Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν ἀνάστασιν τοῦ κυρίου

Ἰωάννης ὁ Χρυσόστομος

Προοίμιο και θεολογικός συμβολισμός της Ανάστασης

Εισαγωγή στον εορτασμό της Ανάστασης και αντιπαραβολή των τύπων της Παλαιάς Διαθήκης με τη νέα χάρη.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 1 από 3

Τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἰωάννου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ Χρυσοστόμου λόγος εἰς τὴν ἀνάστασιν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Λαμπρὰ τῆς δεσποτικῆς ἀναστάσεως τὰ σύμβολα· πέπαυται δόλος καὶ φθόνος ἐξώρισται, καταπεπάτηται μάχη, εἰρήνη τιμᾶται καὶ διαλέλυται πόλεμος. Οὐκέτι πενθοῦμεν Ἀδὰμ τὸν πρωτόπλαστον ἀλλὰ τὸν δεύτερον Ἀδὰμ δοξάζομεν, οὐκέτι τὴν παραβᾶσαν ὀνειδίζομεν Εὕαν ἀλλὰ τὴν θεοτόκον Μαρίαν μακαρίζομεν, οὐκέτι τὸ ξύλον ἀποστρεφόμεθα ἀλλὰ τὸν σταυρὸν τοῦ κυρίου βαστάζομεν, οὐκέτι τὸν ὄφιν φοβούμεθα ἀλλὰ τὸ Πνεῦμα τὸ ἅγιον δυσωποῦμεν, οὐκέτι εἰς γῆν κατερχόμεθα ἀλλ᾽ εἰς οὐρανοὺς ἀνατρέχομεν, οὐκέτι ἔξω τοῦ παραδείσου γινόμεθα ἀλλ᾽ ἐν τοῖς κόλποις τοῦ Ἀβραὰμ αὐλιζόμεθα, οὐκέτι ἀκούομεν ἰουδαϊκῶς «νυκτὶ ὡμοίωσα» τὴν ἡμέραν σου ἀλλὰ ψάλλομεν πνευματικῶς· «Αὕτη ἡ ἡμέρα ἣν ἐποίησεν ὁ κύριος, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.» Διὰ τί; ὅτι οὐκέτι ὁ ἥλιος σκοτίζεται ἀλλὰ πάντα φωτίζεται, οὐκέτι τὸ καταπέτασμα ῥήγνυται ἀλλ᾽ ἡ ἐκκλησία γνωρίζεται, οὐκέτι βαΐα τῶν φοινίκων βαστάζομεν ἀλλὰ τοὺς νεοφωτίστους περιφέρομεν. «Αὕτη ἡ ἡμέρα ἣν ἐποίησεν ὁ κύριος· ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.» Αὕτη ἡ ἡμέρα, αὕτη καὶ οὐκ ἄλλη· μία γὰρ βασίλεια καὶ οὐ πολλαὶ τυραννίδες.