Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν ἀνάστασιν τοῦ κυρίου

Ἰωάννης ὁ Χρυσόστομος

Η πνευματική πανήγυρις και η αρμονία της εκκλησιαστικής συνάξεως

Προτροπή σε πνευματική αγαλλίαση, ανάδειξη της κοινής υμνωδίας των πιστών και θεολογική ερμηνεία της Εκκλησίας ως νέου παραδείσου μέσω του μυστηρίου του βαπτίσματος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 3

Αὕτη ἡ ἡμέρα ἣν ἐποίησεν ὁ κύριος, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ· εὐφρανθῶμεν αἰσθητῶς καὶ νοητῶς. Αὕτη ἡ ἡμέρα, αὕτη καὶ οὐκ ἄλλη, μία γὰρ βασίλισσα καὶ οὐ πολλαὶ τυραννίδες. Αὕτη ἡ ἡμέρα ἣν ἐποίησεν ὁ κύριος, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ· μὴ εἰς καπηλεῖα τρέχοντες ἀλλ᾽ εἰς μαρτύρια σπεύδοντες, μὴ μέθην τιμῶντες ἀλλὰ συμμετρίαν ἀγαπῶντες, μὴ ἰουδαϊκῶς σκιρτῶντες ἀλλ᾽ ἀποστολικῶς τρυφῶντες, μὴ ἐν ταῖς ἀγοραῖς παίζοντες ἀλλ᾽ ἐν τοῖς οἴκοις ψάλλοντες· εὐθυμεῖ τις, φησὶν ὁ Ἰάκωβος, ψαλλέτω. Ἀναστάσεως ἡ παροῦσα ἡμέρα, οὐχὶ ὕβρεως· οὐδεὶς ὀρχούμενος εἰς οὐρανοὺς ἀναβαίνει, οὐδεὶς μεθύων βασιλεῖ παρίσταται. Αὕτη ἡ ἡμέρα ἣν ἐποίησεν ὁ κύριος, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ. Ταύτην τὴν εὐωχίαν ἐκ πολλῶν χρόνων ὁ προφήτης Δαβὶδ κατανοήσας καὶ ἐν ἑτέρῳ ψαλμῷ λέγει· Πάντα τὰ ἔθνη κροτήσατε χεῖρας, ἀλαλάξατε τῷ θεῷ ἐν φωνῇ ἀγαλλιάσεως. Διὰ τί; Ὅτι ὁ ἰουδαϊσμὸς ἀπώσθη καὶ χριστιανισμὸς προσετέθη. Πάντα τὰ ἔθνη κροτήσατε χεῖρας, ὅτι οἱ μακρὰν ἐγγὺς ἐγενήθημεν. Πάντα τὰ ἔθνη κροτήσατε χεῖρας, ὅτι δεσποτικῷ αἵματι ἠγοράσθητε, ὅτι κατεπατήσατε τὸ κράτος τοῦ θανάτου, ὅτι ἄνθρωποι τῇ φύσει ὄντες θεοὶ τῇ χάριτι κληρούμεθα.

Τῇ ἐκκλησίᾳ πρέπει ἑορτάζειν, τῇ κατ᾽ εἰκόνα τοῦ ἐν Ἐδὲμ παραδείσου φυτουργηθείσῃ· ὧδε τὸ ξύλον τῆς ζωῆς ἐν τῷ θυσιαστηρίῳ ἐρρίζωται, ὧδε τεσσάρων εὐαγγελικῶν ποταμῶν χριστόβρυτος μία πηγή, ὧδε τὸ τῆς παρθενίας ἀμάραντον ῥόδον, ὧδε τὸ τῆς εὐποιΐας ἀείζωον ἴον, ὧδε τὸ τῆς συζυγίας τῆς νομικῆς βοτρυοφόρον κλῆμα, ὧδε τὸ τῶν νεοφωτίστων λευκοφανὲς κρίνον κατὰ τὸ φάσκον ῥητόν· Ἀγαλλιάσθω ἡ ἔρημος καὶ ἀνθείτω ὡς κρίνον. Ἔρημος ἦν ποτε ἡ ἐξ ἐθνῶν ἐκκλησία πρὸ τῆς δεσποτικῆς ἀναστάσεως, ἀλλ᾽ ἡ τῆς σαρκὸς τοῦ κυρίου ἀνάστασις τὴν ἔρημον πολύτεκνον ἀνέδειξεν, τὴν ἄκαρπον εἰς ἀφυλλορρόητον τῆς εὐκαρπίας δένδρον μετέβαλεν, τὴν ἄβατον βάσιμον εἰργάσατο. Καὶ ταῦτα ὁ προφήτης Ἠσαΐας προθεωρήσας τῷ πνεύματι ἔλεγεν· Εὐφράνθητι στείρα ἡ οὐ τίκτουσα, ῥῆξον καὶ βόησον ἡ οὐκ ὠδίνουσα, ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα.

Λάμπει πανταχοῦ ἡ τῶν νεοφωτίστων περιδρομὴ καὶ πάντες ἑορτάζομεν. Ἡμεῖς εὐφραινόμεθα, ἡμεῖς τὸ κυριακὸν πάσχα σαλπίζομεν πειθόμενοι Παύλῳ βοῶντι· Καὶ γὰρ τὸ πάσχα ἡμῶν ὑπὲρ ἡμῶν ἐτύθη Χριστός. Ἡ σκιὰ παρῆλθεν, ἡ ἀλήθεια ἔλαμψεν· ὁ νόμος ἐπαύθη, ἡ χάρις ὑψώθη· ἡ πληγὴ τῆς περιτομῆς ἐτάφη, ἡ σφραγὶς τοῦ βαπτίσματος ἐζωοποιήθη. Οὐκέτι ἡ ἅλμη τῆς Ἐρυθρᾶς θαλάσσης, ἀλλ᾽ ἡ γλυκύτης τῆς ἱερᾶς κολυμβήθρας διαυγάζει· οὐκέτι ἡ ἀδελφὴ Μωϋσέως τὸ τύμπανον τινάσσει, ἀλλ᾽ ἡ ἐκκλησία τὸ εὐαγγέλιον ὑποδεικνύει· οὐκέτι ἡ νὺξ τῆς ἀγνωσίας, ἀλλὰ τὸ φῶς τῆς θεογνωσίας, καθὼς ὁ θεσπέσιος Παῦλος φησίν· Ἡ νὺξ προέκοψεν, ἡ δὲ ἡμέρα ἤγγικεν.

Ποία ἡμέρα; Ἡ χριστοφανὴς ἡμέρα, ἡ τὸν ὄρθρον τῆς ἀναστάσεως ὑποδείξασα, ἡ τὸν ἥλιον τῆς δικαιοσύνης ἐκ τῶν ταφῶν ἀνίσχουσα, ἡ τὸ δωδεκάωρον τῶν ἀποστόλων ἀποκυήσασα φέγγος, περὶ ἧς ὁ Δαβὶδ ἔλεγεν· Αὕτη ἡ ἡμέρα ἣν ἐποίησεν ὁ κύριος, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.

Χαίρω τῇ συνδρομῇ τοῦ πλήθους τοῦ φιλοχρίστου, χαίρω τῇ πάντων περὶ τὰς πνευματικὰς ἑορτὰς ἑστιάσει, χαίρω πάντας ὑμᾶς ὁρῶν πνευματικὰς λύρας τοῦ Δαβὶδ ἀνακρουομένους καὶ μετὰ πάσης προθυμίας εὐφώνως τὸ ψαλμικὸν ἀναμέλποντας λόγιον.

Καὶ καθάπερ ἐπὶ λύρας εὐήχου οἱ ὀξεῖς φθόγγοι τοῖς βαρέσι συναπτόμενοι καὶ πάλιν οἱ μέσοι τοῖς ἄλλοις μίαν εὔρυθμον ἀποτελοῦσι φθογγὴν τῷ πλήκτρῳ κρουόμενοι, κατὰ τὸν αὐτὸν τρόπον καὶ ἐφ᾽ ὑμῶν ὁρῶ· οἱ γὰρ ἀνδρῶν καὶ γυναικῶν, παίδων καὶ γερόντων ἀναμίγμενοι φθόγγοι μίαν σύμφωνον καὶ εὔηχον φωνὴν ἀποδιδόασι καὶ τὸ τοῦ μακαρίου Δαβὶδ μεγαλοφώνως βοᾶται, ὅπερ ἐπὶ τοῦ παρόντος καιροῦ τέλος ἐδέξατο. Εἰπάτωσαν, φησίν, οἱ λελυτρωμένοι ὑπὸ κυρίου οὓς ἐλυτρώσατο ἐκ χειρὸς ἐχθροῦ καὶ ἐκ τῶν χωρῶν συνήγαγεν αὐτοὺς ἀπὸ ἀνατολῶν καὶ δυσμῶν καὶ βορρᾶ καὶ θαλάσσης.

Ἀψευδῆ καθέστηκε τὰ ῥήματα τοῦ προφήτου, ἀπὸ παντὸς γὰρ ἔθνους καὶ φυλῆς καὶ χώρας τούτους τοὺς λογικοὺς ἰχθύας διὰ τῶν ἁλιέων ἀποστόλων ἡ σαγήνη τῆς κολυμβήθρας ἐθήρασεν. Τοιαύτη γὰρ ἡ τέχνη τῶν ἁλιέων Χριστοῦ· οὐ λίνα ἱστῶσιν, ἀλλὰ πίστει ζωγροῦσιν. Εἰπάτωσαν οἱ λελυτρωμένοι ὑπὸ κυρίου οὓς ἐλυτρώσατο ἐκ χειρὸς ἐχθροῦ, τοῦ τὰ ζιζάνια σπείραντος, τοῦ τὴν κατάραν γεννήσαντος, τοῦ τὴν παράβασιν τεκόντος, τοῦ τῶν Ἰουδαίων γεννήτορος καθώς φησιν ὁ προφήτης· Ματαία ἔσται ἡ ἰσχὺς τοῦ πατρὸς ὑμῶν. Ἀληθὴς ὁ λόγος· ἐκεῖνος ξύλον κατάρας τὸν σταυρὸν ἐτεκτόνευσεν, ὁ δὲ Χριστὸς εἰς εὐλογίαν τοῦτο μετέστησεν· ἐκεῖνος ἐλατόμησε τάφον, Χριστὸς δὲ θυσιαστήριον αὐτὸν κατειργάσατο· ἐκεῖνος τῶν μαθητῶν τὸν Ἰούδαν ἀπέσπασεν, Χριστὸς δὲ πάντας τοὺς νεοφωτίστους ἐστήριξεν.

Ἡ γὰρ τῶν νεοφωτίστων λαμπρότης γέγονεν σκοτία τῶν Ἰουδαίων καὶ ἡ τούτων εὐωχία ἐκείνων ταλαιπωρία καὶ ἡ τούτων σωτηρία ἐκείνων καὶ τοῦ διαβόλου πνιγμός. Οὗτοι γὰρ ἐν ἐκκλησίᾳ κἀκεῖνοι ἐν ἐρημίᾳ, οὗτοι μετὰ ἀγγέλων ἐκεῖνος μετὰ χοίρων. Ὅθεν ἐκεῖνος ἐξέπεσεν ἀνεσφαιρίσθησαν οὗτοι· οἱ αἰχμάλωτοι ἐν ἐλευθερία καὶ ὁ τύραννος ἐν δουλείᾳ. Εἰπάτωσαν οἱ λελυτρωμένοι ὑπὸ κυρίου· τί εἰπάτωσαν; Μακάριοι ὧν ἀφέθησαν αἱ ἀνομίαι καὶ ὧν ἐπεκαλύφθησαν αἱ ἁμαρτίαι. Τί εἰπάτωσαν; Χριστὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου. Τί εἰπάτωσαν; Ἡ παγὶς συνετρίβη καὶ ἡμεῖς ἐρρύσθημεν. Τί εἰπάτωσαν; Τὰ ἐλέη σου, κύριε, εἰς τὸν αἰῶνα ᾄσομεν.