Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν Ἄνναν

Ἰωάννης ὁ Χρυσόστομος

Η πραότητα της Άννας απέναντι στον Ηλεί και η ευλογία του ιερέα (Ομιλία Β', Μέρος 2ο)

Εξετάζεται η ταπεινή απολογία της Άννας προς τον ιερέα έπειτα από την άδικη κατηγορία περί μέθης, η ευχαριστιακή προσευχή μετά την τράπεζα και ακολουθούν παραινέσεις περί σωφροσύνης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 4 από 10

Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Εἰ μὴ Δεσπότης ἦν, μηδὲ τοσοῦτον ἡμῶν ὑπερέχων, ἀλλὰ φίλος τις ὁμότιμος, ποίαν εἴχομεν ἀπολογίαν, τοσαῦτα εὐεργετηθέντες παρ᾽ αὐτοῦ, καὶ τοῖς ἐναντίοις αὐτὸν ἀμειβόμενοι; Εἶδες γνώμην φιλόθεον, καὶ πῶς οὐ μεγαλοφρονεῖ, οὐδὲ ἐναβρύνεται ἐπὶ τῷ γενναίως ἐνεγκεῖν τὰς ὑπὲρ φύσιν ἐκείνας πληγὰς, οὔτε σοφίας εἶναι νομίζει καὶ μεγαλοψυχίας τὴν τοσαύτην ὑπομονὴν, ἀλλ᾽ ὥσπερ ἀναγκαῖον ὄφλημα ἐκτιννὺς, καὶ οὐδὲν ἀπεικὸς παθὼν, οὕτως ἐκ περιουσίας τὸ γύναιον ἐπεστόμισε; Τοῦτο καὶ ἐπὶ τῆς γυναικὸς ταύτης γέγονεν. Ἐπειδὴ γὰρ εἶδεν αὐτὴν γενναίως φέρουσαν τὴν ἀπαιδίαν, καὶ τῷ Θεῷ προσπίπτουσαν, καθῆκε τὸ παιδάριον τοῦ ἱερέως, ὥστε μᾶλλον αὐτὴν ἀγριᾶναι. Ἀλλ᾽ οὐδὲν τούτων ἔπαθεν ἡ γυνὴ, ἀλλὰ μελετήσασα φέρειν τὰς λοιδορίας ἐπὶ τῆς οἰκίας, καὶ τοῖς ὀνείδεσιν ἐγγυμνασαμένη τῆς ἀντιζήλου, ἀδεῶς λοιπὸν πρὸς τὰς τοιαύτας ἀπεδύετο προσβολάς. Διὸ καὶ ἐν τῷ ἱερῷ πολλὴν ἐπιείκειαν ἐπεδείκνυτο, ἀνδρείως μάλα καὶ μεγαλοψύχως τὰ σκώμματα φέρουσα, τὰ ἐπὶ τῇ μέθῃ καὶ τῇ παροινίᾳ. Οὐδὲν δὲ οἷον καὶ αὐτῶν ἀκοῦσαι τῶν ῥημάτων. Εἰπόντος γὰρ τοῦ παιδαρίου· Περιελοῦ τὸν οἶνόν σου ἀπὸ σοῦ, καὶ ἄπελθε ἐκ προσώπου Κυρίου, ἀπεκρίθη ἡ Ἄννα, καὶ εἶπεν, Οὐχὶ, κύριε. Τὸν ὑβρίσαντα δεσπότην ἐκάλεσε. Καὶ οὐκ εἶπεν ὃ πολλοὶ τῶν ἀνθρώπων λέγουσιν· Εἶπέ μοι ταῦτα ὁ ἱερεύς;

ταῦτα ὁ διδάσκων τοὺς ἄλλους εἰς μέθην καὶ παροινίαν ἔσκωψεν; ἀλλ᾽ ἐσκόπησεν ὅπως ἀποκρούσαιτο μόνον τὴν ὑπόνοιαν, καίτοι γε οὐκ οὖσαν ἀληθῆ.

εʹ. Ἡμεῖς δὲ πολλάκις, ἐπειδὰν λοιδορηθῶμεν, δέον ἀπολογήσασθαι καὶ ἀπαλλαγῆναι, ἐξάπτομεν τὸ πῦρ, καὶ καθάπερ θηρία τοῖς ὑβρικόσιν ἐπιπηδῶμεν, ἄγχοντες, ἕλκοντες, εὐθύνας ἀπαιτοῦντες τῶν εἰρημένων, καὶ τούτοις αὐτοῖς, οἷς ποιοῦμεν, τὴν καθ᾽ ἡμῶν βεβαιοῦντες ὑπόνοιαν. Εἰ γὰρ βούλει δεῖξαι τοῖς ὑβρικόσιν, ὡς οὐ μεθύεις, δεῖξον διὰ πραότητος καὶ ἐπιεικείας, μὴ δι᾽ ὕβρεως, μηδὲ διὰ λοιδορίας. Ἂν μὲν γὰρ τυπτήσῃς τὸν ὑβρικότα, μέθην σου καταγνώσονται πάντες· ἂν δὲ γενναίως ἐνέγκῃς, ἀπεκρούσω διὰ τῶν ἔργων τὴν πονηρὰν ὑποψίαν· ὅπερ οὖν καὶ ἡ γυνὴ τότε ἐποίησε, καὶ εἰποῦσα, Οὐχὶ, κύριε, δι᾽ αὐτῶν τῶν πραγμάτων ἐδείκνυ, ὅτι ψευδὴς ἦν ἡ ὑποψία.

Πόθεν δὲ ὅλως καὶ ὑπώπτευσεν ὁ ἱερεὺς τοῦτο; μὴ γὰρ γελῶσαν εἶδε; μὴ γὰρ χορεύουσαν; μὴ γὰρ περιφερομένην καὶ καταπίπτουσαν; μὴ γὰρ αἰσχρόν τι καὶ ἀνελεύθερον φθεγγομένην ῥῆμα; Πόθεν οὖν ταύτην ἔσχε τὴν ὑπόνοιαν; Οὐχ ἁπλῶς, οὐδὲ ὡς ἔτυχεν ἐκεῖνος, ἀλλ᾽ ἀπὸ τοῦ καιροῦ τῆς ἡμέρας· καὶ γὰρ ἦν τὸ μεσημβρινὸν, ὅτε τὴν εὐχὴν ἐποιεῖτο. Πόθεν τοῦτο δῆλον; Ἀπ᾽ αὐτῶν τῶν ἄνωθεν εἰρημένων. Ἀνέστη γὰρ, φησὶν, Ἄννα μετὰ τὸ φαγεῖν αὐτοὺς ἐν Σηλὼμ, καὶ μετὰ τὸ πιεῖν, καὶ κατέστη ἐνώπιον Κυρίου. Ὁρᾷς; Ὃν ἀνέσεως καιρὸν ποιοῦνται ἅπαντες, τοῦτον εὐχῆς ἐποιεῖτο αὕτη καιρὸν, καὶ μετὰ τράπεζαν πρὸς ἱκετηρίαν ἀνέτρεχε, καὶ πηγὰς ἠφίει δακρύων, καὶ διάνοιαν παρεῖχε σωφρονοῦσαν καὶ νήφουσαν, καὶ μετὰ τράπεζαν οὕτως ἐκτενῶς ηὔξατο, ὡς δῶρον ὑπὲρ φύσιν λαβεῖν, καὶ λῦσαι στείρωσιν, καὶ φύσιν ἀσθενήσασαν διορθῶσαι. Ταῦτα τοίνυν ἀπὸ τῆς γυναικὸς ἐκερδάναμεν, ὥστε εἰδέναι μετ᾽ εὐωχίαν εὔχεσθαι.

Ὁ γὰρ πρὸς τοῦτο παρεσκευασμένος, οὐδέποτε εἰς μέθην καὶ παροινίαν ἐκπεσεῖται, οὐδέποτε ὑπὸ ἀδδηφαγίας διαῤῥαγήσεται, ἀλλὰ τὴν προσδοκίαν τῆς εὐχῆς ἀντὶ χαλινοῦ τοῖς λογισμοῖς ἐπικειμένην ἔχων, μετὰ τοῦ προσήκοντος μέτρου τῶν παρακειμένων ἅψεται πάντων, καὶ πολλῆς μὲν τὴν ψυχὴν, πολλῆς δὲ τὸ σῶμα ἐμπλήσει τῆς εὐλογίας. Τράπεζα γὰρ ἀπὸ εὐχῆς ἀρχομένη, καὶ εἰς εὐχὴν καταλήγουσα, οὐδέποτε ὑστερηθήσεται, ἀλλὰ πηγῆς δαψιλέστερον ἅπαντα ἡμῖν οἴσει τὰ ἀγαθά. Μὴ δὴ τοσοῦτον παρορῶμεν κέρδος. Καὶ γὰρ ἄτοπον τοὺς μὲν οἰκέτας τοὺς ἡμετέρους, εἴ ποτέ τι τῶν παρακειμένων λάβοιεν παρ᾽ ἡμῶν μέρος, εὐχαριστεῖν τε ἡμῖν καὶ μετ᾽ εὐφημίας ἀναχωρεῖν· ἡμᾶς δὲ τοσούτων ἀπολαύοντας ἀγαθῶν μηδὲ τοσαύτην ἀποδιδόναι τῷ Θεῷ τὴν τιμὴν, καὶ ταῦτα, μέλλοντας πολλῆς ἀπολαύσεσθαι τῆς ἀσφαλείας.

Ὅπου γὰρ εὐχὴ καὶ εὐχαριστία, ἁγίου Πνεύματος παραγίνεται χάρις, καὶ φυγαδεύονται δαίμονες, καὶ πᾶσα ἀντικειμένη δύναμις δραπετεύει καὶ ἀφίσταται. Ὁ μέλλων εἰς εὐχὴν τρέπεσθαι, οὐδὲν ἄτοπον τολμᾷ φθέγξασθαι, οὐδὲ ἐν μέσῃ τραπέζῃ· κἂν φθέγξηται, μεταγινώσκει ταχέως. Διὸ χρὴ καὶ ἀρχομένους καὶ λήγοντας εὐχαριστεῖν τῷ Θεῷ· μάλιστα μὲν γὰρ οὐδὲ εἰς μέθην ἐμπεσούμεθα ῥᾳδίως, καθάπερ ἔφθην εἰπὼν, εἰ καταστήσαιμεν εἰς ταύτην ἑαυτοὺς τὴν συνήθειαν. Ὥστε κἂν κραιπαλῶν κἂν μεθύων ποτὲ ἀναστῇς, μηδὲ οὕτω καταλύσῃς τὸ ἔθος, ἀλλὰ κἂν καρηβαρῶμεν, κἂν περιφερώμεθα καὶ καταπίπτωμεν, καὶ οὕτως εὐξώμεθα, καὶ μὴ διαλύσωμεν τὴν συνήθειαν. Ἂν γὰρ τῇ προτέρᾳ ἡμέρᾳ οὕτως εὔξῃ, τῇ δευτέρᾳ διορθώσῃ τὴν ἐν τῇ προτέρᾳ γενομένην ἀσχημοσύνην ἡμέρᾳ. Ὅταν τοίνυν ἀριστοποιώμεθα, μνημονεύωμεν ταύτης τῆς γυναικὸς, καὶ τῶν ταύτης δακρύων, καὶ τῆς μέθης τῆς καλῆς ταύτης. Ἐμέθυε γὰρ καὶ ἡ γυνὴ, οὐκ ἀπὸ οἴνου, ἀλλ᾽ ἀπ᾽ εὐλαβείας πολλῆς. Εἰ γὰρ μετ᾽ ἄριστον τοιαύτη ἦν, ποία ἦν ὑπὸ τὴν ἕω; εἰ μετὰ τὸ φαγεῖν καὶ πιεῖν οὕτως ἐκτενῶς προσηύχετο, ὁποία ὑπῆρχε νῆστις οὖσα;

ϛʹ. Ἐπανέλθωμεν τοίνυν πάλιν ἐπὶ τὰ ῥήματα αὐτῆς, τὰ φιλοσοφίας γέμοντα πολλῆς καὶ πραότητος. Εἰποῦσα γὰρ, Οὐχὶ, κύριε, ἐπήγαγε· Γυνὴ ἐν σκληρᾷ ἡμέρᾳ ἐγώ εἰμι, καὶ οἶνον καὶ μέθυσμα οὐ πέπωκα. Παρατήρησον πῶς οὐδὲ ἐνταῦθα λέγει τὰ ὀνείδη τῆς ἀντιζήλου, οὐδὲ ἐκπομπεύει τὴν πονηρίαν ἐκείνης, οὐδὲ ἐκτραγῳδεῖ τὴν συμφορὰν τὴν οἰκείαν, ἀλλὰ τοσοῦτον ἀποκαλύπτει τὴν ἑαυτῆς ἀθυμίαν, ὅσον ἀπολογήσασθαι πρὸς τὸν ἱερέα μόνον. Γυνὴ ἐν σκληρᾷ ἡμέρᾳ, φησὶν, ἐγώ εἰμι· καὶ οἶνον καὶ μέθυσμα οὐ πέπωκα, καὶ ἐκχέω τὴν ψυχήν μου ἐνώπιον Κυρίου. Οὐκ εἶπεν, Εὔχομαι τῷ Θεῷ, ἱκετεύω τὸν Θεὸν, ἀλλ᾽ Ἐκχέω τὴν ψυχήν μου ἐνώπιον Κυρίου· τουτέστιν, ὅλην ἐμαυτὴν μετέστησα πρὸς τὸν Θεὸν, τὴν διάνοιάν μου ἐξεκένωσα πρὸς αὐτὸν, ὅλῃ ψυχῇ καὶ δυνάμει τὴν εὐχήν μου ἐποιησάμην, εἶπον τῷ Θεῷ τὴν συμφορὰν τὴν ἐμὴν, ἔδειξα τὸ ἕλκος· ἐκεῖνος τὸ φάρμακον θεῖναι δύναται. Μὴ δῷς τὴν δούλην σου εἰς πρόσωπον, εἰς θυγατέρα λοιμήν.

Πάλιν δούλην ἑαυτὴν καλεῖ, καὶ πολλὴν ποιεῖται σπουδὴν, ὥστε μὴ πονηρὰν δόξαν παρὰ τῷ ἱερεῖ λαβεῖν. Καὶ οὐκ εἶπε πρὸς ἑαυτήν· Τί δέ μοι μέλει τῆς τούτου διαβολῆς; ἁπλῶς καὶ εἰκῆ κατηγόρησεν, ὑπώπτευσεν εἰς οὐδὲν δέον· τὸ συνειδός μου καθαρὸν ἔστω, καὶ πάντες με διαβαλλέτωσαν· ἀλλὰ τὸν ἀποστολικὸν ἐκεῖνον ἐπλήρου νόμον, τὸν κελεύοντα προνοεῖσθαι καλὰ μὴ μόνον ἐνώπιον Κυρίου, ἀλλὰ καὶ ἐνώπιον ἀνθρώπων. Καὶ παντὶ τρόπῳ τὴν ὑποψίαν ἀπεκρούετο λέγουσα· Μὴ δῷς τὴν δούλην σου εἰς πρόσωπον, εἰς θυγατέρα λοιμήν. Τί δέ ἐστιν, Εἰς πρόσωπον;

Μὴ νομίσῃς, ἀναίσχυντον εἶναί με καὶ ἰταμήν. Ἀθυμίας, οὐ παροινίας, ἐστὶν αὕτη ἡ παῤῥησία· ὀδύνης, οὐχὶ μέθης. Τί οὖν ὁ ἱερεύς; Ὅρα κἀκείνου τὴν σύνεσιν· οὐ περιειργάσατο τὴν συμφορὰν, οὐκ ἠβουλήθη πολυπραγμονῆσαι τὴν αἰτίαν, ἀλλὰ τί φησι; Πορεύου ἐν εἰρήνῃ· δῴη σοι Κύριος ὁ Θεὸς τοῦ Ἰσραὴλ πᾶν αἴτημα, ὃ ᾐτήσω παρ᾽ αὐτοῦ. Τὸν κατήγορον συνήγορον εἰργάσατο ἡ γυνή. Τοσοῦτόν ἐστιν ἐπιείκεια καὶ πραότης καλόν. Καὶ ἀντὶ ὕβρεως ἐφόδια ἱκανὰ λαβοῦσα ἀπῆλθε, καὶ προστάτην ἔσχε καὶ πρεσβευτὴν τὸν ἐπιτιμήσαντα. Καὶ οὐδὲ οὕτως ἀφίσταται, ἀλλὰ πάλιν φησίν· Εὕροι ἡ δούλη σου χάριν ἐν ὀφθαλμοῖς σου· τουτέστι, Μάθοις διὰ τοῦ τέλους αὐτοῦ, καὶ τῆς τῶν πραγμάτων ἐκβάσεως, ὡς οὐκ ἀπὸ παροινίας, ἀλλ᾽ ἐξ ὀδύνης τοσαύτης ἐποιησάμην ἱκετηρίαν καὶ τὴν δέησιν. Καὶ ἀπελθοῦσα, φησὶν, οὐκέτι συνέπεσεν. Εἶδες πίστιν γυναικός; Πρὶν λάβῃ ὅπερ ᾔτησεν, ἐθάρσησεν ὡς λαβοῦσα.

Τὸ δὲ αἴτιον, ὅτι μετὰ πολλῆς ηὔξατο τῆς σφοδρότητος, μετὰ σπουδῆς ἀδιακρίτου. Διὰ τοῦτο, ὡς τὸ πᾶν εἰληφυῖα, κατῆλθεν. Ἄλλως δὲ, καὶ ὁ Θεὸς λοιπὸν αὐτῆς τὴν ἀθυμίαν ἐξέβαλε, μέλλων διδόναι τὸ δῶρον. Ταύτην ζηλώσωμεν καὶ ἡμεῖς, καὶ ἐν ἁπάσαις ταῖς συμφοραῖς πρὸς τὸν Θεὸν καταφεύγωμεν. Κἂν μὴ ἔχωμεν παιδία, παρ᾽ ἐκείνου αἰτῶμεν· κἂν λάβωμεν, μετὰ πολλῆς ἀνατρέφωμεν αὐτὰ τῆς σπουδῆς, καὶ πάσης μὲν κακίας ἀπάγωμεν τοὺς νέους, μάλιστα δὲ ἀσελγείας· χαλεπὸς γὰρ οὗτος ὁ πόλεμος, καὶ οὐδὲν οὕτως ἐνοχλεῖ τὴν ἡλικίαν ἐκείνην, ὡς τοῦτο τὸ πάθος.

Πανταχόθεν τοίνυν αὐτοὺς τειχίζωμεν συμβουλαῖς, παραινέσεσι, φόβοις, ἀπειλαῖς. Ἂν ταύτης περιγένωνται τῆς ἐπιθυμίας, οὐδὲ ἑτέρᾳ ταχέως ἁλώσονται, ἀλλὰ καὶ χρημάτων ἔσονται κρείττους, καὶ μέθης κρατήσουσι, καὶ τὰς παροινίας καὶ τὰς πονηρὰς συνουσίας πάσῃ σπουδῇ διακρούσονται, καὶ ποθεινότεροι μὲν ἔσονται τοῖς γεγεννηκόσιν, αἰδεσιμώτεροι δὲ πᾶσιν ἀνθρώποις. Τίς γὰρ οὐκ αἰδεσθήσεται σωφρονοῦντα νέον; τίς δὲ οὐκ ἀσπάσεται καὶ φιλήσει τὸν χαλινώσαντα τὰς ἀτόπους ἐπιθυμίας; τίς δὲ οὐχ αἱρήσεται καὶ τῶν σφόδρα εὐπορωτάτων μετὰ πολλῆς αὐτῷ τῆς χάριτος ἐκδοῦναι τὸ θυγάτριον, κἂν ἁπάντων ἐκεῖνος πενέστερος ᾖ; Ὥσπερ γὰρ τὸν ἐν ἀσωτίᾳ ζῶντα, καὶ πόρναις προσέχοντα, κἂν ἁπάντων εὐπορώτερος ᾖ, οὐδεὶς οὕτως ἄθλιος καὶ ταλαίπωρος, ὡς θελῆσαι κηδεστὴν λαβεῖν· οὕτω τὸν σώφρονα καὶ σεμνὸν οὐδεὶς οὕτως ἀνόητος, ὡς ἀποκρούσασθαι καὶ ἀτιμάσαι. Ἵν᾽ οὖν καὶ ἀνθρώποις αἰδέσιμοι, καὶ τῷ Θεῷ ποθεινοὶ οἱ παῖδες γένωνται, κατακοσμῶμεν αὐτῶν τὰς ψυχὰς, καὶ μετὰ σωφροσύνης ἐπὶ τοὺς γάμους ἄγωμεν.

Οὕτω γὰρ καὶ τὰ παρόντα αὐτοῖς, ὥσπερ ἐκ πηγῶν, ἅπαντα ἥξει, καὶ τὸν Θεὸν ἕξουσιν ἵλεων, καὶ τῆς παρούσης, καὶ τῆς μελλούσης ἀπολαύσονται δόξης· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ᾽ οὗ Πατρὶ δόξα, τιμὴ, κράτος, σὺν τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ἀμήν.