χαίρειν δεῖ, καὶ ἀγάλλεσθαι ὁρῶντας τὴν ἡμετέραν ἀπαρχὴν εἰς αὐτὴν τοῦ οὐρανοῦ τὴν κορυφὴν ἀνελθοῦσαν, καὶ τὸν θρόνον ἐπειλημμένην τὸν βασιλικόν. Ἐννόει γὰρ, ἀγαπητὲ, ὅση τοῦ Θεοῦ ἡμῶν ἡ ἀγαθότης καὶ ἀπόῤῥητος οἰκονομία γέγονε περὶ τὸ γένος τὸ ἡμέτερον, τοῦ παραδείσου ἐκπεπτωκὸς διὰ τὴν ἀπάτην τοῦ διαβόλου, καὶ τοσαύτῃ ἀρᾷ καταδικασθὲν ἀθρόον εἰς ὅσον ὕψος ἀνήγαγεν, καὶ πῶς ἡμεῖς οἱ τῆς γῆς ἀνάξιοι φανέντες, τήμερον εἰς τὸν οὐρανὸν ἀνήχθημεν, καὶ ἡμετέρα φύσις ἡ καὶ τοῦ παραδείσου ἀναξία τὸ πρότερον νομισθεῖσα. Αὕτη γὰρ τοῦ οὐρανοῦ τὴν προεδρίαν ἀνείληφε, καὶ ἡ τῶν δαιμόνων γενομένη παίγνιον, σήμερον ὑπὸ ἀγγέλων καὶ τῶν ἄνω δυνάμεων προσκυνεῖται.

Ὢ μακαρίου φθόνου! ὢ καλῆς ἐπιβουλῆς! ὢ φθόνε καλῶν, πρόξενε μυρίων ἡμῖν ἀγαθῶν, θεσμὸν ἀπέτεκες ἀθανασίας.

Φθονήσας γὰρ τῇ φύσει τῇ ἡμετέρᾳ ὁ πονηρὸς ἐκεῖνος δαίμων ἐπὶ γῆς τὴν διαγωγὴν ἐχούσῃ, νῦν ὁρᾷ ἐν οὐρανῷ προσκυνουμένην· καὶ παρακλέψας, ὡς ᾤετο, μεγάλα καὶ ἀνείκαστα, νῦν μειζόνων καὶ λαμπροτέρων ἡμᾶς ἀπολαύοντας ὁρᾷ. Διὸ δὴ σκιρτῶ καὶ ἀγάλλομαι σήμερον, καὶ ὑμᾶς συνεφάψασθαί μοι τῆς χορείας παρακαλῶ. Οἱ γὰρ μήτε τῆς κάτω ἀρχῆς ὄντες ἄξιοι, πρὸς τὴν βασιλείαν ἀνέβημεν τὴν ἀνωτάτω, ὑπερέβημεν τοὺς οὐρανοὺς, ἐπελαβόμεθα τοῦ θρόνου τοῦ βασιλικοῦ, καὶ ἡ φύσις, δι᾽ ἣν ἐφύλασσε τὸν παράδεισον τὰ Χερουβὶμ, ἐποχεῖται προσκυνουμένη.