Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν ἄρνησιν τοῦ Πέτρου

Ἰωάννης ὁ Χρυσόστομος

Ανακεφαλαίωση και δοξολογία

Τελική σύνοψη της διδασκαλίας περί των πενήτων και κατακλείδα της ομιλίας με την καθιερωμένη δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 4 από 4

Ἵν᾽ οὖν κατὰ τοῦτο δυνατωτέρα ἡμῖν ἡ εὐχὴ γίνηται, γρηγορούσης ἡμῖν τῆς διανοίας ἐν ταῖς δεήσεσιν ἀπὸ τῆς τῶν κατορθωμάτων μνήμης, μετὰ τῆς ἐλεημοσύνης ἐπὶ τὰς εὐχὰς ἐρχώμεθα, καὶ μνημονεύσωμεν μετὰ ἀκριβείας ἅπαντα τὰ εἰρημένα· καὶ πρό γε τῶν ἄλλων πάντων ἐκείνην τὴν εἰκόνα τηρεῖτε διηνεκῶς, καθ᾽ ἣν εἶπον τοὺς πένητας πρὸ τῶν θυρῶν ἑστάναι τῶν εὐκτηρίων οἴκων, ταύτην ἐπὶ τῆς ψυχῆς ἀναπληροῦντας τὴν χρείαν, ἣν ἐπὶ τοῦ σώματος ἡ κρήνη. Ἂν γὰρ τοῦτο ὦμεν διηνεκῶς μεμνημένοι, συνεχῶς ἀπονιπτόμενοι τὸν λογισμὸν, καθαρὰς μὲν δυνησόμεθα τὰς εὐχὰς ἐπιτελεῖν, πολλὴν δὲ ἐπισπάσασθαι παρὰ τοῦ Θεοῦ τὴν παῤῥησίαν, καὶ τῆς βασιλείας τῶν οὐρανῶν ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι᾽ οὗ καὶ μεθ᾽ οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.