Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν ἀρχὴν τῆς ἰνδικτιῶνος

Ἰωάννης ὁ Χρυσόστομος

Η χριστιανική εορτή έναντι των ειδωλολατρικών και ιουδαϊκών πλανών

Η διάκριση της αληθούς ορθόδοξης πανηγύρεως από την προσκύνηση των υλικών στοιχείων της φύσης και η πολεμική αναφορά στις παρεκκλίσεις κατά τις ιουδαϊκές και ελληνικές εορτές.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 1 από 3

Εἰς τὴν ἀρχὴν τῆς ἰνδίκτου. Θαυμασταὶ τῶν ὀρθοδόξων αἱ πανηγύρεις, φαιδραὶ τῶν μαρτύρων αἱ μνῆμαι, ἀνεπαίσχυντοι τῶν εὐσεβῶν αἱ εὐωχίαι. Οὐχ ἑορτάζομεν χρόνον τῶν ἀστάτως κινουμένων· οὐ σεβόμεθα ἐνιαυτὸν, τὴν τῆς ἀνθρώπων ζωῆς δαπάνην· οὐ προσκυνοῦμεν ἀγῶνα τὸν εἰς φθορὰν ἡμᾶς ἕλκοντα· οὐ λατρεύομεν τῇ κτίσει· σύνδουλα γὰρ τὰ γεγονότα· οὐ θεραπεύομεν τὴν ὕλην· ἐξ οὐκ ὄντων γὰρ ὑπέστη· ὡς γὰρ ἀρχὴν γενέσεως ἔσχε ταῦτα, καὶ φθορᾶς ὑπόκεινται τέλει. Οὐ σεβόμεθα οὐρανόν· ὡς καπνὸς γὰρ ἐστερεώθη· οὐ σεβόμεθα στερέωμα· ἐκρυσταλλώθη· οὐ σεβόμεθα τὸ φῶς· λόγῳ γὰρ ἐδημιουργήθη· οὐ σεβόμεθα τὴν σελήνην· σχήματι γὰρ ἐκοσμήθη· οὐ σεβόμεθα τὴν γῆν· ἐξ ὕδατος γὰρ ἀνειλκύσθη· οὐ σεβόμεθα τὸ πῦρ· ὑλικὸν γὰρ τὸ στοιχεῖον· οὐ προσκυνοῦμεν τὸ ὕδωρ· ῥέουσα γὰρ ἡ φύσις· οὐ λατρεύομεν τῷ χρόνῳ· οὐχ ἕστηκε γὰρ, ἀλλ᾽ ἀφίσταται· οὐ σεβόμεθα τὴν ἡμέραν· διατάξει γὰρ δουλεύει. Πάντα χρόνῳ γηρᾷ, καὶ χρόνος μετὰ πάντα γηρᾷ· Θεὸς δὲ μόνος παλαιότητος ἀνώτερος· καὶ δείκνυσιν ἡ τῆς συντελείας ἡμέρα. Ἕλληνες μὲν οὖν καὶ Ἰουδαῖοι, ἀδελφοὶ ἀνομίας, τοῦ διαβόλου τὰ λάφυρα, τῆς ἁμαρτίας τὰ ἔγγονα, τῆς πλάνης τὰ θρέμματα, τῆς δυσσεβείας ἡ πώρωσις, τῆς γεέννης οἱ ναυτολόγοι, οἱ ὄφεις τῆς ἀσεβείας, οἱ υἱοὶ τῆς κατάρας. Οὗτοι ἑορταζέτωσαν δυσσεβῶς, ἐπειδὴ φρονοῦσιν ἀνοσίως.

Οἱ μὲν τὴν πλάνην τιμάτωσαν, οἱ δὲ τὸν νόμον πατείτωσαν, καὶ ἑκάτεροι εἰς τὰ πονηρὰ μαθητευέτωσαν· συνήλλαξαν γάρ. Ἰουδαῖοι παρ᾽ Ἑλλήνων ἔμαθον τὴν εἰδωλολατρείαν, καὶ Ἕλληνες παρὰ Ἰουδαίων τὸ προφητοκτονεῖν· οἱ Ἰουδαῖοι γὰρ ἐν τῷ νόμῳ πᾶσαν Ἑλληνικὴν ἐπεδείξαντο πλάνην. Ἀλλὰ γὰρ ἀγανακτεῖς, ὦ Ἰουδαῖε, ταῦτα ἀκούων; Ἐννόησον γὰρ πράξεις, καὶ μὴ χαλέπαινε πρὸς τὰς μέμψεις. Ποῦ γὰρ οὐκ εἰδωλολάτρησας, εἰπέ μοι; Ἐν τῇ ἐρήμῳ μόσχον ἐχάλκευσας, τροπαιοφορούμενος τῷ Βεελφεγὼρ ἐτελέσθης, ἐν τῇ Μωαβίτιδι τῷ Θάματζ προσεκύνησας, ἐν τῇ Παλαιστίνῃ τῷ Δαγὼν ἐθυσίασας, ἐν Φοινίκῃ τῇ Ἀστάρτῃ ἐλάτρευσας, ἐν αἰχμαλωσίᾳ τῷ Χαμῶς προσεκύνησας.

Ἔλειψε τόπος, οὐκ ἔλειψε μύσος. Διὰ τοῦτο καὶ τὰς ἑορτὰς ὑμῶν μισεῖ ὁ Δεσπότης. Ἄκουε γὰρ τοῦ προφήτου λέγοντος, Μεμίσηκα, ἀπῶσμαι τὰς ἑορτὰς ὑμῶν, καὶ οὐ μὴ εὐφρανθῶ ἐν ταῖς πανηγύρεσιν ὑμῶν. Πᾶσα γὰρ ἑορτὴ Ἰουδαίων φόνους ἐπήγαγε. Νηστεύων, τὸν Ναβουθὲ ἐλίθασας· ἑορτάζων, τὸν Ἡσαΐαν ἔπρισας· πανηγυρίζων, τὸν Ἱερεμίαν εἰς λάκκον κατέῤῥιψας. Εἰς κρίσεις καὶ μάχας ἀνοσίως ἐνήστευσας· κραιπαλῶν τὴν κιβωτὸν ἐπὶ τοῦ Ἠλὶ παρέδωκας, τὸν Ἰωάννην ἀπεκεφάλισας.