Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν ἀνάληψιν

Ἰωάννης ὁ Χρυσόστομος

Η ακολουθία των εορτών της θείας οικονομίας

Η συσχέτιση των δεσποτικών εορτών με τις ημέρες της δημιουργίας, η ανασκόπηση των σωτηριωδών γεγονότων από τη Γέννηση έως την Πεντηκοστή, και η αναφορά στη μέλλουσα Κρίση.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 5

Ἐν ἓξ τοίνυν ἡμέραις ἐποίησεν ὁ Θεὸς πάντα τὰ ἔργα αὐτοῦ, καθὼς γέγραπται, τῇ δὲ ἑβδόμῃ κατέπαυσε. Διὸ καὶ ἐπ᾽ ἐσχάτου τῶν ἡμερῶν εὐδοκήσας ὁ τοῦ Θεοῦ Λόγος ζητῆσαι καὶ σῶσαι τὸ ἀπολωλὸς, καὶ ἐνανθρωπήσας, τὸν αὐτὸν τρόπον κατὰ τὸν ἀριθμὸν τῶν ἡμερῶν τῆς κοσμοποιίας, τὰς ἑορτὰς τῆς ἑαυτοῦ οἰκονομίας ἡμῖν παρέδωκε. Πρώτη τοίνυν καὶ ῥίζα τῶν ἑορτῶν Χριστοῦ, ἡ κατὰ σάρκα ἐκ τῆς ἁγίας Παρθένου καὶ θεοτόκου Μαρίας μετὰ τὴν σύλληψιν παράδοξος γέννησις, ἐν ᾗ παρεγένετο Χριστὸς ὁ Θεὸς κλίνας οὐρανοὺς, ὅπως σώσῃ κόσμον ἀπολλύμενον· ἐν ᾗ ἄγγελοι τοῖς ποιμέσιν ὀφθέντες, τὸ παράδοξον τοῦ θαύματος γνωρίζοντες ἐβόων· Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.

Διὸ καὶ δικαίως πρώτη ἑορτὴ προσηγόρευται. Δευτέρα δὲ ἑορτὴ, ἡ ἐπιφάνεια Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, καθ᾽ ἣν ἐν τῷ Ἰορδάνῃ παραγινόμενος ἔδειξε πᾶσιν ἀνθρώποις τῆς ἀφάτου αὐτοῦ εὐσπλαγχνίας τὴν συγκατάβασιν· ἐν ᾗ καὶ φωνὴ Πατρὸς ἐξ οὐρανοῦ ἦλθε, μαρτυροῦσα περὶ αὐτοῦ· Οὗτός ἐστιν ὁ Υἱός μου ἀγαπητὸς, ἐν ᾧ ηὐδόκησα. Ἀλλὰ καὶ τὸ Πνεῦμα ἐν εἴδει περιστερᾶς ἐλθὸν ἔμεινεν ἐπ᾽ αὐτὸν, τῆς ὁμοουσίου Τριάδος δηλαδὴ ἐπιφανείσης ἐν μιᾷ καιροῦ ῥοπῇ· ἧς αὐτόπτης ἄξιος ὁ τοῦ Κυρίου πρόδρομος γέγονεν Ἰωάννης. Περὶ ἧς ἐπιφανείας καὶ ὁ μακάριος Παῦλος ὁ ἀπόστολος ἔλεγεν· Ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ ἡ σωτήριος πᾶσιν ἀνθρώποις. Ἐπεὶ οὖν πάντων ἀνθρώπων σωτηρία πέφυκεν, ἀξίως καὶ ἑορτὴ μεγίστη ὑπὸ τῶν εὐσεβῶν ὀνομάζεται. Τρίτη τῶν ἑορτῶν ἡ ἁγία καὶ προσκυνητὴ καὶ πάνσεπτος τοῦ σωτηρίου πάθους Χριστοῦ τοῦ ἀληθινοῦ ἡμῶν Θεοῦ ἡμέρα, ἐν ᾗ ἐν σταυρῷ σαρκὶ προσηλωθεὶς, τὸ καθ᾽ ἡμῶν τῆς ἁμαρτίας ἐξήλειψε γραμματεῖον· ἐν ᾗ καὶ τὸν διὰ τῆς παρακοῆς ἐκβληθέντα τοῦ παραδείσου Ἀδὰμ διὰ μιᾶς φωνῆς ἐν αὐτῷ εἰσήγαγε. Φησὶ γὰρ τῷ λῃστῇ· Σήμερον μετ᾽ ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ.

Ὅθεν καὶ ταύτῃ ἑορτὴ μεγίστη καθέστηκε, καὶ μάλιστα· Παῦλος γὰρ εἴρηκε· Τὸ Πάσχα ἡμῶν ὑπὲρ ἡμῶν ἐτύθη Χριστός. Τετάρτη ἑορτὴ, ἡ ὑπερένδοξος καὶ εἰρηνοποιὸς ἡμέρα τῆς ἁγίας Χριστοῦ τοῦ Θεοῦ ἡμῶν ἀναστάσεως, καθ᾽ ἣν καὶ ἐν τοῖς καταχθονίοις γενόμενος, τοὺς μοχλοὺς τοὺς αἰωνίους συντρίψας, καὶ τὰ δεσμὰ διαῤῥήξας, ἀνέστη ἐκ τῶν νεκρῶν, νίκην κατὰ τοῦ ᾅδου ἀράμενος, τοὺς ἐν αὐτῷ κατακειμένους συναναστήσας δικαίους, καὶ πρὸς τοὺς μαθητὰς εἰσελθὼν, τὴν εἰρήνην αὐτοῖς κατεβράβευσεν.

Ὅθεν πάσης ἀντιλογίας ἐκτὸς, μήτηρ αὕτη ἑορτῶν ἡ ἀοίδιμος ἡμέρα τοῖς πιστοῖς λελόγισται. Πέμπτη τοιγαροῦν ἑορτὴ ἡ ἁγία τοῦ Κυρίου εἰς οὐρανοὺς ἀνάληψις, περὶ ἧς νυνὶ καὶ τὴν πραγματείαν ποιούμεθα· πέμπτη δὲ τῶν ἑορτῶν ἐστι, καθότι καὶ πέμπτῃ ἡμέρᾳ τῆς ἑβδομάδος ἐπράχθη. Διὰ τοῦτο δὲ ἑορτάζειν ὀφείλομεν, ἐπειδὴ σήμερον τὴν ἀπαρχὴν τοῦ ἡμετέρου φυράματος, τουτέστι τὴν σάρκα, ἐν οὐρανοῖς Χριστὸς ἀνήγαγε. Διὸ καὶ ὁ Ἀπόστολος ἔλεγε· Συνήγειρε καὶ συνεκάθισεν ἡμᾶς ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ Ἰησοῦ. Ὅθεν ὁ ἀρχέκακος καὶ τῆς ἁμαρτίας εὑρετὴς διάβολος, διὰ τὸν ὄγκον τῆς ἐπάρσεως καὶ τῆς ὑπερηφανίας τὸν τῦφον, ἐξέπεσεν, ἐκεῖ τῷ μεγέθει τῆς ἑαυτοῦ φιλανθρωπίας τὸν διὰ τῆς ἐκείνου κακίστης συμβουλίας ἐκ τοῦ παραδείσου ἐκβληθέντα ἄνθρωπον Χριστὸς ἀντικατέστησε. Τιμῆς οὖν ἀξία καὶ πνευματικῆς χορείας καὶ ἡ παροῦσα ἑορτὴ καθέστηκεν. Ἀλλ᾽ ἐπειδὴ ἑπτὰ ἑορτῶν ἀριθμὸν κατὰ τὰς ἡμέρας τῆς κοσμοποιίας ἐν ἀρχῇ τοῦ λόγου ἐμνημονεύσαμεν, πέντε δὲ καὶ μόνον μέχρι τοῦ παρόντος ἑορτὰς ἐδείξαμεν, δέον ἐστὶ καὶ τὰς ἄλλας δύο ἑορτὰς εἰς μέσον ἀγαγεῖν, εἶθ᾽ οὕτως ἐπὶ τὴν προκειμένην ἱστορίαν τὸν λόγον χειραγωγήσωμεν.

Ἕκτη τοίνυν ἐστὶ τῶν ἑορτῶν ἡ ἕκτη πανεύφημος ἡμέρα τῆς ἐπιφοιτήσεως τοῦ ἁγίου Πνεύματος, καθ᾽ ἣν τοῖς ἁγίοις ἀποστόλοις ἡ κατ᾽ ἐπαγγελίαν προσδοκωμένη δωρεὰ τοῦ ἁγίου Πνεύματος ἐν εἴδει πυρίνων γλωσσῶν παρὰ Χριστοῦ ἐξ οὐρανῶν ἀπεστάλη, ἥτις καὶ Πεντηκοστὴ διὰ τὴν τῶν ἑπτὰ ἑβδομάδων συμπλήρωσιν ὠνομάσθη. Ἀναντιῤῥήτως οὖν καὶ αὕτη ἑορτὴ τοῖς εὐσεβέσι μεγίστη καθέστηκεν. Ἑβδόμη ἑορτὴ ἡ προσδοκωμένη ἡμέρα τῆς ἀναστάσεως τῶν νεκρῶν (τὴν γὰρ ἐλπίδα ταύτην οἱ πιστοὶ ἀπεκδεχόμεθα), ἐν ᾗ μέλλει ὁ φιλάνθρωπος καὶ ἀπροσωπόληπτος δικαστὴς Χριστὸς ὁ Θεὸς ἡμῶν ἀποδιδόναι ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. Αὕτη ἐστὶν ἡ ἀληθὴς κατάπαυσις, δι᾽ ἣν καὶ ὁ ἀπόστολος Παῦλος ἔλεγε· Σπουδάσωμεν εἰσελθεῖν εἰς ἐκείνην τὴν κατάπαυσιν. Τότε τοίνυν καὶ μάλιστα ἑορτὴ χαρᾶς καὶ εὐφροσύνης καὶ ἀγαλλιάσεως πεπληρωμένη ὑπάρχει τοῖς μέλλουσι κληρονομεῖν, Ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν. Ὥστε, ἀγαπητοὶ, εὐξώμεθα καὶ ἡμεῖς συνεορτάσαι τοῖς δικαίοις ἐν τῷ νυμφῶνι τῆς βασιλείας τῶν οὐρανῶν, οὐ μόνον πρὸς μίαν ἡμέραν, ἢ δύο, ἢ τρεῖς, ἀλλ᾽ εἰς ἀτελευτήτους αἰῶνας. Τοιγαροῦν τῶν ἑπτὰ ἑορτῶν ἡμῖν ἀποδειχθεισῶν, ἐπὶ τὸ προκείμενον ἐπανέλθωμεν.