Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν Ἄνναν

Ἰωάννης ὁ Χρυσόστομος

Η ατεκνία της Άννας, η θερμή προσευχή της και η αφιέρωση του Σαμουήλ (Ομιλία Α', Μέρος 2ο)

Αναδεικνύεται η ευθύνη των γυναικών στην ανατροφή, περιγράφεται η δοκιμασία της Άννας, η ικεσία της στον ναό, η γέννηση του Σαμουήλ, και διατυπώνονται προτροπές για την ηθική προστασία των νέων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 10

Μὴ τοίνυν ἀλλότριον αὐτῶν εἶναι νομιζέτωσαν αἱ γυναῖκες τὸ καὶ θηλειῶν καὶ ἀῤῥένων ἐπιμελεῖσθαι. Οὐ γὰρ διέκρινεν ἐνταῦθα τὸ γένος, ἀλλὰ καὶ ἐκεῖ ἁπλῶς εἶπεν, Εἰ ἐτεκνοτρόφησε, καὶ ἐνταῦθα, Ἐὰν ἐπιμείνωσι τῇ πίστει, καὶ τῇ ἀγάπῃ, καὶ τῷ ἁγιασμῷ. Ὥστε ἀμφοτέρων ἡμῖν ἐπιμελητέον τῶν παιδίων, καὶ μάλιστα ταῖς γυναιξὶν, ὅσῳ καὶ τὰ πλείονα οἴκοι κάθηνται. Τοὺς μὲν γὰρ ἄνδρας καὶ ἀποδημίαι, καὶ αἱ τῆς ἀγορᾶς φροντίδες, καὶ τὰ τῆς πόλεως πράγματα περιέλκουσι πολλάκις· ἡ δὲ γυνὴ πάσης τοιαύτης φροντίδος ἀτέλειαν ἔχουσα, εὐκολώτερον δύναιτ᾽ ἂν τῶν τεχθέντων ἐπιμελεῖσθαι, πολλῆς ἀπολαύουσα τῆς σχολῆς. Οὕτως αἱ παλαιαὶ ἐποίουν γυναῖκες· οὐ γὰρ ἀνδράσι μόνον, ἀλλὰ καὶ γυναιξὶν ἀναγκαῖον τοῦτο τὸ ὄφλημα· λέγω δὲ τὸ τῶν οἰκείων προνοεῖσθαι παίδων, καὶ εἰς φιλοσοφίαν αὐτοὺς ἐνάγειν. Καὶ ὅτι τοῦτό ἐστιν ἀληθὲς, ἀρχαίαν τινὰ ἱστορίαν ὑμῖν διηγήσομαι. Ἄννα τις ἐγένετο παρὰ τοῖς Ἰουδαίοις γυνή. Αὕτη ἡ Ἄννα πολὺν ἐνόσησεν ἀπαιδίας χρόνον, καὶ τὸ δὴ χαλεπώτερον, ὅτι ἡ ἀντίζηλος αὐτῆς παίδων ἦν μήτηρ πολλῶν.

Ἴστε δὲ ὡς τῇ φύσει καὶ καθ᾽ ἑαυτὸ τὸ πρᾶγμα ἀφόρητόν ἐστι ταῖς γυναιξίν· ὅταν δὲ καὶ ἀντίζηλος προσῇ παῖδας ἔχουσα, πολλῷ χαλεπώτερον γίνεται· ἐν γὰρ τῇ τῆς γυναικὸς ἐκείνης εὐπραγίᾳ τὴν οἰκείαν ἀκριβέστερον καταμανθάνει συμφοράν· καθάπερ οὖν καὶ οἱ πενίᾳ συζῶντες ἐσχάτῃ, τότε ὀδυνῶνται μειζόνως, ὅταν ἐννοήσωσι τοὺς πλουτοῦντας. Καὶ οὐ τοῦτο μόνον ἦν τὸ δεινὸν, ὅτι παῖδας αὕτη μὲν οὐκ εἶχεν, ἐκείνη δὲ εἶχεν, ἀλλ᾽ ὅτι καὶ ἀντίζηλος ἦν, καὶ οὐχ ὅτι ἀντίζηλος ἦν μόνον, ἀλλ᾽ ὅτι παρώργιζεν αὐτὴν διὰ τὸ ἐξουθενεῖν αὐτήν. Ὁ δὲ Θεὸς ταῦτα πάντα ὁρῶν ἠνείχετο, καὶ Οὐκ ἔδωκεν αὐτῇ Κύριος, φησὶ, παιδίον κατὰ τὴν θλίψιν αὐτῆς, καὶ κατὰ τὴν ἀθυμίαν τῆς ψυχῆς αὐτῆς. Τί ἐστι, Κατὰ τὴν θλίψιν αὐτῆς; Οὐκ ἔστιν εἰπεῖν, φησὶν, ὅτι πράως ὁρῶν φέρουσαν τὴν συμφορὰν, ἐπεῖχεν αὐτῆς τὴν τόκον, ἀλλὰ καίτοι διακοπτομένην ὁρῶν, ὀδυνωμένην, θλιβομένην, οὐκ ἔλυσε τὴν ἀθυμίαν, ἕτερόν τι πολλῷ μεῖζον οἰκονομῶν. Ταῦτα μὴ παρέργως ἀκούωμεν, ἀλλὰ καὶ ἐντεῦθεν μάθωμεν μεγίστην φιλοσοφίαν, καὶ ἐπειδὰν δεινῷ τινι περιπέσωμεν, κἂν ἀλγῶμεν, κἂν ὀδυρώμεθα, κἂν ἀφόρητον ἡμῖν εἶναι δοκῇ τὸ κακὸν, μὴ σπεύδωμεν, μηδὲ ἀλύωμεν, ἀλλ᾽ ἀναμένωμεν τοῦ Θεοῦ τὴν πρόνοιαν. Ἐκεῖνος γὰρ οἶδε σαφῶς πότε δεῖ λῦσαι τὸ ποιοῦν τὴν ἀθυμίαν ἡμῖν· ὅπερ οὖν καὶ ἐπὶ ταύτης συνέβη.

Οὐ γὰρ μισῶν αὐτὴν, οὐδὲ ἀποστρεφόμενος ὁ Θεὸς ἀπέκλεισεν αὐτῆς τὴν μήτραν, ἀλλ᾽ ἵνα ἡμῖν ἀνοίξῃ τὰς θύρας τῆς φιλοσοφίας τῆς ἐν τῇ γυναικὶ, καὶ τὸν πλοῦτον αὐτῆς τῆς πίστεως κατίδωμεν, καὶ γνῶμεν ὅτι λαμπροτέραν αὐτὴν ἐκ τούτου εἰργάζετο. Ἄκουε δὲ καὶ τὰ ἑξῆς. Καὶ οὕτως ἐποίει, φησὶν, ἐνιαυτὸν κατ᾽ ἐνιαυτὸν ἀπὸ ἱκανοῦ, ἐν τῷ ἀναβαίνειν αὐτὴν εἰς οἶκον Κυρίου. Καὶ ἠθύμει, καὶ ἔκλαιε, καὶ οὐκ ἤσθιεν. Ἐπιτεταμένη ἡ ὀδύνη, πολὺ τὸ μῆκος τῆς λύπης, οὐ δύο καὶ τρεῖς ἡμέραι, οὐδὲ εἴκοσι καὶ ἑκατὸν, οὐδὲ χίλιαι καὶ δὶς τοσαῦται· ἀλλ᾽, Ἐξ ἱκανοῦ, φησὶν, ἔτη πολλὰ λυπουμένη καὶ ὀδυνωμένη ἦν ἡ γυνή· τοῦτο γάρ ἐστι τὸ, Ἀπὸ ἱκανοῦ· καὶ ὅμως οὐκ ἀπεδυσπέτησεν, οὐδὲ ἤλεγξεν αὐτῆς τὴν φιλοσοφίαν τοῦ χρόνου τὸ μῆκος, οὐδὲ τὰ ὀνείδη καὶ αἱ λοιδορίαι τῆς ἀντιζήλου, ἀλλ᾽ ηὔχετο συνεχῶς καὶ ἱκέτευε· καὶ τὸ δὴ μεῖζον ἁπάντων, καὶ ὃ μάλιστα δείκνυσιν αὐτῆς τὸν περὶ τὸν Θεὸν πόθον, ὅτι οὐχ ἁπλῶς αὐτὸ τοῦτο τὸ παιδίον κτήσασθαι ἐπεθύμει, ἀλλὰ καρπὸν ἀναθεῖναι τῷ Θεῷ, καὶ τῆς οἰκείας γαστρὸς ἀπάρξασθαι, καὶ τῆς καλῆς ταύτης ὑποσχέσεως λαβεῖν τὸν μισθόν. Πόθεν τοῦτο δῆλον; Ἐκ τῶν μετὰ ταῦτα ῥημάτων. Ἴστε γὰρ δήπου πάντες, ὅτι ταῖς γυναιξὶ διὰ τοὺς ἄνδρας μάλιστα ἀφόρητον ἡ ἀπαιδία.

Πολλοὶ γὰρ τῶν ἀνθρώπων οὕτως ἀλόγως διάκεινται, ὡς ταῖς γυναιξὶν ἐγκαλεῖν, ἐπειδὰν μὴ τίκτωσιν, οὐκ εἰδότες ὅτι τὸ τεκεῖν ἄνωθεν ἔχει τὴν ἀρχὴν, ἀπὸ τῆς τοῦ Θεοῦ προνοίας, καὶ οὔτε γυναικὸς φύσις, οὔτε συνουσία, οὔτε ἄλλο οὐδὲν αὐταρκὲς πρὸς τοῦτό ἐστιν. Ἀλλ᾽ ὅμως, καίτοι γε εἰδότες ὅτι ἀδίκως ἐγκαλοῦσιν, ὀνειδίζουσι, καὶ ἀποστρέφονται πολλάκις, καὶ οὐχ ἡδέως πρὸς αὐτὰς ἔχουσιν.

εʹ. Ἴδωμεν τοίνυν καὶ ἐπὶ ταύτης τῆς γυναικὸς εἰ τοῦτο συνέβαινεν. Ἂν μὲν γὰρ ἴδῃς αὐτὴν καταφρονουμένην, ἀτιμαζομένην, ὑβριζομένην, παῤῥησίαν οὐκ ἔχουσαν πρὸς τὸν ἄνδρα, οὐδὲ πολλῆς ἀπολαύουσαν τῆς εὐνοίας, δυνήσῃ στοχάσασθαι, ὅτι διὰ τοῦτο ἐπεθύμει παιδίου, ἵνα παῤῥησίαν ἔχῃ καὶ ἐλευθερίαν πολλὴν, καὶ ποθεινοτέρα γένηται τῷ ἀνδρί. Ἂν δὲ τοὐναντίον ἅπαν εὕρῃς, αὐτὴν τῆς τὰ παιδία ἐχούσης μᾶλλον ἀγαπωμένην, καὶ πλείονος ἀπολαύουσαν εὐνοίας, εὔδηλον ὅτι οὐ δι᾽ ἀνθρώπινόν τι, οὐδ᾽ ἵνα τὸν ἄνδρα ἐπισπάσηται μᾶλλον, ἐπεθύμει παιδίου, ἀλλὰ διὰ τὴν εἰρημένην αἰτίαν. Πόθεν οὖν τοῦτο δῆλον;

Ἄκουσον αὐτοῦ τοῦ συγγραφέως αὐτὸ λέγοντος· οὐδὲ γὰρ ἁπλῶς αὐτὸ τέθεικεν, ἀλλ᾽ ἵνα τῆς γυναικὸς μάθῃς τὴν ἀρετήν. Τί οὖν οὗτός φησιν; Ἠγάπα γὰρ ὁ Ἐλκανὰ τὴν Ἄνναν ὑπὲρ τὴν Φενάνναν. Εἶτα μετὰ ταῦτα ἰδὼν αὐτὴν οὐκ ἐσθίουσαν, ἀλλὰ κλαίουσαν, φησί· Τί ἔστι σοι, ὅτι κλαίεις; καὶ ἵνα τί οὐκ ἐσθίεις; καὶ ἵνα τί τύπτει σε ἡ καρδία σου; οὐκ ἀγαθὸς ἐγώ σοι ὑπὲρ δέκα τέκνα;

Ὁρᾷς πῶς αὐτῆς ἐξήρτητο, καὶ ὑπὲρ ἐκείνης ἤλγει πλέον, οὐ διὰ τὸ μὴ ἔχειν παιδία, ἀλλὰ διὰ τὸ ὁρᾷν ἀθυμοῦσαν αὐτὴν καὶ περιοδυνίᾳ κατεχομένην; Ἀλλ᾽ ὅμως οὐκ ἔπεισεν αὐτὴν ἀποστῆναι τῆς ἀθυμίας. Οὐ γὰρ δι᾽ αὐτὸν ἐζήτει τὸ παιδίον, ἀλλ᾽ ἵνα τινὰ καρπὸν ἐπιδείξηται τῷ Θεῷ. Καὶ ἀνέστη, φησὶ, μετὰ τὸ φαγεῖν αὐτοὺς ἐν Σηλὼμ, καὶ μετὰ τὸ πιεῖν, καὶ κατέστη ἐνώπιον Κυρίου. Οὐχ ἁπλῶς οὐδὲ τοῦτο εἴρηται, ὅτι Μετὰ τὸ φαγεῖν καὶ πιεῖν· ἀλλ᾽ ἵνα μάθῃς, ὅτι τὸν καιρὸν, ὃν ἀνέσεως ἕτεροι καὶ ἀδείας ποιοῦνται, τοῦτον εὐχῆς καὶ δακρύων ἐποιεῖτο καιρὸν, διὰ τὸ σφόδρα νήφειν καὶ ἐγρηγορέναι.

Καὶ κατέστη ἐνώπιον Κυρίου· καὶ Ἠλεὶ ὁ ἱερεὺς, φησὶν, ἐκάθητο ἐπὶ τοῦ δίφρου ἐπὶ τῶν φλιῶν ναοῦ Κυρίου. Οὐδὲ τοῦτο ἁπλῶς εἴρηται, ὅτι ὁ Ἠλεὶ ὁ ἱερεὺς ἐκάθητο ἐπὶ τῶν φλιῶν ναοῦ Κυρίου· ἀλλ᾽ ὑπὲρ τοῦ δεῖξαι τὴν θερμότητα τῆς γυναικός. Καθάπερ γὰρ χήρα πολλάκις γυνὴ ἀπροστάτευτος οὖσα καὶ ἔρημος, ἐπηρεαζομένη, πολλὰ ἀδικουμένη, βασιλέως εἰσελαύνειν μέλλοντος, δορυφόρων, ἀσπιδηφόρων, ἱππέων, ἑτέρας πολλῆς θεραπείας προαπαντώσης, οὐ καταπλήττεται, οὐδὲ προστάτου δεῖται, ἀλλὰ πάντας αὐτοὺς διατεμοῦσα μετὰ πολλῆς ἐντυγχάνει τῷ βασιλεῖ παῤῥησίας, τὴν οἰκείαν ἐκτραγῳδοῦσα συμφορὰν, τῆς ἀνάγκης αὐτὴν χειραγωγούσης· οὕτω δὴ καὶ αὕτη ἡ γυνὴ οὐκ ἠρυθρίασεν, οὐκ ᾐσχύνθη, τοῦ ἱερέως καθημένου, αὐτὴ δι᾽ ἑαυτῆς αἰτῆσαι καὶ μετὰ πολλῆς τῆς παῤῥησίας τῷ βασιλεῖ προσελθεῖν· ἀλλ᾽ ὑπὸ τοῦ πόθου πτερωθεῖσα, καὶ πρὸς τὸν οὐρανὸν ἀναβᾶσα τῇ διανοίᾳ, ὡς αὐτὸν ὁρῶσα τὸν Θεὸν, οὕτω μετὰ πάσης αὐτῷ θερμότητος διελέγετο. Καὶ τί φησι; Μᾶλλον δὲ οὐδὲν φθέγγεται πρότερον, ἀλλ᾽ ἀπ᾽ ὀδυρμῶν ποιεῖται τὰ προοίμια, καὶ θερμὰς ἀφίησι πηγὰς δακρύων. Καὶ καθάπερ, ὄμβρων καταφερομένων, καὶ ἡ σκληροτέρα γῆ καταβρεχθεῖσα καὶ καταμαλαχθεῖσα, ῥᾳδίως ἑαυτὴν πρὸς τὰς τῶν καρπῶν διεγείρει γονὰς, οὕτω καὶ ἐπὶ τῆς γυναικὸς ταύτης ἐγένετο.

Καθάπερ γὰρ ὑπ᾽ ὄμβρων τῶν δακρύων ἡ μήτρα μαλαττομένη, καὶ διὰ τῆς ὀδύνης διαθερμαινομένη, πρὸς τὴν καλὴν ἐκείνην τεκνογονίαν ἤρχετο διεγείρεσθαι. Ἀκούσωμεν δὲ καὶ αὐτῶν τῶν ῥημάτων, καὶ τῆς καλῆς ταύτης ἱκετηρίας. Κλαίουσα ἔκλαυσε, φησὶ, καὶ ηὔξατο εὐχὴν τῷ Κυρίῳ, λέγουσα· ΑΔΩΝΑΙ ΚΥΡΙΕ ΕΛΩΙ ΣΑΒΑΩΘ. Φοβερὰ τὰ ῥήματα, καὶ φρίκης γέμοντα· καὶ καλῶς ἐποίησεν ὁ συγγραφεὺς μὴ μετενεγκὼν αὐτὰ πρὸς τὴν ἡμετέραν φωνήν· οὐ γὰρ ἴσχυσε μετὰ τῆς οἰκείας αὐτὰ ἀρετῆς μεταθεῖναι πρὸς τὴν Ἑλλάδα γλῶτταν. Οὐκ ἀφ᾽ ἑνὸς δὲ αὐτὸν ἐκάλεσε ῥήματος ἡ γυνὴ, ἀλλ᾽ ἀπὸ πολλῶν τῶν προσόντων αὐτῷ, τὸν περὶ αὐτὸν πόθον ἐνδεικνυμένη, καὶ τὴν θερμὴν διάθεσιν. Καὶ καθάπερ οἱ τὰς δεήσεις γράφοντες τῷ βασιλεῖ, οὐκ ἐντιθέασιν ἓν ὄνομα μόνον, ἀλλὰ τὸν τροπαιοῦχον, τὸν αὔγουστον, τὸν αὐτοκράτορα, καὶ πολλὰ ἕτερα τούτων ἄνω προθέντες, τότε ποιοῦνται τὴν ἱκετηρίαν· οὕτω καὶ αὕτη δέησίν τινα ἀναφέρουσα τῷ Θεῷ, πολλὰ τίθησιν ἐν τῷ προοιμίῳ τῆς δεήσεως ὀνόματα, τήν τε οἰκείαν διάθεσιν ἐνδεικνυμένη, καθάπερ ἔφθην εἰπὼν, καὶ τὴν εἰς τὸν παρακαλούμενον τιμήν. Καὶ τὴν δέησιν αὐτὴν ὑπηγόρευσεν ἡ ὀδύνη· διὸ καὶ ταχέως ἠκούετο μετὰ πολλῆς αὐτὴν γράψασα τῆς συνέσεως.

Τοιαῦται γὰρ αἱ ἐξ ὀδύνης ψυχῆς γινόμεναι εὐχαί. Καὶ γὰρ ἀντὶ χάρτου μὲν ἦν αὐτῆς ἡ διάνοια, ἀντὶ καλάμου δὲ ἡ γλῶττα, τὰ δάκρυα δὲ ἀντὶ μέλανος· διὸ καὶ μέχρι τῆς σήμερον ἡμέρας ἡ δέησις ἔμεινεν. Ἀνεξάλειπτα γὰρ τὰ τοιαῦτα γίνεται γράμματα, ἅπερ ἂν ἐκείνῳ βαφῇ τῷ μέλανι. Καὶ τὰ μὲν προοίμια τῆς δεήσεως τοιαῦτα· τὰ δὲ ἑξῆς τίνα; Ἐὰν ἐπιβλέπων ἐπιβλέψῃς, φησὶν, ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης σου. Οὕτω οὐδὲν ἔλαβε, καὶ ἐξ ὑποσχέσεως τὴν ἀρχὴν ἐποιήσατο τῆς εὐχῆς. Ἀμείβεται τὸν Θεὸν ἤδη, μηδὲν ἐν χερσὶ κατέχουσα. Οὕτως ἔζεε καὶ ὤδινε πρὸς τοῦτο μᾶλλον, ἢ πρὸς ἐκεῖνο, καὶ διὰ τοῦτο ηὔξατο λαβεῖν τὸ παιδίον. Ἐὰν ἐπιβλέπων ἐπιβλέψῃς ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης σου. Δύο δικαιώματα, φησὶν, ἔχω, τὴν δουλείαν, καὶ τὴν συμφοράν.

Καὶ δός μοι τῇ δούλῃ σου σπέρμα ἀνδρός· δώσω αὐτὸ ἐνώπιόν σου δοτόν. Τί ἐστιν, Ἐνώπιόν σου δοτόν; Ἔκδοτον καὶ ὁλόκληρον δοῦλον. Ἀφίσταμαι τῆς ἐξουσίας ἁπάσης. Τοσοῦτον γὰρ βούλομαι γενέσθαι μήτηρ μόνον, ὅσον τὴν ἀρχὴν παρ᾽ ἐμοῦ λαβεῖν τὸ παιδίον, καὶ λοιπὸν ἐξίσταμαι καὶ παραχωρῶ.

ϛʹ. Καὶ σκόπει γυναικὸς εὐλάβειαν. Οὐκ εἶπεν, Ἐὰν δῷς μοι τρεῖς, τοὺς δύο σοι δίδωμι, ἐὰν δὲ δύο, τὸν ἕνα σοι δίδωμι· ἀλλ᾽, ἐὰν μόνον ἕνα δῷς, ὁλόκληρον ἀνατίθημί σοι τὸν καρπόν. Καὶ οἶνον καὶ μέθυσμα οὐ μὴ πίεται. Οὔπω ἔλαβε τὸ παιδίον, καὶ ἤδη διαπλάττει προφήτην, καὶ περὶ τῆς παιδοτροφίας αὐτοῦ διαλέγεται, καὶ συνθήκας ποιεῖται πρὸς τὸν Θεόν. Ὢ παῤῥησίας γυναικός! Ἐπειδὴ καταβαλεῖν οὐδὲ τότε εἶχε, διὰ τὸ μηδέπω λαβεῖν, ἀπὸ τῶν μελλόντων καταβάλλει τὴν τιμήν. Καὶ καθάπερ πολλοὶ τῶν γηπόνων ἐν πενίᾳ ζῶντες ἐσχάτῃ, καὶ ἀργύριον οὐκ ἔχοντες ὥστε μόσχον ἢ πρόβατον πρίασθαι, ἐφ᾽ ἡμισείᾳ παρὰ τῶν δεσποτῶν αὐτὰ λαμβάνουσιν, ἀπὸ τῶν μελλόντων καρπῶν τὴν τιμὴν ὑπισχνούμενοι καταβαλεῖν· οὕτω δὴ καὶ αὕτη, μᾶλλον δὲ καὶ πολλῷ πλέον ἐποίησεν. Οὐ γὰρ ἐφ᾽ ἡμισείᾳ τὸν υἱὸν λαμβάνει παρὰ τοῦ Θεοῦ, ἀλλ᾽ ὥστε ὁλόκληρον αὐτῷ ἀποδοῦναι πάλιν, καὶ τὴν παιδοτροφίαν καρπώσασθαι.

Ἀρκοῦσαν γὰρ ἀμοιβὴν εἶναι ἐνόμισε, τὸ πονέσαι περὶ τὸν τοῦ Θεοῦ ἱερέα. Καὶ οἶνον καὶ μέθυσμα οὐ μὴ πίεται, φησίν. Οὐκ ἐνενόησε πρὸς ἑαυτὴν, λέγουσα· Τί δὲ ἂν ἁπαλὸς ὢν ὑπὸ τῆς ὑδροποσίας διαφθείρηται; τί δὲ ἂν ἀῤῥωστίᾳ περιπέσῃ; τί δὲ ἂν ἀποθάνῃ, νόσῳ παραδοθεὶς χαλεπῇ; Ἀλλ᾽ ἐννοήσασα ὅτι ὁ δοὺς αὐτὸν, αὐτὸς καὶ τῆς ὑγείας προνοῆσαι δυνήσεται, ἐξ αὐτῶν τῶν σπαργάνων καὶ τῶν ὠδίνων εἰς τὴν ἁγιωσύνην αὐτὸν ἐνεβίβασεν, ἐπὶ τὸν Θεὸν ῥίψασα τὸ πᾶν, καὶ πρὸ τῶν ὠδίνων ἡ γαστὴρ αὐτῆς ἡγιάζετο προφήτην ἔχουσα, καὶ ἱερέα κυοῦσα, καὶ τὸ ἀνάθημα φέρουσα, ἀνάθημα ἔμψυχον.

Διὰ ταῦτα ἠνείχετο ἀθυμούσης αὐτῆς ὁ Θεὸς, διὰ τοῦτο βραδέως ἐδίδου, ἵνα λαμπροτέραν αὐτὴν τῷ τρόπῳ τοῦ τόκου ποιήσῃ, ἵνα δείξῃ τὴν φιλοσοφίαν. Καὶ γὰρ εἰς τὴν εὐχὴν καταστᾶσα οὐκ ἐμνήσθη τῆς ἀντιζήλου, οὐκ εἶπεν αὐτῆς τὰς λοιδορίας, οὐκ ἤνεγκεν εἰς μέσον τὰ ὀνείδη, οὐκ εἶπεν· Ἐκδίκησόν με ἐκ τῆς μιαρᾶς καὶ πονηρᾶς γυναικὸς ἐκείνης· ἅπερ πολλαὶ ποιοῦσι γυναῖκες· ἀλλὰ μηδὲ μνησθεῖσα τῶν ὀνειδῶν ἐκείνων, περὶ τῶν αὐτῇ συμφερόντων ηὔχετο μόνον. Τοῦτο καὶ σὺ ποίησον, ἄνθρωπε, καὶ ὅταν ἴδῃς ἐχθρὸν λυποῦντα, πρὸς ἐκεῖνον μὲν μηδὲν ἐκβάλῃς ῥῆμα πικρὸν, μηδὲ εὔξῃ κατ᾽ αὐτοῦ πρὸς σὲ ἀπεχθῶς ἔχοντος· εἰσελθὼν δὲ, καὶ τὰ γόνατα κάμψας, καὶ δάκρυα ἀφεὶς, παρακάλει τὸν Θεὸν λῦσαι τὴν ἀθυμίαν, σβέσαι τὴν λύπην· ὅπερ οὖν καὶ αὕτη πεποίηκε, καὶ τὰ μέγιστα παρὰ τῆς ἐχθρᾶς ἐκαρπώσατο γυναικός. Ἐκείνη γὰρ πρὸς τὸν τόκον τοῦ παιδίου συνέπραξε. Καὶ πῶς, ἐγὼ λέγω. Ἐπειδὴ ὠνείδισεν, ἔθλιψε, καὶ μείζονα τὴν ὀδύνην εἰργάσατο, ἀπὸ τῆς ὀδύνης ἡ εὐχὴ προσεκτικωτέρα γέγονεν, ἡ εὐχὴ τὸν Θεὸν ἐπεσπάσατο, καὶ ἐπινεῦσαι ἐποίησε, καὶ οὕτως ὁ Σαμουὴλ ἐτέχθη.

Ὥστε, ἐὰν νήφωμεν, οὐ μόνον ἡμᾶς οἱ ἐχθροὶ οὐδὲν παραβλάψαι δυνήσονται, ἀλλὰ καὶ ὠφελήσουσι τὰ μέγιστα, πρὸς πάντα ἡμᾶς σπουδαιοτέρους ἐργαζόμενοι, μόνον ἂν μὴ πρὸς λοιδορίας καὶ ὕβρεις, ἀλλὰ πρὸς εὐχὰς ἑαυτοὺς ἄγωμεν ἀπὸ τῆς παρ᾽ ἐκείνων ἐγγινομένης ἡμῖν ἀθυμίας.

Τεκοῦσα δὲ τὸ παιδίον, ἐκάλεσεν αὐτὸ Σαμουὴλ, τουτέστιν, Ἀκούσει Θεοῦ. Ἐπειδὴ γὰρ ἐκ τοῦ ἀκουσθῆναι, καὶ ἐξ εὐχῆς αὐτὸν ἔλαβε, καὶ οὐκ ἀπὸ φύσεως, τῆς ἐργασίας τὴν μνήμην, ὥσπερ ἐν στήλῃ χαλκῇ, τῇ προσηγορίᾳ τοῦ παιδίου λοιπὸν ἐναπέθετο.

Καὶ οὐκ εἶπε, Καλέσωμεν αὐτὸν τῷ ὀνόματι τοῦ πατρὸς αὐτοῦ, ἢ τοῦ θείου, ἢ τοῦ πάππου, ἢ τοῦ ἐπιπάππου· ἀλλ᾽ αὐτὸς ὁ δεδωκὼς αὐτὸν, αὐτὸς καὶ τῇ προσηγορίᾳ τοῦ παιδίου τιμάσθω, φησί. Ταύτην ζηλώσατε, γυναῖκες, ταύτην μιμησώμεθα, ἄνδρες, καὶ τοσαύτην περὶ τὰ παιδία ποιώμεθα τὴν ἐπιμέλειαν, οὕτως ἐκτρέφωμεν τοὺς τεχθέντας, ἔν τε τοῖς ἄλλοις ἅπασιν, ἕν τε τῷ τῆς σωφροσύνης λόγῳ. Οὐδὲν γὰρ οὕτω σπουδάζειν χρὴ καὶ φροντίζειν τῶν νέων, ὡς σωφροσύνης ἕνεκεν καὶ σεμνότητος. Τοῦτο γὰρ μάλιστα τὸ πάθος ἐκείναις ἐνοχλεῖ ταῖς ἡλικίαις· καὶ ὅπερ ἐπὶ τῶν λύχνων ποιοῦμεν, τοῦτο καὶ ἐπὶ τῶν παιδίων φυλάττωμεν.

Πολλάκις γοῦν θεραπαινίδι λύχνον ἁπτούσῃ παρακελευόμεθα μὴ παραγαγεῖν τὸν λύχνον, ἔνθα ἂν ᾖ καλάμη, ἢ χόρτος, ἤ τι τῶν τοιούτων, μήποτε ἀγνοούντων ἡμῶν, σπινθήρ τις ἐκπεσὼν, καὶ τῆς ὕλης ἐπιλαβόμενος ἐκείνης, ὁλόκληρον ἐμπρήσῃ τὴν οἰκίαν· ταύτην καὶ ἐπὶ τῶν παιδίων τὴν πρόνοιαν ἔχωμεν, καὶ μὴ παράγωμεν αὐτῶν τὰς ὄψεις, ἔνθα θεραπαινίδες ἀσελγεῖς, ἔνθα κόραι ἄσωτοι, ἔνθα δοῦλαι ἀκόλαστοι, ἀλλὰ κελεύωμεν, καὶ παρεγγυῶμεν, κἂν θεραπαινίδα τοιαύτην ἔχωμεν, κἂν γείτονα, κἂν ἁπλῶς ἑτέραν τινὰ τοιαύτην, μήτε εἰς ὄψιν, μήτε εἰς συνουσίαν λόγων τοῖς νέοις ἔρχεσθαι, ὥστε μὴ σπινθῆρα ἐκεῖθεν ἐκπεσόντα ὁλόκληρον ἀνάψαι τοῦ παιδίου τὴν ψυχὴν, καὶ ἀπαραμύθητον γενέσθαι τὴν συμφοράν. Μὴ θεαμάτων δὲ μόνον, ἀλλὰ καὶ ἀκουσμάτων αὐτοὺς μαλθακῶν καὶ διακεκλασμένων ἀπάγωμεν, ἵνα μὴ γοητεύηται διὰ τούτων αὐτοῖς ἡ ψυχή· μηδὲ εἰς θέατρα αὐτοὺς ἀνάγωμεν, μηδὲ εἰς συμπόσια καὶ μέθας, ἀλλὰ τῶν θαλαμευομένων παρθένων μᾶλλον ἡμῖν οἱ νέοι φυλαττέσθωσαν. Οὐδὲν γὰρ οὕτω τὴν ἡλικίαν ἐκείνην κοσμεῖν πέφυκεν, ὡς ὁ τῆς σωφροσύνης στέφανος, καὶ τὸ πάσης ἀσελγείας καθαρεύοντα πρὸς γάμον ἐλθεῖν. Οὕτω καὶ αἱ γυναῖκες αὐτοῖς γένοιντ᾽ ἂν ποθειναὶ, ὅταν μὴ πορνείαν ἡ ψυχὴ προμεμελετηκυῖα, μηδὲ διεφθαρμένη ᾖ, ὅταν ἐκείνην εἰδὼς ᾖ τὴν γυναῖκα μόνον ὁ νέος τὴν γάμῳ συναφθεῖσαν αὐτῷ.

Οὕτω καὶ οἱ ἔρωτες θερμότεροι, καὶ ἡ εὔνοια γνησιωτέρα, καὶ ἡ φιλία ἀκριβεστέρα γίνεται, ὅταν μετὰ τοιαύτης φυλακῆς ἐπὶ τοὺς γάμους οἱ νέοι βαδίζωσιν. Ὡς τά γε νῦν γινόμενα, οὐ γάμος ἐστὶν, ἀλλ᾽ ἁπλῶς χρημάτων ἐμπορία, καὶ καπηλεία. Ὅταν γὰρ καὶ πρὸ τῶν γάμων διεφθαρμένος ὁ νέος ᾖ, καὶ μετὰ τὸν γάμον πάλιν πρὸς ἑτέραν βλέπῃ γυναῖκα, τί τῶν γάμων ὄφελος, εἰπέ μοι; Μείζων μὲν οὖν ἡ κόλασις, ἀσύγγνωστος ἡ ἁμαρτία, ὅταν γυναικὸς ἔνδον οὔσης εἰς πόρνας ἑαυτὸν καταισχύνῃ, καὶ μοιχείαν ἐργάζηται. Μετὰ γὰρ γυναῖκα, κἂν πόρνη ᾖ ἡ προσφθειρομένη τῷ γεγαμηκότι, μοιχεία τὸ πρᾶγμά ἐστι. Ταῦτα δὲ γίνεται, καὶ μετὰ γάμον πρὸς τὰς ἑταιριζομένας γυναῖκας τρέχουσιν, ἐπειδὴ πρὸ τοῦ γάμου σωφρονεῖν οὐκ ἐμελέτησαν.

Ἐντεῦθεν μάχαι, καὶ λοιδορίαι, καὶ οἰκιῶν ἀνατροπαὶ, καὶ καθημερινοὶ πόλεμοι· ἐντεῦθεν ὁ πρὸς τὴν γυναῖκα ἔρως ὑποῤῥεῖ καὶ μαραίνεται, τῆς ἐν τοῖς πορνείοις ὁμιλίας ἐκλυούσης αὐτόν. Ὡς ἐὰν σωφρονεῖν μάθῃ, πάντων ποθεινοτέραν τὴν αὐτοῦ γυναῖκα ἡγήσεται, καὶ μετὰ πολλῆς αὐτὴν ὄψεται τῆς εὐνοίας, καὶ πολλὴν πρὸς αὐτὴν τηρήσει τὴν ὁμόνοιαν, εἰρήνης δὲ οὔσης καὶ ὁμονοίας, πάντα εἰς τὴν οἰκίαν ἐκείνην εἰσελεύσεται τὰ ἀγαθά. Ἵν᾽ οὖν καὶ τὰ ἐνταῦθα ἡμῖν καλῶς οἰκονομῆται, καὶ μετὰ τούτων καὶ τῆς βασιλείας τῶν οὐρανῶν ἐπιτύχωμεν, καὶ ἡμῶν αὐτῶν καὶ τῶν παιδίων προνοῶμεν, ταύτης ἕνεκεν μάλιστα τῆς ἐντολῆς, ὅπως μὴ ῥυπαρὰ ἐνδεδυμένοι ἱμάτια, εἰς τὸν πνευματικὸν ἐκεῖνον εἰσέλθωμεν γάμον, ἀλλὰ μετὰ παῤῥησίας πολλῆς ἀπολαύσωμεν τῆς ἐκεῖ κειμένης τοῖς ἀξίοις τιμῆς· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ᾽ οὗ Πατρὶ δόξα, τιμὴ, κράτος, σὺν τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.