Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν ἀνάστασιν τοῦ κυρίου

Ἰωάννης ὁ Χρυσόστομος

Οι σωτηριολογικές δωρεές του πάθους και η αντίθεση με τους Ιουδαίους

Ρητορική αντιπαραβολή ανάμεσα στις ενέργειες των Ιουδαίων και τα εσχατολογικά αγαθά που προέκυψαν για τους χριστιανούς από τη σταυρική θυσία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 4 από 5

Τί οὖν ὁ Δαβίδ; Ποθῶ μεθ᾽ ὑμῶν πάλιν εἰπεῖν· Αὕτη ἡ ἡμέρα ἣν ἐποίησεν ὁ κύριος, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ. Ὄντως εὐφροσύνης ἀνάμεστος ἡ παροῦσα ἡμέρα. Διὰ τί εὐφροσύνης ἀνάμεστος; Ὅτι ἐν ταύτῃ τῇ ἡμέρᾳ τὸν ᾅδην ἔφραξε καὶ τὸν οὐρανὸν ἀνέῳξεν, τὸν ᾅδην ἐσκύλευσε καὶ ζωὴν ἀνέθαλεν, τὸν διάβολον ἔδησε καὶ τὸν Ἀδὰμ ἀπέλυσεν, τὴν φλογίνην ῥομφαίαν μετέστησε καὶ τοῦ πιστεύσαντος λῃστοῦ τὴν ψυχὴν τῷ ζωοποιῷ ξύλῳ εἰς τὸν παράδεισον εἰσήγαγεν, τοὺς κριοὺς καὶ τοὺς θεοὺς ἐφυγάδευσε καὶ τὸν λογικὸν ἀμνὸν μελίζεσθαι παρεσκεύασεν. Καὶ τίς τούτου μάρτυς; Ὁ Παῦλος βοῶν· Τὸ πάσχα ἡμῶν ὑπὲρ ἡμῶν ἐτύθη Χριστός. Ὥστε ἑορτάζομεν μὴ ἐν ζύμῃ παλαιᾷ μηδὲ ἐν ζύμῃ κακίας καὶ πονηρίας, ἀλλ᾽ ἐν ἀζύμοις εἰλικρινείας καὶ ἀληθείας. Τὸ χριστόγευστον πάθος ἑορτάζειν προσετάχθημεν, οὐχὶ δὲ ἐν ἀζύμοις ἰουδαϊκῆς πονηρίας. Ἐπειδὴ ἄλλα μὲν Ἰουδαῖοι μετέρχονται, ἄλλα δὲ ἡμεῖς· ἐκεῖνοι τὴν πονηρίαν ἡμεῖς τὴν εὐλογίαν.

Ἄλλα ἐκεῖνοι περὶ τὸν δεσπότην Χριστόν· ἐκεῖνοι ἔσφαξαν ἡμεῖς ὀψωνήσαμεν, ἐκεῖνοι τὴν πλευρὰν διώρυξαν ἡμεῖς τὸ μυστικὸν γάλα ἠντλήσαμεν, ἐκεῖνοι τὸ ὄξος ἡμεῖς τὸ αἷμα, ἐκεῖνοι τὴν χολὴν ἡμεῖς δὲ τὴν γλυκύτητα, ἐκεῖνοι τὸν τάφον ἡμεῖς δὲ τὸν οὐρανόν, ἐκεῖνοι τὸν λίθον ἡμεῖς τὸν θρόνον, ἐκεῖνοι τὴν σφραγίδα ἡμεῖς τὸν θησαυρόν, ἐκεῖνοι τὴν στρατιωτικὴν κουστωδίαν ἡμεῖς δὲ τὴν ἀγγελικὴν προεδρίαν, ἐκεῖνοι τὸν Πιλᾶτον ἡμεῖς τὸν Παῦλον, ἐκεῖνοι τὸν Βαραββᾶν ἡμεῖς τὸν Ἀβραάμ.

Αὕτη ἡ ἡμέρα ἣν ἐποίησεν ὁ κύριος, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ, ὅτι οἱ λογικοὶ ἄρνες τῇ δεσποτικῇ φάτνῃ παριστάμενοι τὸ τοῦ κυρίου σῶμα χλοάζονται. Οἱ ἄνθρωποι γεγόνασιν ἄγγελοι, οἱ δοῦλοι ἐλεύθεροι, οἱ στρατιῶται βασιλεῖς, οἱ τὴν τοῦ Ἀδὰμ μηλωτὴν περιφέροντες τὴν βασιλικὴν χλαῖναν περιβέβληνται.