Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν Ἄνναν

Ἰωάννης ὁ Χρυσόστομος

Η υπεράσπιση της θείας πρόνοιας και η ισότητα πλουσίων και πενήτων (Ομιλία Ε', Μέρος 2ο)

Ελέγχονται όσοι αμφισβητούν τη θεία πρόνοια. Προβάλλεται η κοινωνική αξία της πενίας, η ίση μετοχή στα αναγκαία αγαθά, τα βάρη του πλούτου, και η αμαρτία ως το μοναδικό αληθινό δεινό.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 10 από 10

Εἶδες ψυχῆς εὐγνώμονος ἔννοιαν; Οὐ γὰρ εἶπε πρὸς ἑαυτήν· Τί γάρ μοι μέγα γέγονε; τί δὲ πλέον τῶν ἄλλων; Ὅπερ ἡ ἀντίζηλος πάλαι ἔλαβε καὶ μετὰ πολλῆς τῆς δαψιλείας, τοῦτο μετὰ πολὺν χρόνον ἐγὼ, μετὰ καμάτου, καὶ δακρύων, καὶ ἱκετηρίας, καὶ δεήσεως, καὶ πόνου πολλοῦ. Ἀλλ᾽ ἐπειδὴ καλῶς ἐπέπειστο περὶ τῆς τοῦ Θεοῦ προνοίας, οὐκ ἀπαιτεῖ τὸν Δεσπότην εὐθύνας τῶν γινομένων, ὃ πολλοὶ τῶν ἀνθρώπων ποιοῦσι, καθ᾽ ἑκάστην ἡμέραν τῷ Θεῷ δικάζοντες. Κἂν ἴδωσι τὸν μὲν πλουτοῦντα, τὸν δὲ πενόμενον, μυρίους κατὰ τῆς προνοίας αὐτοῦ κινοῦσι λόγους. Τί ποιεῖς, ἄνθρωπε;

Τῷ συνδούλῳ δικάζειν σε οὐκ ἀφῆκε Παῦλος οὕτω λέγων· Ὥστε μὴ πρὸ καιροῦ τι κρίνετε, ἕως ἂν ἔλθῃ ὁ Κύριος· καὶ τὸν Δεσπότην εἰς δικαστήριον ἕλκεις, καὶ λόγον ἀπαιτεῖς τῶν πεπραγμένων, καὶ οὐ φρίττεις, οὐδὲ δέδοικας; Καὶ ποίας τεύξῃ συγγνώμης, ποίας δὲ ἀπολογίας, εἰπέ μοι, τοσαύτας μὲν τῆς προνοίας αὐτοῦ καθ᾽ ἑκάστην ἡμέραν καὶ ὥραν ἀποδείξεις λαμβάνων, ἀπὸ δὲ τῆς κατὰ τὸν πλοῦτον καὶ τὴν πενίαν δοκούσης ἀνωμαλίας εἶναι καταψηφιζόμενος τῆς ἐν ἅπασιν εὐταξίας, καὶ ταῦτα ἀδίκως; Εἰ γὰρ μετὰ τῆς προσηκούσης γνώμης, καὶ πεπονημένης διανοίας καὶ ταῦτα ἐξετάζειν ἤθελες, εἰ καὶ μηδὲν ἕτερον ἦν τὸ συνιστῶν τὴν τοῦ Θεοῦ πρόνοιαν, ὁ πλοῦτος καὶ ἡ πενία ταύτην ἂν μάλιστα σαφῶς ἀπέδειξεν. Ἂν γὰρ ἀνέλῃς τὴν πενίαν, τοῦ βίου τὴν σύστασιν ἀνεῖλες ἅπασαν, καὶ διέφθειρας ἡμῶν τὴν ζωήν· καὶ οὔτε ναύτης, οὔτε κυβερνήτης, οὐ γεωργὸς, οὐκ οἰκοδόμος, οὐχ ὑφάντης, οὐχ ὑποδηματοῤῥάφος, οὐ τέκτων, οὐ χαλκοτύπος, οὐ σκυτοτόμος, οὐ σιτοποιὸς, οὐκ ἄλλος τις τῶν δημιουργῶν ἔσται τούτων· τούτων δὲ οὐκ ὄντων, πάντα ἡμῖν οἰχήσεται. Νῦν μὲν γὰρ, καθάπερ διδάσκαλός τις ἀρίστη, ἑκάστῳ τούτων ἐπικαθημένη ἡ τῆς πενίας ἀνάγκη, πρὸς τὰ ἔργα καὶ ἄκοντας συνωθεῖ· εἰ δὲ ἅπαντες ἔμελλον πλουτεῖν, ἅπαντες ἔμελλον ἐν ἀργίᾳ ζῇν· καὶ οὕτω πάντα ἂν ἀπώλετο καὶ διεφθάρη.

Χωρὶς δὲ τῶν εἰρημένων καὶ ἑτέρως αὐτοὺς ἀπ᾽ αὐτῶν, ὧν ἐγκαλοῦσι, πάλιν ἐπιστομίσαι ῥᾴδιον. Τίνος γὰρ ἕνεκεν, εἰπέ μοι, κατηγορεῖς τῆς τοῦ Θεοῦ προνοίας; ἐπειδὴ ὁ μὲν πλείω, ὁ δὲ ἐλάττω κέκτηται χρήματα;

Τί οὖν; ἂν ἐν τοῖς ἀναγκαιοτάτοις, καὶ πολλῷ μείζοσι, καὶ συνέχουσιν ἡμῶν τὴν ζωὴν, δείξωμεν ἰσομοιρίαν οὖσαν πᾶσιν ἀνθρώποις, ψηφιῇ τῇ τοῦ Θεοῦ προνοίᾳ; Ἀνάγκη πᾶσα. Εἰ γὰρ τὸ μὴ πάντας ἐπίσης ἀπολαύειν ἑνὸς πράγματος, χρημάτων λέγω, ἀπόδειξιν ποιῇ τοῦ μηδεμίαν εἶναι πρόνοιαν, ἂν φανῶσιν ἐξίσης ἅπαντες ἀπολαύοντες, οὐχ ἑνὸς πράγματος, οὐδὲ οὕτως εὐτελοῦς, ἀλλὰ πλειόνων καὶ πολὺ μειζόνων, εὔδηλον ὅτι καὶ ἄκων ἐκεῖθεν συναναγκασθήσῃ ψηφίσασθαι τῇ τοῦ Θεοῦ προνοίᾳ.

Δεῦρο οὖν ἐπὶ τὰ συνέχοντα τὴν ζωὴν ἡμῶν ἴωμεν τῷ λόγῳ, καὶ διερευνησώμεθα αὐτὰ μετὰ ἀκριβείας, καὶ ἴδωμεν εἰ πλεονεκτεῖ τὸν πένητα ὁ πλούσιος ἐν ἐκείνοις. Οἷον, ὁ πλούσιος ἔχει Θάσιον, καὶ ἕτερα πολλὰ τοιαῦτα πόματα πεφαρμακευμένα, καὶ μετὰ πολλῆς κατεσκευασμένα τῆς καρυκείας· ἀλλ᾽ αἱ τῶν ὑδάτων πηγαὶ κοινῇ πᾶσι πρόκεινται, καὶ πλουσίοις, καὶ πένησι. Τάχα ἐγέλασας ἀκούων τὴν ἰσότητα ταύτην.

Οὐκοῦν μάθε, πόσῳ τιμιώτερον οἴνου παντὸς, ὕδατος φύσις, καὶ ἀναγκαιότερον καὶ χρησιμώτερον· καὶ τότε σαυτοῦ καταγνώσῃ, καὶ τὸν ἀληθῆ τῶν πενήτων εἴσῃ πλοῦτον. Οἴνου μὲν γὰρ ἀναιρεθέντος, οὐ πολλή τις ἂν γένοιτο βλάβη τινὶ, πλὴν τοῖς ἀσθενέσι μόνοις· ἂν δέ τις σβέσῃ τὰς τοῦ ὕδατος πηγὰς καὶ τὸ στοιχεῖον ἀνέλῃ, τὸν βίον ἡμῶν ἀνέτρεψεν ἅπαντα, καὶ πάσας τὰς τέχνας ἠφάνισε· καὶ οὔτε δύο δυνησόμεθα μόνον διαρκέσαι ἡμέρας, ἀλλ᾽ εὐθέως ἀποθανούμεθα πάντες θάνατον ἐλεεινόν τινα καὶ χαλεπώτατον.

δʹ. Ὥστε ἐν τοῖς ἀναγκαιοτάτοις καὶ συνέχουσιν ἡμῶν τὴν ζωὴν ὁ πένης οὐδὲν πλεονεκτεῖται, ἀλλ᾽, εἰ δεῖ τι καὶ θαυμαστὸν εἰπεῖν, καὶ πλεονεκτεῖ τοῦ πλουτοῦντος. Πλουσίους μὲν γὰρ πολλοὺς ἔστιν ἰδεῖν ὑπὸ τῆς τοῦ σώματος ἀῤῥωστίας τῆς διὰ τὴν τρυφὴν ἐγγινομένης αὐτοῖς τὰ πολλὰ ὑδροποσίας ἀπεχομένους· ὁ δὲ πένης διὰ τοῦ βίου παντὸς ἀδεῶς ἀπολαύει τῶν ναμάτων τούτων, ὡς ἐπὶ πηγὰς μέλιτος, οὕτως ἐπὶ τὰς τῶν ὑδάτων τρέχων πηγὰς, καὶ εἰλικρινῆ καὶ καθαρὰν ἐκεῖθεν καρπούμενος τὴν ἡδονήν. Τί δὲ ἡ τοῦ πυρὸς φύσις; οὐχὶ μυρίων ἀναγκαιοτέρα θησαυρῶν καὶ πλούτου παντὸς ἀνθρωπίνου; Καὶ οὗτος πάλιν ἐξ ἴσης πλουσίῳ καὶ πένητι πρόκειται τῆς χρείας ὁ θησαυρός.

Ἡ δὲ παρὰ τοῦ ἀέρος γινομένη τοῖς σώμασιν ἡμῶν ὠφέλεια, καὶ τὸ φῶς τῆς ἀκτῖνος, ἆρα τοῖς μὲν εὐπόροις πλέον, τοῖς δὲ πένησιν ἔλαττον παραγίνεται, κἀκεῖνοι μὲν τέτρασιν, οὗτοι δὲ δύο μόνον καθορῶσιν αὐτὸ ὀφθαλμοῖς; Ἀλλ᾽ οὐδὲ τοῦτο ἂν ἔχοι τις εἰπεῖν· καὶ γὰρ καὶ πλουσίοις καὶ πένησιν ἴσον τῆς ἀπολαύσεως ὥρισται μέτρον, μᾶλλον δὲ καὶ ἐνταῦθα τοὺς πένητας τῶν πλουτούντων πλεονεκτοῦντας ἴδοι τις ἂν, ὅσῳ καὶ τρανοτέρας τὰς αἰσθήσεις, καὶ ὀξύτερον τὸ ὄμμα, καὶ ἀκριβεστέρας ἔχουσι τὰς ἀντιλήψεις ἁπάσας.

Διὸ καὶ γνησιωτέραν καρποῦνται τὴν ἡδονὴν, καὶ μᾶλλον ἐντρυφῶσι καὶ ἀπολαύουσι τῇ θεωρίᾳ τῆς κτίσεως. Οὐκ ἐπὶ τῶν στοιχείων δὲ μόνον τούτων, ἀλλὰ καὶ ἐπὶ τῶν ἄλλων τῶν παρὰ τῆς φύσεως εἰσενεχθέντων ἡμῖν, πολλὴν ὄψει τὴν ἰσότητα, μᾶλλον δὲ τὴν πλεονεξίαν παρὰ τοῖς πένησιν οὖσαν. Καὶ γὰρ ὕπνος, ὁ πάσης τρυφῆς ἡδίων καὶ ἀναγκαιότερος, καὶ τροφῆς ἁπάσης χρησιμώτερος, εὐκολώτερος τοῖς πένησιν, ἢ τοῖς πλουσίοις ἐστίν· οὐκ εὐκολώτερος δὲ μόνον, ἀλλὰ καὶ εἰλικρινέστερος. Ἐκείνοις μὲν γὰρ ἡ πολλὴ τρυφὴ, καὶ τὸ μήτε πεινῶντας ἐσθίειν, μήτε διψῶντας πίνειν, μήτε καθεύδειν νυστάζοντας, τὴν ἐν ἅπασιν ἡδονὴν ἐκλύειν εἴωθεν· οὐ γὰρ οὕτως ἡ τῶν πραγμάτων φύσις, ὡς τὸ τῆς χρείας ἀναγκαῖον ἕκαστον ἡμῖν τούτων ἡδὺ καθίστησιν. Οὐχ οὕτω γοῦν τὸ πίνειν οἶνον ἡδὺν καὶ ἀνθοσμίαν, ὡς τὸ διψῶντας πίνειν ὕδωρ εὐφραίνειν εἴωθεν· οὐχ οὕτω τὸ πλακοῦντας ἐσθίειν, ὡς τὸ πεινῶντας ἐσθίειν· οὐχ οὕτω τὸ καθεύδειν ἐπὶ στρωμνῆς ἁπαλῆς, ὡς τὸ νυστάζοντας καθεύδειν· ἅπερ ἅπαντα παρὰ τοῖς πένησι μᾶλλόν ἐστιν, ἢ παρὰ τοῖς πλουτοῦσι.

Τὰ δὲ τῆς ὑγιείας τοῦ σώματος καὶ τῆς ἄλλης εὐεξίας ἁπάσης οὐ κοινὰ καὶ πλουσίοις καὶ πένησι πρόκειται; Μὴ δύναταί τις εἰπεῖν ἢ δεῖξαι, ὅτι πένητες μὲν ἀῤῥωστοῦσι μόνον, πλούσιοι δὲ διὰ παντὸς ἐν καθαρᾷ διαμένουσιν ὑγιείᾳ; Τοὐναντίον μὲν οὖν ἔστιν ἰδεῖν, πένητας μὲν οὐ ῥᾳδίως ἁλισκομένους τοῖς ἀνιάτοις νοσήμασι, πανταχοῦ δὲ ἐν τοῖς τῶν πλουτούντων σώμασι ταῦτα βλαστάνοντα. Ποδαλγίαι γοῦν, καὶ καρηβαρίαι, καὶ παρέσεις, καὶ νεύρων ἀνήκεστοι διαστροφαὶ, καὶ πονηρὰ καὶ διεφθαρμένα ῥεύματα παντοδαπὰ, κἀκείνοις μάλιστα ἐνοχλεῖν εἴωθε τοῖς τρυφῶσι, τοῖς μύρων ὄζουσιν, οὐ τοῖς πονοῦσι καὶ ταλαιπωρουμένοις, καὶ ἐκ τῆς καθ᾽ ἑκάστην ἡμέραν ἐργασίας τὴν ἀναγκαίαν τροφὴν πορίζουσι.

εʹ. Διὰ τοῦτο καὶ τῶν προσαιτῶν οἱ τρυφῇ συζῶντες ἀθλιώτεροι πάντες· καὶ τοῦτο οὐδ᾽ ἂν αὐτοὶ οἱ τρυφῶντες ἀντείποιεν. Πολλάκις γοῦν πλούσιος ἐπὶ στρωμνῆς κατακείμενος ἁπαλῆς, οἰκετῶν καὶ θεραπαινίδων παρόντων, πολλῆς θεραπείας ἀπολαύων παρὰ πάντων, πένητος διὰ τοῦ στενωποῦ ἀκούσας βοῶντος, ἄρτον αἰτοῦντος, ἐδάκρυσε, καὶ ἐστέναξε, καὶ ηὔξατο γενέσθαι τοιοῦτος μετὰ τῆς ὑγιείας, ἢ μετὰ τοῦ πλούτου τὴν ἀῤῥωστίαν ἔχειν. Οὐκ ἐπὶ τῆς ὑγιείας δὲ μόνον, ἀλλὰ καὶ ἐπὶ τῆς παιδοποιίας πάλιν οὐδὲν ὄψεταί τις τὸν πλούσιον τοῦ πένητος πλεονεκτοῦντα· ἀλλ᾽ ὁμοίως καὶ παρὰ τούτοις, καὶ παρ᾽ ἐκείνοις καὶ πολυπαιδίαι καὶ ἀπαιδίαι· μᾶλλον δὲ κἀνταῦθα ἴδοι τις ἂν τὸν πλούσιον ἐλαττούμενον. Ὁ μὲν γὰρ πένης, κἂν μὴ γένηται πατὴρ, οὐ πολλῆς αἰσθάνεται τῆς ὀδύνης· ὁ δὲ πλούσιος, ὅσῳ τὴν οὐσίαν αὐξομένην ὁρᾷ, τοσούτῳ δάκνεται μᾶλλον ὑπὸ τῆς ἀπαιδίας, οὐδεμιᾶς ἡδονῆς αἰσθανόμενος διὰ τὴν ἐρημίαν τοῦ κληρονόμου. Καὶ τοῦ πένητος μὲν ὁ κλῆρος, κἂν ἄπαις ἀπέλθῃ, διὰ τὴν εὐτέλειαν οὐκ ὢν περιμάχητος, εἰς φίλους διέβη καὶ συγγενεῖς· ὁ δὲ τοῦ πλουτοῦντος πολλοὺς πάντοθεν πρὸς ἑαυτὸν ὀφθαλμοὺς ἕλκων, εἰς τὰς χεῖρας τῶν ἐχθρῶν τοῦ τετελευτηκότος ἦλθε πολλάκις· καὶ ταῦτα ζῶν ἐκεῖνος, καὶ βλέπων ἐφ᾽ ἑτέρων συμβαίνοντα, θανάτου παντὸς χαλεπώτερον βιώσεται βίον, καὶ ἐπ᾽ αὐτοῦ τοῦτο συμβήσεσθαι προσδοκῶν.

Ἀλλὰ τὰ τοῦ θανάτου οὐ κοινά; οὐχὶ καὶ ἐπὶ πλουσίων καὶ ἐπὶ πενήτων ἄωροι γίνονται θάνατοι, καὶ μετὰ τὸν θάνατον δὲ οὐχ ἅπασιν ὁμοίως καὶ τοῦτο κἀκεῖνο τὸ σῶμα διαλύεται, καὶ γίνεται τέφρα καὶ κόνις, καὶ σκώληκας τίκτει; Ἀλλὰ τὰ τῶν ἐνταφίων οὐ κοινὰ, φησί.

Καὶ τί τὸ ὄφελος; Ὅταν γὰρ πολλὴν ἐπιστιβάσῃς τῷ πλουσίῳ στολὴν καὶ πολυτελῆ καὶ διάχρυσον, οὐδὲν ἕτερον ἢ πλέον αὐτῷ προξενεῖς τὸ μῖσος, καὶ μείζονα τὴν κατηγορίαν, καὶ τὰ πάντων ἀνοίγεις στόματα κατὰ τοῦ τετελευτηκότος, καὶ ἀρὰς μυρίας ἐπισπᾶσαι κατ᾽ αὐτοῦ, καὶ σφοδροτέραν τῆς πλεονεξίας ἀνάπτεις τὴν διαβολὴν, ἑκάστου διαῤῥηγνυμένου, καὶ ἀποπνιγομένου, καὶ καταρωμένου τὸν τελευτήσαντα, ὅτι μηδὲ ἀποθανὼν τὴν περὶ τὰ χρήματα μανίαν κατέλυσε. Καὶ οὐ τοῦτο μόνον ἐστὶ τὸ δεινὸν, ἀλλ᾽ ὅτι καὶ τοὺς τῶν τοιχωρύχων ἀνοίγει ὀφθαλμούς.

Ὥστε ἡ πλείων θεραπεία πλείονος ἀσχημοσύνης αὐτῷ γίνεται πρόφασις. Τὸ μὲν γὰρ σῶμα τοῦ πένητος οὐκ ἄν τις ἕλοιτο γυμνῶσαι λοιπόν· ἡ γὰρ εὐτέλεια τῶν ἱματίων φυλακὴ τῇ περιβολῇ τοῦ σώματος γίνεται. Ἐνταῦθα δὲ κλεῖθρα καὶ μοχλοὶ καὶ θύραι καὶ φύλακες, καὶ πάντα εἰκῆ καὶ μάτην, τῆς τῶν χρημάτων ἐπιθυμίας τοὺς τὰ τοιαῦτα κακουργεῖν ἐπισταμένους πάντα. τολμᾷν ἀναπειθούσης. Ὥστε ἡ πλείων τιμὴ πλείονα ἐπάγει τῷ τετελευτηκότι τὴν ὕβριν, καὶ ὁ μὲν εὐτελῆ λαβὼν ἐντάφια, κεῖται τῆς τιμῆς ἀπολαύων· ὁ δὲ πολυτελῆ, γυμνοῦται καὶ ἀτιμάζεται· εἰ δὲ μηδὲν τούτων γένοιτο, οὐδὲ οὕτως ἔσται τι πλέον αὐτῷ, ἀλλ᾽ ἢ τὸ δαψιλεστέραν παρασχεῖν τῷ σκώληκι τὴν τράπεζαν, καὶ πλείω γενέσθαι τὴν σηπεδόνα. Ταῦτα οὖν, εἰπέ μοι, μακαρισμῶν ἄξια; Καὶ τίς οὕτως ἄθλιος καὶ ταλαίπωρος, ὡς ἀπὸ τούτων ζηλωτὸν νομίζειν εἶναι ἄνθρωπον; Οὐ ταῦτα δὲ μόνον, ἀλλὰ καὶ τὰ ἄλλα καθ᾽ ἕκαστον ἐπιόντες, καὶ μετὰ ἀκριβείας διερευνώμενοι, τοὺς πένητας τῶν πλουτούντων πολὺ πλέον εὑρήσομεν ἔχοντας. Ταῦτ᾽ οὖν ἅπαντα μετὰ ἀκριβείας σκοποῦντες, καὶ τοῖς ἄλλοις ἅπασιν ἐπεξιόντες (Δίδου γὰρ, φησὶ, σοφῷ ἀφορμὴν, καὶ σοφώτερος ἔσται), κἀκεῖνο μεμνημένοι διηνεκῶς, ὅτι οὐδὲ ἀπ᾽ αὐτῆς τῆς τῶν χρημάτων περιουσίας ἔσται τι πλέον τοῖς κεκτημένοις, ἀλλὰ φροντίδες, καὶ ἀγωνίαι, καὶ φόβοι, καὶ κίνδυνοι· μηδὲν νομίζωμεν ἔλαττον ἔχειν τῶν πλουτούντων.

Ἐὰν γὰρ νήφωμεν, καὶ πλέον ἕξομεν, ἔν τε τοῖς κατὰ Θεὸν πράγμασιν, ἔν τε τοῖς παροῦσιν ἅπασι. Καὶ γὰρ ἡδονὴν καὶ ἀσφάλειαν, καὶ δόξαν ἀγαθὴν, καὶ ὑγίειαν σώματος, καὶ φιλοσοφίαν ψυχῆς, καὶ χρηστὰς ἐλπίδας, καὶ τὸ μὴ ταχέως ἁμαρτάνειν παρὰ τοῖς πένησιν εὑρήσει τις μᾶλλον, ἢ παρὰ τοῖς πλουτοῦσι. Μὴ τοίνυν κατὰ τοὺς ἀγνώμονας τῶν οἰκετῶν γογγύζωμεν, μηδὲ τοῦ Δεσπότου κατηγορῶμεν, ἀλλ᾽ ἐν πᾶσιν εὐχαριστῶμεν, καὶ ἓν μόνον νομίζωμεν εἶναι δεινὸν, ἁμαρτίαν, καὶ ἀγαθὸν, δικαιοσύνην. Ἂν γὰρ οὕτως ὦμεν διακείμενοι, οὐ νόσος, οὐ πενία, οὐκ ἀτιμία, οὐκ ἄλλο οὐδὲν τῶν δοκούντων εἶναι λυπηρῶν ἡμᾶς δήξεται· ἀλλὰ καθαρὰν ἡδονὴν καρπωσάμενοι διὰ πάντων, τῶν μελλόντων ἐπιτευξόμεθα ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ᾽ οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.