Ἔργον
Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν ἀνάστασιν τοῦ κυρίου
Το μήνυμα της Ανάστασης και η χαρά για τους νεοφωτίστους
Η εμφάνιση του αναστάντος Χριστού στις Μυροφόρους και η αγαλλίαση της Εκκλησίας για την πνευματική καρποφορία των νέων μελών της.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Το μήνυμα της Ανάστασης και η χαρά για τους νεοφωτίστους
Η εμφάνιση του αναστάντος Χριστού στις Μυροφόρους και η αγαλλίαση της Εκκλησίας για την πνευματική καρποφορία των νέων μελών της.
Τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἰωάννου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ Χρυσοστόμου λόγος εἰς τὸ ἅγιον πάσχα καὶ εἰς τὰς μυροφόρους καὶ εἰς τοὺς νεοφωτίστους καὶ εἰς τὸ Ἐν ἀρχῇ ἦν ὁ λόγος Πάντοτε μὲν χαίρειν πάρεστι τῇ καθ᾽ ἡμᾶς τοῦ Χριστοῦ ἐκκλησίᾳ, πολλῷ δὲ μᾶλλον ἐν τῇ παρούσῃ τῆς ἡμέρας μυριοφώτῳ λαμπαδουχίᾳ, ὅτε καὶ αὐτὸς ὁ τῶν ὅλων δεσπότης Χριστός, ὁ τῆς δικαιοσύνης ἥλιος, ἐκ τῶν ταφιαίων νυμφικῶν θαλάμων ἀνατείλας τῇ ἀναστάσει πρὸ πάντων τὸ τῶν γυναικῶν φῦλον ἀκτινοβόλησε φήσας πρὸς αὐτάς· Χαίρετε. Πρώτη φωνὴ τῆς ἀναστάσεως χαίρετε· ὁ φόβος ἐχώσθη καὶ ἡ χάρις ἐδόθη. Πρώτη φωνὴ τῆς ἀναστάσεως χαίρετε· καὶ πρὸ πάντων γυναιξὶ συνήντησε καὶ πρὸς αὐτὰς ὁ κύριος εἶπεν· Ταχὺ πορευθεῖσαι εἴπατε τοῖς μαθηταῖς μου ὅτι ἀνέστην ἀπὸ τῶν νεκρῶν καὶ προάγω ὑμᾶς εἰς τὴν Γαλιλαίαν, ἐκεῖ με ὄψεσθε. Γυναιξὶ συνήντησεν, ὅπου γὰρ ἐπλεόνασεν ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ χάρις. Ὢ τῆς τοῦ κυρίου σοφῆς πραγματείας. Οὐκ ἀπέστειλε πρὸς τοὺς μαθητὰς οὐκ ἄγγελον, οὐκ αὐτὸς παραγέγονεν, ἀλλὰ γυναῖκας ἀπέστειλεν· καὶ οὐχ ἁπλῶς γυναῖκας, ἀλλὰ πιστὰς γυναῖκας, τὰς αὐτοῦ στρατιώτιδας.
Ταύτας ἀπέστειλε πρὸς τοὺς μαθητὰς ὁμοῦ καὶ χαροποιῶν καὶ ὀνειδίζων· χαροποιῶν μὲν ὅτι ἀνέστη ἐκ νεκρῶν ὁ ἐν νεκροῖς ἐλεύθερος, ὀνειδίζων δὲ ὅτι ἄνδρες ὄντες οἱ μαθηταὶ τῇ δειλίᾳ κατεκρύπτοντο καὶ γυναῖκες τῇ παρρησίᾳ φαιδρυνθεῖσαι τὴν ἀνάστασιν εὐηγγελίζοντο.
Ὄντως οὖν εὔκαιρον εἰπεῖν καὶ τὴν παροῦσαν ἐκκλησίαν διὰ τὴν τῶν ἀναγεννηθέντων πνεύματι πολυτοκίαν· Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία, ἅ μοι ἔδωκεν ὁ θεός. Παιδία τοὺς νεοφωτίστους καλῶ διὰ τὸ ἄκακον λοιπὸν τῆς διαθέσεως, παιδία ὡς γαλακτιζόμενα τὸ τοῦ κυρίου γάλα. Οὐ μόνον δὲ παιδία, ἀλλὰ καὶ νεφέλαι καὶ περιστεραὶ τὸ τῶν νεοφωτίστων τάγμα προσαγορεύεται. Καὶ τίς τούτου μάρτυς; Ἠσαΐας ὁ προφήτης. Ἄκουσον αὐτοῦ λέγοντος· Τίνες οἵδε ὡς νεφέλαι πέτανται καὶ ὡς περιστεραὶ σὺν νεοσσοῖς; Καὶ διὰ τί νεφέλαι καὶ περιστεραὶ οἱ νεοφώτιστοι; Νεφέλαι διὰ τὸ τῆς γῆς χωρισθῆναι, διὰ τὸ περιπολεῖν τὸν ἀέρα, διὰ τὸ τὰ ἐπουράνια ζητεῖν, διὰ τὸ φέρειν τὸν νοητὸν ὑετὸν τὸν κατελθόντα ἐπὶ τὸν νοητὸν πόκον. Περιστεραὶ ὡς ἀπωθούμεναι τὸν διαβολικὸν κόρακα, περιστεραὶ ὡς τὸ κάρφος τῆς εὐσεβείας ἐν τῷ στόματι φέροντες. Οὕτως καὶ ἕτερος προφήτης κέκραγε λέγων· Εὐφράνθητι, στεῖρα ἡ οὐ τίκτουσα, ῥῆξον καὶ βόησον, ἡ οὐκ ὠδίνουσα, ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα. Ἔρημος ἤκουσεν ἡ ἐξ ἐθνῶν ἐκκλησία, πρὸ τῆς συναφείας τοῦ δεσπότου Χριστοῦ ἔρημος ἦν ὡς μὴ ἔχουσα τὸν φοίνικα τῆς δικαιοσύνης, ὡς μὴ κεκτημένη τὴν σταυρικὴν ἀναδενδράδα. Ἀλλ᾽ ἡ ἔρημος γέγονεν ἔγκαρπος οὐ φυσικῶς προκόψασα, ἀλλὰ θεϊκῶς καρποφορήσασα, ὡς δύνασθαι λέγειν· Ἐγὼ δὲ ὡς ἐλαία κατάκαρπος ἐν τῷ οἴκῳ τοῦ θεοῦ.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.