Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν ἀνάληψιν

Ἰωάννης ὁ Χρυσόστομος

Το μυστήριο της Αναλήψεως και η θεία Οικονομία

Ερμηνεία της ανόδου του Σωτήρος στους ουρανούς, αναφορά στα θαύματα της θείας Οικονομίας και σύγκριση με την ανάληψη του προφήτη Ηλία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 1 από 3

ΕΙΣ ΤΗΝ ΑΝΑΛΗΨΙΝ Τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Ὁμιλία αʹ. Τρία παράδοξα θαύματα ἐξ ἀρχῆς χρόνου οὐ γνώριμα, τὴν φύσιν αὐτὴν ὑπερακοντίζοντα τὴν ἡμετέραν συνέπλεξαν, ἀῤῥαγῆ καὶ ἀσάλευτα μένοντα· τρίπλοκον γὰρ σχοινίον ταχὺ οὐ διαῤῥήσσεται. Ταῦτα δέ ἐστιν ἀνυμφεύτου μητρὸς ὠδὶς, τριημέρου πάθους ἀνάστασις, σαρκὸς εἰς οὐρανοὺς ἀνάληψις. Οἶδεν ὁ χρόνος στείρας τικτούσας, ἀλλ᾽ οὐ γαμικῆς συναφείας ἐκτός· οἶδε νεκροὺς ἀναβιώσαντας, ἀλλ᾽ οὐχὶ εἰς ζωὴν ἀτελεύτητον· οἶδε προφήτην ἀναλαμβανόμενον, ἀλλ᾽ ὡς εἰς οὐρανόν· τὸ, ὡς, τῆς ἀληθείας δεύτερον.

Ὁ μὲν γὰρ Ἠλίας τόπον ἐκ τόπου ἤμειψεν, ὁ δὲ Σωτὴρ ἀνῆλθεν, ὅθεν κατῆλθεν, πολλῶν θεωμένων ἀνδρῶν καὶ γυναικῶν, ἄχρις οὗ τὸ βλέμμα πρὸς ὕψος ἀτενίζον ἠτόνησεν, ἀγγέλων ἐπιμαρτυρούντων τῇ θέᾳ, καὶ τὴν δευτέραν καταμηνυόντων ἔλευσιν, Καὶ ἰδοὺ, φησὶν, ἄνδρες δύο παρειστήκεισαν αὐτοῖς ἐν ἐσθῆτι λευκῇ, οἳ καὶ εἶπον· Ἄνδρες Γαλιλαῖοι, τί ἑστήκατε ἐμβλέποντες εἰς τὸν οὐρανόν; καὶ τὰ ἑξῆς.