Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν ἀνάληψιν

Ἰωάννης ὁ Χρυσόστομος

Ανασκόπηση της ιστορίας της θείας οικονομίας

Ανάπτυξη του ψαλμικού στίχου περί της ανόδου του Θεού με αναφορά στα πρόσωπα της Παλαιάς και της Καινής Διαθήκης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 3

Ταύτης τῆς ἀναλήψεως τὴν χαρὰν πρὸ πολλῶν γενεῶν Δαυῒδ θεασάμενος, προανεφώνησε λέγων· Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ, ὁ τὸν Ἀδὰμ διαπλάσας ἐκ κόνεως, ὁ τὸν Ἄβελ δικαιώσας, καὶ τὸν Ἐνὼχ μεταθέμενος. Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ, ὁ τὸν Νῶε κυβερνήσας, καὶ πιστὸν τὸν Ἀβραὰμ ἐκλεξάμενος. Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ, ὁ τὸν Ἰσαὰκ ἄθυτον θυσίαν δεξάμενος, καὶ τὸν Ἰακὼβ πληρώσας εὐλογιῶν. Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ, ὁ τὸν Ἰωσὴφ ὁδηγήσας πλανώμενον, καὶ τὴν ὑπομονὴν τοῦ Ἰὼβ προσδεξάμενος, Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ, ὁ δοξάσας τὸν Μωϋσῆν, καὶ τὴν ἀρχιερωσύνην τῷ Ἀαρῶνι χαρισάμενος.

Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ, ὁ τὸν Ἰησοῦν τὸν Ναυῆ ἐνισχύσας, καὶ τὸν προφήτην τῷ Σαμουὴλ δωρησάμενος. Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ, ὁ τὸν Δαυῒδ δυναμώσας, καὶ τὸν Σολομῶντα σοφίσας. Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ, ὁ τοὺς προφήτας ἐμπνεύσας, καὶ τοῖς ἀποστόλοις τὰς τῶν ἰαμάτων δωρεὰς χαρισάμενος. Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ, ὁ ἄνω ἀμήτωρ, καὶ κάτω ἀπάτωρ. Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ, τὸ τοῦ Πατρὸς προαιώνιον γέννημα, καὶ τῆς Παρθένου μητρὸς τὸ ἀφύτευτον βλάστημα.