Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν ἀνάστασιν τοῦ κυρίου

Ἰωάννης ὁ Χρυσόστομος

Η αιωνιότητα του ακτίστου Λόγου και η αναίρεση του αρειανισμού

Ερμηνευτική προσέγγιση του ευαγγελικού προλόγου του Ιωάννη για την απόδειξη της προαιωνιότητας του Λόγου έναντι των αρειανικών θέσεων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 3 από 5

Αὕτη ἡ ἡμέρα ἣν ἐποίησεν ὁ κύριος, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ· οὐκ οἴνῳ μεθύσκοντι ἀλλὰ λόγῳ πρὸς κατάνυξιν ἄγοντι. Λογικοὶ τυγχάνοντες λόγον εὐφροσύνης προσδεξώμεθα. Καὶ τίς ὁ εὐφραντικὸς λόγος; Αὐτὸς ὁ θεὸς λόγος, ὁ ἡμᾶς μὲν εὐφραίνων αἱρετικοὺς δὲ μαστίζων. Ἤκουσας ἀρτίως Ἰωάννου βοῶντος· Ἐν ἀρχῇ ἦν ὁ λόγος καὶ ὁ λόγος ἦν πρὸς τὸν θεὸν καὶ θεὸς ἦν ὁ λόγος.

Τί ἐροῦσιν αἱρετικῶν παῖδες, οἱ ἄλογοι τὴν θρησκείαν; Ἐν ἀρχῇ ἦν ὁ λόγος· μή που κτίσμα, μή που ποίημα, μή που ὑπεξούσιον, μή που ἄτονον, μή που τὸ οὐκ ἦν. Ἰωάννης τὸ ἦν καὶ Ἄρειος τὸ οὐκ ἦν. Τίνι πεισθῶ; Ἰωάννῃ τῷ ἀνακλιθέντι ἐπὶ τὸ στῆθος τοῦ κυρίου ἢ Ἀρείῳ τῷ ἀθρῶον εἰς κοπρώδεις ἀποψύξαντι τόπους διὰ τὴν εἰς τὸν υἱὸν τοῦ θεοῦ βλασφημίαν. Ἐν ἀρχῇ ἦν ὁ λόγος· οὐκ εἶπεν ἐγένετο, ἵνα μὴ γένεσιν θεότητος εἰσαγάγῃ· ἀγενεσιούργητος γὰρ τῆς θεότητος ἡ ὕπαρξις οὐδὲ ἀρχὴν ἡμερῶν ἔχουσα οὐδὲ ζωῆς τέλος, μένει δὲ κατὰ ταὐτὰ καὶ ὡσαύτως ἔχουσα· μεταβολὴν γὰρ ἡ θεία φύσις οὐκ ἐπιδέχεται.