Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν ἀρχὴν τῆς ἰνδικτιῶνος, εἰς τοὺς μάρτυρας

Ἰωάννης ὁ Χρυσόστομος

Η αρχή της ινδικτιώνος, οι μάρτυρες και η δύναμη της πίστεως

Η πνευματική τράπεζα του νέου έτους, η ανίκητη πίστη των μαρτύρων ως θεμέλιο κατορθωμάτων και αναφορά σε ιστορικά παραδείγματα δικαίων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 1 από 4

Εἰς τὴν ἀρχὴν τῆς ἰνδικτιῶνος τοῦ νέου ἔτους, καὶ εἰς μάρτυρας, καὶ εἰς αἱμόῤῥουν. αʹ. Ἐπάλληλον σημεῖον παρὰ τοῦ Δεσπότου Χριστοῦ ἡ τῶν ἀγαθῶν ἐπομβρία, καὶ ἄλλος ἄλλον διαδέχεται πλοῦτον. Ἰδοὺ καὶ σήμερον ἡμᾶς ἑστιῶσιν οἱ καλλίνικοι μάρτυρες, τοὺς οἰκείους ἄθλους προτεθεικότες εἰς ἐπίκοινον εὐφροσύνης συμπόσιον. Ἔδει γὰρ, ἔδει τοὺς ἀεὶ νεάζοντας τῇ χάριτι μάρτυρας, καὶ τῇ τοῦ ἔτους εἰσόδῳ γενέσθαι τοῖς εὐσεβέσιν ἀφορμὴν δεξιώσεως· ἔδει τοιαύτην τῷ νέῳ ἐνιαυτῷ τοῖς πιστοῖς ὑπαντῆσαι τὴν ἀγαλλίασιν· ἔδει μετὰ τοσαύτης ἡμᾶς εὐλογίας ἀσπάσασθαι τῆς τοῦ χρόνου ἐναλλαγῆς τὰ προοίμια· ἔδει τὴν τῆς παρούσης ἡμέρας πανήγυριν τῷ χορῷ τῶν ἁγίων τετιμημένην ὑποδέξασθαι· ἔδει τὸν κύκλον τοῦ ἔτους τῷ τῶν μαρτύρων κοσμηθῆναι στεφάνῳ· ἔδει τοιαύτῃ χρήσασθαι ἐπὶ τοῦ ἐπιστάντος ἐνιαυτοῦ τῇ εὐωχίᾳ, ἐπαγομένους καὶ τὴν τῶν μαρτύρων τιμήν.

Αὐτοὶ γάρ εἰσι πάσης εὐφροσύνης τῷ γένει παραίτιοι οἱ γενναῖοι τοῦ Χριστοῦ στρατιῶται, οἱ καὶ μετὰ θάνατον τῆς αὐτοῦ δυνάμεως κήρυκες, οἱ τὸν ἀπατεῶνα ὄφιν ποσὶ καρτερίας καταπατήσαντες, καὶ τὸν τυραννόφρονα λέοντα φιλοθεΐας χερσὶν ἀποπνίξαντες, καὶ τὴν ἀλήθειαν φανερώσαντες· οἱ τὴν παροῦσαν ζωὴν ὡς ματαίαν μισήσαντες, καὶ τὴν τῶν οὐρανῶν βασιλείαν, ὡς υἱοὶ μητέρα, ποθήσαντες· οἱ διὰ θανάτου τὰς τῆς ἀθανασίας πύλας ἀνοίξαντες, καὶ τὸν τοῦ θανάτου γεννήτορα τῷ οἰκείῳ θανάτῳ νεκρώσαντες· οἱ ἐν σώματι τοὺς ἀσωμάτους νικήσαντες δαίμονας, οὐ δυνάμει σώματος, ἀλλὰ πίστει ψυχῆς· διὰ πίστεως γὰρ τῶν τοῦ κόσμου κατηγωνίσαντο πάντων, ἧς οὐδὲν Χριστιανοῖς αἱρετώτερον. Πίστιν γὰρ κεκτημένοι συμπράκτορα τοὺς λόγους ἔργοις ἐβεβαίωσαν. Μέγα μὲν γὰρ ὡς ἀληθῶς τὸ τῆς δικαιοσύνης κατόρθωμα· λαμπρὰ δὲ καὶ τῆς σωφροσύνης ἡ ἀρετή· χρήσιμος ὁμοίως καὶ τῆς φιλοπτωχίας ἡ ἐπιμέλεια· καλὴ μετὰ τούτων καὶ τῆς ἐγκρατείας ἡ ἄσκησις· φέρει δὲ τὴν κατὰ πάντων νίκην τὸ δυνατὸν τῆς πίστεως πλεονέκτημα.

Αὕτη ποτὲ τοῦ Ἀβραὰμ τὴν χερσεύουσαν τῆς Σάῤῥας γαστέρα μετὰ τὴν πολλὴν τοῦ χρόνου δαπάνην πρὸς γόνιμον ἐγεώργησεν ἄρουραν· ταύτῃ καὶ Μωϋσῆς πεζεύεσθαι πλεομένην ἐποίησε θάλασσαν· διὰ ταύτης Ἠλίας προσέταττεν οὐρανῷ, καὶ ἠκούετο· αὕτη μυρία τῶν παθῶν ἐπὶ τοῦ Σωτῆρος ἀπεδίωξε γένη· λεπρὸς διὰ πίστεως τῶν τοῦ πάθους ἀπηλλάγη φολίδων· τυφλὸς δι᾽ ἐκείνης ὀφθαλμοὺς, οὓς ἡ φύσις οὐκ ἤνεγκεν, ἀπέλαβε· ταύτην συμμαχοῦσαν ἡ Χαναναία λαβοῦσα, βιασθεῖσα περὶ γονὴν ἀφήρπασε τὴν θυγατέρα τοῦ κατέχοντος δαίμονος.