Τῷ συνδούλῳ δικάζειν σε οὐκ ἀφῆκε Παῦλος οὕτω λέγων· Ὥστε μὴ πρὸ καιροῦ τι κρίνετε, ἕως ἂν ἔλθῃ ὁ Κύριος· καὶ τὸν Δεσπότην εἰς δικαστήριον ἕλκεις, καὶ λόγον ἀπαιτεῖς τῶν πεπραγμένων, καὶ οὐ φρίττεις, οὐδὲ δέδοικας; Καὶ ποίας τεύξῃ συγγνώμης, ποίας δὲ ἀπολογίας, εἰπέ μοι, τοσαύτας μὲν τῆς προνοίας αὐτοῦ καθ᾽ ἑκάστην ἡμέραν καὶ ὥραν ἀποδείξεις λαμβάνων, ἀπὸ δὲ τῆς κατὰ τὸν πλοῦτον καὶ τὴν πενίαν δοκούσης ἀνωμαλίας εἶναι καταψηφιζόμενος τῆς ἐν ἅπασιν εὐταξίας, καὶ ταῦτα ἀδίκως; Εἰ γὰρ μετὰ τῆς προσηκούσης γνώμης, καὶ πεπονημένης διανοίας καὶ ταῦτα ἐξετάζειν ἤθελες, εἰ καὶ μηδὲν ἕτερον ἦν τὸ συνιστῶν τὴν τοῦ Θεοῦ πρόνοιαν, ὁ πλοῦτος καὶ ἡ πενία ταύτην ἂν μάλιστα σαφῶς ἀπέδειξεν. Ἂν γὰρ ἀνέλῃς τὴν πενίαν, τοῦ βίου τὴν σύστασιν ἀνεῖλες ἅπασαν, καὶ διέφθειρας ἡμῶν τὴν ζωήν· καὶ οὔτε ναύτης, οὔτε κυβερνήτης, οὐ γεωργὸς, οὐκ οἰκοδόμος, οὐχ ὑφάντης, οὐχ ὑποδηματοῤῥάφος, οὐ τέκτων, οὐ χαλκοτύπος, οὐ σκυτοτόμος, οὐ σιτοποιὸς, οὐκ ἄλλος τις τῶν δημιουργῶν ἔσται τούτων· τούτων δὲ οὐκ ὄντων, πάντα ἡμῖν οἰχήσεται. Νῦν μὲν γὰρ, καθάπερ διδάσκαλός τις ἀρίστη, ἑκάστῳ τούτων ἐπικαθημένη ἡ τῆς πενίας ἀνάγκη, πρὸς τὰ ἔργα καὶ ἄκοντας συνωθεῖ· εἰ δὲ ἅπαντες ἔμελλον πλουτεῖν, ἅπαντες ἔμελλον ἐν ἀργίᾳ ζῇν· καὶ οὕτω πάντα ἂν ἀπώλετο καὶ διεφθάρη.