Ἴστε δὲ ὡς τῇ φύσει καὶ καθ᾽ ἑαυτὸ τὸ πρᾶγμα ἀφόρητόν ἐστι ταῖς γυναιξίν· ὅταν δὲ καὶ ἀντίζηλος προσῇ παῖδας ἔχουσα, πολλῷ χαλεπώτερον γίνεται· ἐν γὰρ τῇ τῆς γυναικὸς ἐκείνης εὐπραγίᾳ τὴν οἰκείαν ἀκριβέστερον καταμανθάνει συμφοράν· καθάπερ οὖν καὶ οἱ πενίᾳ συζῶντες ἐσχάτῃ, τότε ὀδυνῶνται μειζόνως, ὅταν ἐννοήσωσι τοὺς πλουτοῦντας. Καὶ οὐ τοῦτο μόνον ἦν τὸ δεινὸν, ὅτι παῖδας αὕτη μὲν οὐκ εἶχεν, ἐκείνη δὲ εἶχεν, ἀλλ᾽ ὅτι καὶ ἀντίζηλος ἦν, καὶ οὐχ ὅτι ἀντίζηλος ἦν μόνον, ἀλλ᾽ ὅτι παρώργιζεν αὐτὴν διὰ τὸ ἐξουθενεῖν αὐτήν. Ὁ δὲ Θεὸς ταῦτα πάντα ὁρῶν ἠνείχετο, καὶ Οὐκ ἔδωκεν αὐτῇ Κύριος, φησὶ, παιδίον κατὰ τὴν θλίψιν αὐτῆς, καὶ κατὰ τὴν ἀθυμίαν τῆς ψυχῆς αὐτῆς. Τί ἐστι, Κατὰ τὴν θλίψιν αὐτῆς; Οὐκ ἔστιν εἰπεῖν, φησὶν, ὅτι πράως ὁρῶν φέρουσαν τὴν συμφορὰν, ἐπεῖχεν αὐτῆς τὴν τόκον, ἀλλὰ καίτοι διακοπτομένην ὁρῶν, ὀδυνωμένην, θλιβομένην, οὐκ ἔλυσε τὴν ἀθυμίαν, ἕτερόν τι πολλῷ μεῖζον οἰκονομῶν. Ταῦτα μὴ παρέργως ἀκούωμεν, ἀλλὰ καὶ ἐντεῦθεν μάθωμεν μεγίστην φιλοσοφίαν, καὶ ἐπειδὰν δεινῷ τινι περιπέσωμεν, κἂν ἀλγῶμεν, κἂν ὀδυρώμεθα, κἂν ἀφόρητον ἡμῖν εἶναι δοκῇ τὸ κακὸν, μὴ σπεύδωμεν, μηδὲ ἀλύωμεν, ἀλλ᾽ ἀναμένωμεν τοῦ Θεοῦ τὴν πρόνοιαν. Ἐκεῖνος γὰρ οἶδε σαφῶς πότε δεῖ λῦσαι τὸ ποιοῦν τὴν ἀθυμίαν ἡμῖν· ὅπερ οὖν καὶ ἐπὶ ταύτης συνέβη.