Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Εἰ μὴ Δεσπότης ἦν, μηδὲ τοσοῦτον ἡμῶν ὑπερέχων, ἀλλὰ φίλος τις ὁμότιμος, ποίαν εἴχομεν ἀπολογίαν, τοσαῦτα εὐεργετηθέντες παρ᾽ αὐτοῦ, καὶ τοῖς ἐναντίοις αὐτὸν ἀμειβόμενοι; Εἶδες γνώμην φιλόθεον, καὶ πῶς οὐ μεγαλοφρονεῖ, οὐδὲ ἐναβρύνεται ἐπὶ τῷ γενναίως ἐνεγκεῖν τὰς ὑπὲρ φύσιν ἐκείνας πληγὰς, οὔτε σοφίας εἶναι νομίζει καὶ μεγαλοψυχίας τὴν τοσαύτην ὑπομονὴν, ἀλλ᾽ ὥσπερ ἀναγκαῖον ὄφλημα ἐκτιννὺς, καὶ οὐδὲν ἀπεικὸς παθὼν, οὕτως ἐκ περιουσίας τὸ γύναιον ἐπεστόμισε; Τοῦτο καὶ ἐπὶ τῆς γυναικὸς ταύτης γέγονεν. Ἐπειδὴ γὰρ εἶδεν αὐτὴν γενναίως φέρουσαν τὴν ἀπαιδίαν, καὶ τῷ Θεῷ προσπίπτουσαν, καθῆκε τὸ παιδάριον τοῦ ἱερέως, ὥστε μᾶλλον αὐτὴν ἀγριᾶναι. Ἀλλ᾽ οὐδὲν τούτων ἔπαθεν ἡ γυνὴ, ἀλλὰ μελετήσασα φέρειν τὰς λοιδορίας ἐπὶ τῆς οἰκίας, καὶ τοῖς ὀνείδεσιν ἐγγυμνασαμένη τῆς ἀντιζήλου, ἀδεῶς λοιπὸν πρὸς τὰς τοιαύτας ἀπεδύετο προσβολάς. Διὸ καὶ ἐν τῷ ἱερῷ πολλὴν ἐπιείκειαν ἐπεδείκνυτο, ἀνδρείως μάλα καὶ μεγαλοψύχως τὰ σκώμματα φέρουσα, τὰ ἐπὶ τῇ μέθῃ καὶ τῇ παροινίᾳ. Οὐδὲν δὲ οἷον καὶ αὐτῶν ἀκοῦσαι τῶν ῥημάτων. Εἰπόντος γὰρ τοῦ παιδαρίου· Περιελοῦ τὸν οἶνόν σου ἀπὸ σοῦ, καὶ ἄπελθε ἐκ προσώπου Κυρίου, ἀπεκρίθη ἡ Ἄννα, καὶ εἶπεν, Οὐχὶ, κύριε. Τὸν ὑβρίσαντα δεσπότην ἐκάλεσε. Καὶ οὐκ εἶπεν ὃ πολλοὶ τῶν ἀνθρώπων λέγουσιν· Εἶπέ μοι ταῦτα ὁ ἱερεύς;