Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν ἀνάληψιν

Ἰωάννης ὁ Χρυσόστομος

Προοίμιο και θεολογία της αναλήψεως

Εισαγωγικές παρατηρήσεις και θεολογική ανάλυση της ανόδου του Χριστού στους ουρανούς.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 1 από 3

ΕΙΣ ΤΗΝ ΑΝΑΛΗΨΙΝ Λόγος εʹ. Ἐπέστη τῆς Δεσποτικῆς ἀναλήψεως ἡ ἡμέρα· καὶ προσοδοιπορησάντων πολλῶν ὃν καὶ τὴν ἡμετέραν βραχύτητα πρὸς λόγους ὁ πατὴρ προετρέψατο. Καὶ δίκαιον ἡμῖν κατεφαίνετο, κάλυμμα τῆς βραχυλογίας τὴν σιωπὴν ἐπιφέρεσθαι, καὶ κρύπτειν τῆς ἀπαιδευσίας τὸ μέγεθος· ἐπειδὴ δὲ μετὰ τοῦ πατρὸς καὶ τῶν ἄνω δυνάμεων πρὸς λόγους τὸ πλῆθος προτρέπετε, καὶ λαλεῖν μετ᾽ αὐτῶν ἐγκελεύετε ἅπερ πάλαι καὶ Δαυῒδ περὶ τῆς ἀναλήψεως τῆς Δεσποτικῆς ἀνεβόησεν· Ἄρατε πύλας, οἱ ἄρχοντες, ὑμῶν, καὶ ἐπάρθητε, πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ Βασιλεὺς τῆς δόξης· δεῦρο, σήμερον τὰ πρόσφορα τῆς ἡμέρας καὶ ἡμεῖς κελαδήσωμεν. Σήμερον γὰρ ὁ Δεσπότης ἡμῶν Χριστὸς πρὸς τὸν πατρῷον θρόνον ἀνέρχεται· σήμερον ὁ σωματωθεὶς τῷ Πατρὶ συγκαθέζεται, οὔτε πρότερον χωρισθεὶς, οὔτε νῦν ἐν πρώτοις αὐτῷ συγκαθήμενος· ἀεὶ γὰρ ἐν τοῖς κόλποις τοῦ Πατρὸς ἀναπαύεται· μόνος τὸν Πατέρα χωρῶν, καὶ ὑπὸ τοῦ Πατρὸς μόνος χωρούμενος· Ἐγὼ γὰρ, φησὶν, ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί· καὶ ὁ Λόγος ἐν τῷ Πατρὶ, καὶ ὁ Λόγος ἐν τῇ γῇ. Οὔτε δὲ κατελθὼν ὡς οὐδὲν τὸν πατρῷον κόλπον ἐκένωσεν· οὔτε εἰς οὐρανοὺς ἀνελθὼν, ἔρημον τὴν γῆν τῆς αὑτοῦ παρουσίας κατέλειπεν· ἀλλὰ καὶ τοῖς ἀνθρώποις συναναστρεφόμενος, τῷ Πατρὶ συνεκάθητο, καὶ τῷ Πατρὶ συγκαθήμενος, ὑπάρχει τῶν ἀνθρώπων ἀχώριστος.

Ἰδοὺ γὰρ ἐγὼ, φησὶ, μεθ᾽ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος. Σήμερον ὁ Δεσπότης Χριστὸς ἐκ τῶν ἀνθρώπων εἰς οὐρανοὺς ἀναφέρεται, οὐ κατὰ τὸν Ἐνὼχ μεθιστάμενος, οὐ κατὰ τὸν Ἠλίαν ἅρματι πυρὸς πρὸς οὐρανὸν ἀνερχόμενος· ἀλλ᾽ ἀναλαμβάνεται, ἵνα πέμψῃ τοῖς μαθηταῖς τὴν τοῦ ἁγίου Πνεύματος δύναμιν.