Καὶ ἐνταῦθα μὲν οὐδὲ τὸν κύριον τῆς ἐκκλησίας τόπον πληρούμενον ἔστιν ἰδεῖν· ἐκεῖ δὲ οὐ τὸν ἱππόδρομον μόνον, ἀλλὰ καὶ ὑπερῷα, καὶ οἰκίας, καὶ δώματα, καὶ κρημνοὺς, καὶ μυρίους ἑτέρους ἄνωθεν καταλαμβάνουσι τόπους· καὶ οὔτε πενία, οὔτε ἀσχολία, οὔτε ἀσθένεια σώματος, οὐ ποδῶν ἀῤῥωστία, οὐκ ἄλλο οὐδὲν τῶν τοιούτων ἐπέχει τὴν ἀκάθεκτον μανίαν· ἀλλ᾽ ἄνθρωποι γεγηρακότες νέων ἀκμαζόντων σφοδρότερον ἐκεῖ τρέχουσι, τὴν πολιὰν καταισχύνοντες, τὴν ἡλικίαν παραδειγματίζοντες, τὸ γῆρας αὐτὸ καταγέλαστον ποιοῦντες. Καὶ ἐνταῦθα μὲν εἰσιόντες, ναυτιῶντες ὥσπερ καὶ ἐνοχλεῖσθαι νομίζουσι, καὶ ἀναπεπτώκασιν ἐν τῇ τῶν θείων λόγων ἀκροάσει, στενοχωρίαν, καὶ πνιγμὸν, καὶ τὰ τοιαῦτα προβαλλόμενοι· ἐκεῖ δὲ καὶ ἥλιον γυμνῇ δεχόμενοι τῇ κεφαλῇ, καὶ πατούμενοι, καὶ ὠθούμενοι, καὶ μετὰ πολλῆς πιεζόμενοι τῆς σφοδρότητος, καὶ μυρία ἕτερα πάσχοντες δεινὰ, καθάπερ ἐν λειμῶνι τρυφῶντες, οὕτω διάκεινται. Διὰ τοῦτο ἡμῖν αἱ πόλεις εἰσὶ διεφθαρμέναι, ὅτι πονηροὶ τῆς νεότητός εἰσι διδάσκαλοι.