Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν Ἄνναν

Ἰωάννης ὁ Χρυσόστομος

Έλεγχος για την εγκατάλειψη των εκκλησιαστικών συνάξεων χάριν των θεαμάτων (Ομιλία Δ', Μέρος 1ο)

Στηλιτεύεται η συμπεριφορά όσων αμελούν την εκκλησία προτιμώντας τον ιππόδρομο, συγκρίνεται η πνευματική ωφέλεια με την κοσμική ηδονή, και τονίζεται το χρέος νουθεσίας των απόντων αδελφών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 7 από 10

ΛΟΓΟΣ Δʹ. Πρὸς τοὺς τὰς συνάξεις καταλιμπάνοντας, καὶ εἰς τὰ θέατρα ἀναβαίνοντας, καὶ ὅτι οὐ μόνον χρησιμωτέρα τῆς ἐν θεάτροις διαγωγῆς ἡ ἐν ἐκκλησίᾳ διατριβὴ, ἀλλὰ καὶ ἡδίων· καὶ εἴς τε τὴν δευτέραν ῥῆσιν τῆς εὐχῆς τῆς Ἄννης, καὶ εἰς τὸ δεῖν συνεχῶς εὔχεσθαι, καὶ ἐν παντὶ τόπῳ, κἂν ἐν ἀγορᾷ ὦμεν, κἂν ἐν ὁδῷ, κἂν ἐπὶ κλίνης. αʹ. Οὐκ οἶδα ποίοις χρήσομαι λόγοις σήμερον. Καὶ γὰρ ὁρῶν τὰς συνάξεις ἐλαττουμένας, προφήτας ὑβριζομένους, ἀποστόλους ὑπερορωμένους, πατέρας καταφρονουμένους, διὰ τῶν δούλων εἰς τὸν Δεσπότην διαβαίνουσαν τὴν ὕβριν, βούλομαι μὲν ἐγκαλέσαι, τοὺς δὲ ὀφείλοντας ἀκοῦσαι τῆς κατηγορίας οὐχ ὁρῶ παρόντας, ἀλλ᾽ ὑμᾶς τοὺς οὐδὲν δεομένους τῆς παραινέσεως ταύτης καὶ τῆς νουθεσίας. Πλὴν ἀλλ᾽ οὐδὲ οὕτως σιγητέον ἡμῖν· τήν τε γὰρ ὀδύνην τὴν ἐπ᾽ ἐκείνοις διαπνεῦσαι μικρὸν παρασκευάσομεν εἰς τὰ ἔξω, διὰ τῶν ῥημάτων ἐκβάλλοντες αὐτὴν, αὐτούς τε ἐκείνους αἰσχύνεσθαι καὶ ἐρυθριᾷν ποιήσομεν, τοσούτους αὐτοῖς ἐπαφέντες κατηγόρους, τοὺς ἀκούοντας ἅπαντας ὑμᾶς.

Εἰ μὲν γὰρ ἐνταῦθα παρεγένοντο, ἡμῶν μόνον ἐπιτιμώντων ἤκουσαν ἄν· νῦν δὲ φεύγοντες τὴν παρ᾽ ἡμῶν ἐπιτίμησιν, παρ᾽ ὑμῶν ταῦτα ἀκούσονται πάντα. Οὕτω καὶ φίλοι ποιοῦσιν· ἐπειδὰν τοὺς ὑπευθύνους μὴ εὕρωσι, τοῖς ἐκείνων ἐντυγχάνουσι φίλοις, ὥστε ἀπελθόντας εἰπεῖν τὰ εἰρημένα. Τοῦτο καὶ ὁ Θεὸς ἐποίησε· τοὺς γὰρ εἰς αὐτὸν ἡμαρτηκότας ἀφεὶς, τῷ μηδὲν ἠδικηκότι κατεντυγχάνει τῷ Ἱερεμίᾳ, λέγων· Εἶδες τί ἐποίησέ μοι ἡ ἀσύνετος θυγάτηρ Ἰούδα;

Διὰ δὴ τοῦτο καὶ ἡμεῖς ὑμῖν ὑπερεντυγχάνομεν κατ᾽ ἐκείνων, ἵνα ἀπελθόντες διορθώσητε αὐτούς. Τίς γὰρ ἂν ἐνέγκῃ τὴν ὀλιγωρίαν τὴν τοσαύτην; Ἅπαξ τῆς ἑβδομάδος ἐνταῦθα συλλεγόμεθα, καὶ οὐδὲ ταύτην ἀνέχονται τὴν ἡμέραν τῶν βιωτικῶν ὑπερορᾷν φροντίδων· κἂν ἐγκαλῇ τις, εὐθέως πενίαν προβάλλονται, καὶ τὴν ἀναγκαίαν τροφὴν, καὶ ἀσχολίας κατεπειγούσας, ἀπολογίαν κατηγορίας ἁπάσης χαλεπωτέραν μελετήσαντες. Τί γὰρ ἂν ταύτης τῆς κατηγορίας γένοιτ᾽ ἂν χεῖρον, ἀλλ᾽ ἢ ὅταν τῶν τοῦ Θεοῦ πραγμάτων ἕτερον ἀναγκαιότερον ὑμῖν τι φαίνηται καὶ κατεπεῖγον μᾶλλον; Μάλιστα μὲν οὖν εἰ καὶ τοῦτο ἦν ἀληθὲς, κατηγορία ἡ ἀπολογία ἦν, ὥσπερ ἔφην. Ἵνα δὲ μάθητε, ὅτι καὶ ταῦτα σκῆψις καὶ πρόφασις καὶ ῥᾳθυμίας ἐστὶ παραπετάσματα, οὐδὲν ἐμοῦ λέγοντος, ἡ μετὰ τὴν αὔριον αὐτοὺς ἐλέγξει πάντας ἡμέρα τοὺς τὰ τοιαῦτα προφασιζομένους, ὅταν πᾶσα ἡ πόλις πρὸς τὸν ἱππόδρομον μεταστῇ, καὶ οἰκίαι, καὶ ἀγοραὶ εἰς τὴν παράνομον θεωρίαν κενωθῶσιν ἐκείνην.

Καὶ ἐνταῦθα μὲν οὐδὲ τὸν κύριον τῆς ἐκκλησίας τόπον πληρούμενον ἔστιν ἰδεῖν· ἐκεῖ δὲ οὐ τὸν ἱππόδρομον μόνον, ἀλλὰ καὶ ὑπερῷα, καὶ οἰκίας, καὶ δώματα, καὶ κρημνοὺς, καὶ μυρίους ἑτέρους ἄνωθεν καταλαμβάνουσι τόπους· καὶ οὔτε πενία, οὔτε ἀσχολία, οὔτε ἀσθένεια σώματος, οὐ ποδῶν ἀῤῥωστία, οὐκ ἄλλο οὐδὲν τῶν τοιούτων ἐπέχει τὴν ἀκάθεκτον μανίαν· ἀλλ᾽ ἄνθρωποι γεγηρακότες νέων ἀκμαζόντων σφοδρότερον ἐκεῖ τρέχουσι, τὴν πολιὰν καταισχύνοντες, τὴν ἡλικίαν παραδειγματίζοντες, τὸ γῆρας αὐτὸ καταγέλαστον ποιοῦντες. Καὶ ἐνταῦθα μὲν εἰσιόντες, ναυτιῶντες ὥσπερ καὶ ἐνοχλεῖσθαι νομίζουσι, καὶ ἀναπεπτώκασιν ἐν τῇ τῶν θείων λόγων ἀκροάσει, στενοχωρίαν, καὶ πνιγμὸν, καὶ τὰ τοιαῦτα προβαλλόμενοι· ἐκεῖ δὲ καὶ ἥλιον γυμνῇ δεχόμενοι τῇ κεφαλῇ, καὶ πατούμενοι, καὶ ὠθούμενοι, καὶ μετὰ πολλῆς πιεζόμενοι τῆς σφοδρότητος, καὶ μυρία ἕτερα πάσχοντες δεινὰ, καθάπερ ἐν λειμῶνι τρυφῶντες, οὕτω διάκεινται. Διὰ τοῦτο ἡμῖν αἱ πόλεις εἰσὶ διεφθαρμέναι, ὅτι πονηροὶ τῆς νεότητός εἰσι διδάσκαλοι.

Πῶς γὰρ δυνήσῃ τὸν νέον ἄκοσμον ὄντα καὶ ἀσελγαίνοντα σωφρονίσαι, αὐτὸς ἐν πολιᾷ τοιαῦτα μετεωρίζων, αὐτὸς μετὰ τοσοῦτον χρόνον κόρον μὴ λαβὼν τῆς ἀτερπεστάτης θέας ἐκείνης; πῶς δυνήσῃ ῥυθμίσαι τὸν υἱὸν, πῶς κολάσαι τὸν οἰκέτην ἁμαρτάνοντα, πῶς ἑτέρῳ συμβουλεῦσαι τὰ δέοντα ἀμελοῦντι, τοιαῦτα αὐτὸς ἐν ἐσχάτῳ γήρᾳ ἀσχημονῶν;

Κἂν μὲν ὑβρίσῃ νέος τὸν γεγηρακότα, τὴν ἡλικίαν εὐθέως προβάλλεται, καὶ μυρίους ἔχει συναγανακτοῦντας· ὅταν δὲ σωφρονίζειν δέῃ τὸν νέον, καὶ κανόνα τινὰ ἀρετῆς αὐτὸν γίνεσθαι, οὐδαμοῦ τῆς ἡλικίας αὐτοῖς λόγος, ἀλλ᾽ αὐτῶν ἐκείνων μανικώτερον ἐπὶ τὴν παράνομον βαδίζουσι θεωρίαν. Ταῦτα δὲ λέγω, καὶ τῶν γεγηρακότων καθάπτομαι, οὐχὶ τοὺς νέους ἀπαλλάττων κατηγορίας καὶ διαβολῆς, ἀλλὰ δι᾽ ἐκείνων τούτους ἀσφαλιζόμενος. Εἰ γὰρ τὸν γεγηρακότα οὐ δεῖ, πολλῷ μᾶλλον τὸν νέον. Ἐκεῖ μὲν γὰρ πολὺς ὁ γέλως, καὶ μείζων ἡ ἀσχημοσύνη· ἐνταῦθα δὲ χαλεπώτερος ὁ ὄλεθρος, βαθὺ τὸ βάραθρον, ὅσῳ καὶ ἀκμαιότερα μᾶλλον τὰ τῆς ἐπιθυμίας τοῖς νέοις, καὶ σφοδροτέρα αὐτοῖς ἡ φλὸξ, κἂν μικρᾶς ἐπιλάβηται μόνον ἔξωθεν ὕλης, τὰ πάντα ἐμπίπρησι. Καὶ γὰρ πρὸς θυμὸν καὶ πρὸς ἐπιθυμίας εὐέμπτωτος μᾶλλόν ἐστιν ὁ νέος· διὸ καὶ πλείονος δεῖται τῆς φυλακῆς, σφοδροτέρου τοῦ χαλινοῦ, ἀσφαλεστέρου τοῦ τειχίου καὶ τοῦ κωλύματος.

βʹ. Μὴ γάρ μοι τοῦτο εἴπῃς, ἄνθρωπε, ὅτι ἡδονὴν ἔχει ἡ θεωρία· ἀλλ᾽ εἰ μὴ μετὰ τῆς ἡδονῆς καὶ βλάβην ἔχει, τοῦτό με δίδαξον. Καὶ τί λέγω βλάβην; Ὅτι γὰρ οὐδὲ ἡδονὴν τὸ πρᾶγμα ἔχει, ἐντεῦθεν εἴσῃ σαφῶς. Ἐκ τῆς ἱπποδρομίας ἀναχωρῶν ἐκείνης, ἀπάντησον τοῖς ἐκ τῆς ἐκκλησίας ἀναχωροῦσι, καὶ κατάμαθε μετὰ ἀκριβείας, τίς ἐστιν ἐν ἡδονῇ μείζονι, ὁ προφητῶν ἀκούσας, καὶ μετασχὼν εὐλογίας, καὶ διδασκαλίας ἀπολαύσας, καὶ τὸν Θεὸν παρακαλέσας ὑπὲρ τῶν οἰκείων ἁμαρτημάτων, καὶ κουφότερον ποιήσας τὸ συνειδὸς, καὶ μηδὲν ἑαυτῷ κατεγνωκὼς τοιοῦτο· ἢ σὺ ὁ καταλιπὼν τὴν μητέρα, καὶ τοὺς προφήτας ἀτιμάσας, καὶ εἰς τὸν Θεὸν ἐξυβρίσας, καὶ μετὰ τοῦ διαβόλου χορεύσας, καὶ βλασφημούντων ἀκούσας καὶ λοιδορουμένων, καὶ τὸν καιρὸν ἀναλώσας εἰκῆ καὶ μάτην, καὶ μηδὲν οἴκαδε ἔχων ἀπενεγκεῖν, μήτε σωματικὸν, μήτε πνευματικὸν κέρδος ἐκεῖθεν.

Ὥστε ἡδονῆς ἕνεκεν μάλιστα ἐνταῦθα ἀπαντᾷν χρή. Ἐκεῖ μὲν γὰρ εὐθέως κατάγνωσις, κατηγορία τοῦ συνειδότος, μετάνοια ἐπὶ τοῖς γεγενημένοις, αἰσχύνη, καὶ ὄνειδος, καὶ τὸ ἀπαῤῥησιάστους ἔχειν τοὺς ὀφθαλμούς· ἐνταῦθα δὲ τοὐναντίον ἅπαν, παῤῥησία, καὶ τὸ ἐλευθεροστομεῖν, καὶ τὸ μετὰ ἀδείας ἅπασι διαλέγεσθαι περὶ τῶν ἐνταῦθα ἀκουσμάτων ἁπάντων. Ὅταν τοίνυν εἰς ἀγορὰν ἐμβάλῃς, καὶ πάντας ἴδῃς ἐπὶ τὴν θεωρίαν τρέχοντας ἐκείνην, κατάφυγε σὺ ἐπὶ τὴν ἐκκλησίαν εὐθέως, καὶ μικρὸν καρτερήσας χρόνον, τρύφα διηνεκῶς τῶν θείων ῥημάτων. Ἂν μὲν γὰρ παρασυρεὶς μετὰ τῶν πολλῶν ἀπέλθῃς ἐκεῖ, μικρὸν ψυχαγωγηθεὶς, διὰ πάσης τῆς ἡμέρας ἀλγήσεις, τῆς τε ἐπιούσης, καὶ πολλῶν ἑτέρων, καταγινώσκων σαυτοῦ· ἂν δὲ μικρὸν ἐπίσχῃς σαυτὸν, διὰ πάσης τῆς ἡμέρας ἕξεις τρυφᾷν. Οὐ γὰρ ἐπὶ τούτου μόνον, ἀλλὰ καὶ ἐπὶ τῶν ἄλλων ἁπάντων οὕτω συμβαίνειν εἴωθεν.

Ἡ μὲν γὰρ κακία πρόσκαιρόν τινα ἔχει τὴν ἡδονὴν, διηνεκῆ δὲ τὴν ὀδύνην· ἡ δὲ ἀρετὴ, βραχὺν μὲν τὸν πόνον, διηνεκὲς δὲ τὸ κέρδος μετὰ τῆς εὐφροσύνης. Οἷον, ηὔξατό τις πρὸς Θεὸν, ἐδάκρυσεν, ἤλγησεν ὀλίγον χρόνον κατὰ τὴν εὐχήν· ἕτερος διὰ πάσης τῆς ἡμέρας ἐτρύφα, εἶτα ἐλεημοσύνην ἔδωκεν, ἐνήστευσεν, ἄλλο τι τῶν ἀγαθῶν εἰργάσατο, ἢ ὑβρισθεὶς οὐκ ἀντελοιδόρησεν· ἐν μιᾷ γοῦν καιροῦ ῥοπῇ καρτερήσας καὶ κατασχὼν τὸν θυμὸν, διὰ παντὸς γάννυται καὶ εὐφραίνεται, τῶν κατορθωμάτων ἀναμιμνήσκων ἑαυτὸν ἐκείνων. Ἐπὶ δὲ τῆς κακίας τοὐναντίον· ὕβρισέ τις, ἀντελοιδόρησε· μετὰ ταῦτα οἴκοι γενόμενος, ἑαυτὸν κατεσθίει, τὰ ῥήματα ἀναλογιζόμενος, ἃ πολλάκις πολλὴν ἤνεγκε βλάβην. Ὥστε εἰ διώκεις ἡδονὴν, Φεῦγε τὰς νεωτερικὰς ἐπιθυμίας, καὶ σωφροσύνης ἐπιμελοῦ, καὶ ἀκροάσει θείων πρόσεχε λογίων.

Ταῦτα πρὸς ὑμᾶς λέγομεν, ἵνα ὑμεῖς πρὸς ἐκείνους λέγοντες, καὶ συνεχῶς τούτοις αὐτοὺς ἐπαντλοῦντες τοῖς ῥήμασιν, ἀφέλκητε πάσης πονηρᾶς συνηθείας, καὶ πείθητε λογισμῷ πάντα ποιεῖν τῷ προσήκοντι. Τῶν γὰρ τοιούτων καὶ ἁπλῶς καὶ εἰκῆ φερομένων οὐδὲ τὴν σπουδὴν ἐπαινετὴν εὕροι τις ἂν οὖσαν· καὶ τοῦτο ἀπὸ τῆς ἐπιούσης συνάξεως δῆλον καθίστημι.

Τῆς γὰρ ἁγίας ἡμῖν τελουμένης Πεντηκοστῆς, τοσοῦτον δραμεῖται πλῆθος, ὡς ἅπαντα ἡμῖν τὰ ἐνταῦθα στενοχωρεῖσθαι. Ἀλλ᾽ ὅμως οὐδὲ ταύτην ἀποδέχομαι τὴν συλλογήν· συνηθείας γάρ ἐστιν, οὐκ εὐλαβείας. Τί τοίνυν γένοιτ᾽ ἂν ἐκείνων ἀθλιώτερον, ὅταν καὶ ἡ ῥᾳθυμία αὐτῶν τοσούτων ἐγκλημάτων γέμῃ, καὶ ἡ δοκοῦσα εἶναι σπουδὴ ἐγκωμίων ᾖ ἔρημος; Τὸν γὰρ ζήλῳ καὶ πόθῳ καὶ σώφρονι λογισμῷ τοῦ θείου τούτου μετέχοντα συλλόγου, διηνεκῶς ταῦτα ποιεῖν χρὴ, ἀλλ᾽ οὐχὶ μετὰ τῶν ἐν ἑορτῇ μόνον φαινομένων, μετ᾽ ἐκείνων ἀφίστασθαι πάλιν, θρεμμάτων δίκην ἁπλῶς ἀγόμενον.