Τοῦτο ποιεῖ ὁ Θεὸς δυνάμενος πάντας τοὺς ἁγίους, τοὺς ὄντας ἐν κόσμῳ, δι᾽ ἑαυτοῦ θρέψαι· ἐπέχει τὴν δόσιν, ἵνα τὰς εὐπροαιρέτους καρδίας ἐν τῷ τῆς φιλοξενίας καιρῷ ἀπὸ τῶν καρπῶν διακρίνῃ. Ἐπειδὰν δὲ μὴ ὦσί τινες οἱ ὀφείλοντες αὐτοὺς ὑποδέξασθαι, ἢ δι᾽ ὀρνέων τρέφει, ὡς τὸν Ἠλίαν ἐν τῷ ὄρει, ἢ διὰ προφήτου ξένου, ὡς τὸν Δανιὴλ ἐν τῷ λάκκῳ, ἢ διὰ θαλαττίου ζώου, ὡς τὸν Ἰωνᾶν διὰ τοῦ κήτους, ἢ αὐτὸς δι᾽ ἑαυτοῦ τὴν τροφὴν ἐπώμβρισεν, ὡς τοῖς πατράσιν ἡμῶν ἐν ἐρήμῳ· οὐκ ὄντων γὰρ τῶν ὀφειλόντων αὐτοὺς ὑποδέξασθαι, οὐρανόθεν τὸ μάννα ἐπώμβρισε, καὶ ἐκ πέτρας ὕδωρ ἐπήγαζεν· ὅταν δὲ ὦσιν οἱ ἅγιοι ἐν κόσμῳ συναναστρεφόμενοι τοῖς ἄλλοις, ἀναστέλλει αὐτοῦ τὴν δεξιὰν χεῖρα· κἂν ὁρᾷ αὐτοὺς θλιβομένους, ἀφίησιν, ἵνα δῷ χάριν διὰ τῆς εἰς αὐτοὺς γινομένης εὐποιίας πολλῆς τοῖς βουλομένοις τὴν σωτηρίαν καρπώσασθαι. Ἀπῆλθεν οὖν Ἠλίας πρὸς τὴν χήραν, ᾗ οὐδὲν παρῆν, εἰ μὴ δρὰξ ἀλεύρου, ὅπερ μετὰ καμάτου αὐτῇ καὶ τοῖς τέκνοις αὐτῆς ἐν τῷ καιρῷ ἀρίστου ἐπήρκει. Καὶ τί πρὸς αὐτήν; Λάβε μοι ὀλίγον ὕδωρ εἰς ἄγγος, καὶ πίομαι. Αὐτῆς δὲ πορευομένης, ἐβόησεν ὀπίσω αὐτῆς· Λήψῃ δέ μοι καὶ ψωμὸν ἄρτου ἐν τῇ χειρί σου. Ἡ δὲ, ὃ μὲν οὐκ εἶχεν, εἶπεν· ὃ δὲ εἶχεν, ὡμολόγησε. Τί γάρ; Ζῇ Κύριος, εἰ ἔσται μοι ἐγκρυφίας, ἀλλ᾽ ἢ ὅσον δρὰξ ἀλεύρου, καὶ ὀλίγον ἔλαιον ἐν τῷ καμψάκῃ.