Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν ἀνάστασιν τοῦ κυρίου

Ἰωάννης ὁ Χρυσόστομος

Η μετάβαση από τον Νόμο στη Χάρη και ο εορτασμός της Εκκλησίας

Θεολογική σύγκριση της Παλαιάς και της Καινής Διαθήκης και αλληγορική ανάλυση της εορτής και της Εκκλησίας ως παρισταμένης βασίλισσας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 5

Καθολικὴν ἑορτὴν πανηγυρίζομεν σήμερον, ὁμοῦ καὶ τὸν νόμον πληροῦντες καὶ τὴν χάριν κυροῦντες, ὅτι ὁ νόμος διὰ Μωσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο. Ὅπου δοῦλος ἐκεῖ τὸ ἐδόθη, ὅπου ἐλεύθερος ἐκεῖ τὸ ἐγένετο, ὅτι ὁ δοῦλος μὲν διακονεῖ, ὁ δεσπότης δὲ αὐθεντεῖ. Καὶ πάλιν· Πλήρωμα νόμου Χριστὸς εἰς δικαιοσύνην παντὶ τῷ πιστεύοντι. Ὁ νόμος ἐπληρώθη, ἡ χάρις ἀντεισήχθη· ὁ ἰουδαϊκὸς λαὸς ἐπαλαιώθη, ὁ χριστιανικὸς λαὸς ἀνεκαινίσθη. Διὸ περὶ μὲν ἐκείνου εἴρηται· Τὸ παλαιούμενον καὶ γηράσκον ἐγγὺς ἀφανισμοῦ, περὶ δὲ τούτου· Ἀνακαινισθήσεται ὡς ἀετοῦ ἡ νεότης σου. Ἐκεῖ ἡ σκιὰ ὧδε ἡ ἀλήθεια, ἐκεῖ τὰ ἄζυμα ὧδε ὁ ἄρτος, ἐκεῖ ἡ περιτομὴ ὧδε ἡ σφραγίς, ἐκεῖ ἡ κιβωτὸς ὧδε ἡ παρθένος, ἐκεῖ αἱ πλάκες ὧδε τὰ εὐαγγέλια, ἐκεῖ ἡ στάμνος ὧδε τὸ θυσιαστήριον, ἐκεῖ ἡ ῥάβδος Ἀαρὼν ἀνθήσασα κάρυα ὧδε ἡ σταυρικὴ βακτηρία λῃστὴν εἰς παράδεισον καρποφορήσασα, ἐκεῖ ἡ ἔρημος ὧδε ὁ παράδεισος, ἐκεῖ ἡ γῆ τῆς ἐπαγγελίας ὧδε ἡ κληρονομία τῆς τῶν οὐρανῶν βασιλείας. Διὸ καὶ οὐρανοῦ τάξιν τὰ παρόντα μιμεῖται τῇ τῶν νεοφωτίστων ἀστρολαμψίᾳ· καὶ ἄνω ἀστέρες καὶ κάτω ἀστέρες. Οὐρανὸς ἡμῖν σήμερον ἡ γῆ, οὐ τῆς τοποθεσίας ἀμειφθείσης ἀλλὰ τῆς προτέρας εὐλογίας διαδοθείσης.

Οὐκέτι τὸ τῆς ἔχθρας μεσότοιχον κρατεῖ, ἀλλὰ τὸ τῆς φιλίας ἐνέχυρον δεξιοδεκτεῖ· οὐκέτι ἀκούομεν· Γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ, ἀλλ᾽ Ἡμῶν τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει.

Ὄντως οὖν εὔκαιρον εἰπεῖν ἀρτίως ὑποψάλλοντας· Αὕτη ἡ ἡμέρα ἣν ἐποίησεν ὁ κύριος, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ. Ἀγαλλιασώμεθα ὅτι τὰ ἀγάλματα τῶν εἰδώλων συνετρίβη καὶ τὰ ἅγια τῶν ἁγίων ἐδόθη· εὐφρανθῶμεν ὅτι ἡ λύπη τῆς Εὔας ἐσβέσθη καὶ ἡ χαρὰ τῆς παρθένου ἀνήφθη. Αὕτη ἡ ἡμέρα ἣν ἐποίησεν ὁ κύριος. Τί αὐτὴν ἐποίησεν; Βασίλισσαν τῶν ἄλλων ἡμερῶν. Διὸ καὶ ὁ Δαβὶδ περὶ αὐτῆς πρὸς τὸν βασιλέα Χριστὸν κέκραγε λέγων· Παρέστη ἡ βασίλισσα ἐκ δεξιῶν σου ἐν ἱματισμῷ διαχρύσῳ περιβεβλημένη πεποικιλμένη.

Καὶ τί διάχρυσον ἱμάτιον; Τὸ τῆς πίστεως ἔνδυμα, χρυσὸς γὰρ ἡ πίστις διὰ τὸ ἀπαραχάρακτον τοῦ βαπτίσματος. Παρέστη ἡ βασίλισσα ἐκ δεξιῶν σου περιβεβλημένη πεποικιλμένη. Τί περιβεβλημένη; Τὸ τῆς εὐσεβείας ἀπαλαίωτον θέριστρον. Τί πεποικιλμένη; Τὴν τῶν δογμάτων ποικιλόγλωττον εὐπρέπειαν.