Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν ἀνάστασιν τοῦ κυρίου

Ἰωάννης ὁ Χρυσόστομος

Η γενναιότητα των Μυροφόρων και τα σημεία του μνήματος

Έπαινος του ανδρείου φρονήματος των γυναικών, σύγκριση των σεισμών του Πάθους με εκείνους της Αναστάσεως και θεολογικός σχολιασμός για την αποκύλιση του λίθου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 3

Ὀψὲ σαββάτων τῇ ἐπιφωσκούσῃ εἰς μίαν σαββάτων. Ταύτης πρώην ἐπήκουες τῆς φωνῆς· ἐν τῇ φοβερᾷ νυκτὶ, μᾶλλον δὲ ἐν τῷ μεγάλῳ φωτὶ, Ἦλθε Μαρία ἡ Μαγδαληνὴ καὶ ἡ ἄλλη Μαρία θεωρῆσαι τὸν τάφον. Ἀγαθὴ τῶν γυναικῶν ἡ σπουδὴ, εὐαγγελικὸς τῶν ἀπαντηθεισῶν γυναικῶν ὁ δρόμος, αὐτῶν δηλῶν ἀνδρεῖον τὸ φρόνημα. Τάχα δὲ τῶν ἀποστόλων εὐφημότερα τῶν εὐολίσθων τὰ βήματα. Οἱ μὲν γὰρ πεφευγότες οἴκοι μετὰ δέους ἐκρύπτοντο· αἱ δὲ καταδραμοῦσαι θαρσαλέως ἐπὶ τὸν τάφον, τὸν ἐν νεκροῖς ἐθρήνουν ἐλεύθερον, εὐγνώμονι πίστει τὸν φιλόχριστον πληροῦσαι σκοπόν. Οὐκ ἐφοβήθησαν Ἰουδαίους, οὐκ ἐνενόησαν τοὺς τηροῦντας, οὐκ ἐλογίσαντο τῶν σταυρωσάντων τὴν ἀκμάζουσαν ἔτι μανίαν, οὐ τῶν προσεδρευόντων τὴν πρόχειρον πρὸς ὕβρεις ἀναίδειαν, οὐδὲν κατ᾽ ἐνθύμησιν μελετήσασαι τῶν δεινῶν· ἀλλ᾽ ὡς ἐπὶ θυσιαστηρίου τοῦ μνήματος μετὰ δακρύων προσήρχοντο, ἐκεῖ κλαίουσαι, ὅθεν ὁ τὰς τῆς Εὔας λύπας παύσας ἐγήγερτο, ὅπου πᾶς ὁ κόσμος ἤμελλεν ἑορτάζειν· Καὶ ἰδοὺ σεισμὸς ἐγένετο μέγας. Ἄγγελος γὰρ Κυρίου καταβὰς ἐξ οὐρανοῦ προσελθὼν ἀπεκύλισε τὸν λίθον ἀπὸ τῆς θύρας τοῦ μνημείου, καὶ ἐκάθισεν ἐπάνω αὐτοῦ. Εἰ καταβάντος ἀγγέλου σεισμὸς ἐγένετο μέγας, πῶς, σταυρουμένου τοῦ τῶν ἀγγέλων Δεσπότου, ἐπὶ τοῖς τολμωμένοις ἡ γῆ δικαίως οὐκ ἐσαλεύετο;

Τίνος δὲ χάριν ἐπὶ τοῦ πάθους σεισμὸς, καὶ ἐπὶ τῆς ἀναστάσεως πάλιν σεισμός; Φόβος φόβῳ συνάπτεται, ἵνα τοῦ θανάτου παντελῶς ἀνατραπῇ τὰ θεμέλια. Σεισμὸς ἐγένετο μέγας, ἔτρεμον λίθοι, καὶ ἐχόρευον Ἰουδαῖοι.

Ἀλλ᾽ ἣν ἐνόμισαν ἑορτὴν ἄγειν, ταύτην διηνεκῆ κατηφείας ὑπόθεσιν ἔλαβον. Διεχειρίσαντο τὸν ἀμνὸν, ἀλλ᾽ ἀπώλεσαν τοὺς βωμούς· ἀνήλωσαν τὸν κληρονόμον, ἀλλὰ τῆς διαθήκης ἐξέπεσαν· διεμερίσαντο τὰ ἱμάτια, ἀλλ᾽ ἐστερήθησαν τῶν θαυμάτων· ἐσφράγισαν τὸν τάφον, ἀλλ᾽ ἐζημιώθησαν τὸν ναόν. Σεισμὸς ἐγένετο μέγας· Ἄγγελος γὰρ Κυρίου καταβὰς ἐξ οὐρανοῦ, προσελθὼν ἀπεκύλισε τὸν λίθον ἀπὸ τῆς θύρας τοῦ μνημείου. Τί τοῦτο, ὦ ἄγγελε; ὡς δορυφόρος τοῦ ἀναστάντος βασιλέως ἐξ ὕψους κατέδραμες; ἦλθες ψυχαγωγῆσαι θρηνοῦντα τὰ γύναια; ἦλθες συνευφρανθῆναι τῶν ἀνθρώπων τῷ γένει; Ἔασον παρακεῖσθαι τὸν λίθον τοῦ μνήματος. Τί σαλεύεις, ὃν οὐκ ἐκίνησε προσελθοῦσα ἡ πέτρα; Ὡς ἐτέχθη ἐκ μήτρας, οὕτω προῆλθεν ἐκ μνήματος· οὐ γὰρ ἐνώχλησε τῆς παρθενίας τοῖς κλείθροις τικτόμενος, οὐκ ἐκίνησε τὸν λίθον, ὃν ἐφύλαξε. Τὸν τάφον μετὰ τοῦ λίθου ἐσφραγισμένον κατέλιπεν.