Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν ἀρχὴν τῶν νηστειῶν

Ἰωάννης ὁ Χρυσόστομος

Η ματαιότητα των εγκοσμίων αγαθών και η ώρα του θανάτου

Προτροπή για την αποφυγή της πλεονεξίας, σε συνδυασμό με την περιγραφή της εξόδου της ψυχής και της αδυναμίας του πλούτου ενώπιον της κρίσεως.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 4

Γέλως γέγονα ὑπὸ ἀνθρώπων ἡττώμενος, ὑπὸ νηστευτῶν καταβαλλόμενος, ὑπὸ φύσεως ἀνθρωπίνης ἐλαυνόμενος. Ἀλλὰ τούτας μὲν ὁ πονηρὸς τὰς ἑαυτοῦ ἀποτυχίας θρηνῳδείτω βαλλόμενος· ἡμεῖς δὲ ἀπὸ τῆς ἀποστολικῆς φαρέτρας εὔστοχον ἐπὶ τοῦ παρόντος ἁρπάσαντες βέλος, αὐτῷ τῆς πλεονεξίας τὰς ἡδονὰς κατατρώσωμεν, μετὰ Παύλου τὰ τοῦ Παύλου βοῶντες· Οὐδὲν εἰσηνέγκαμεν εἰς τὸν κόσμον· δῆλον ὅτι οὐδὲ ἐξενεγκεῖν τι δυνάμεθα.

Ἀλλ᾽ εἴθε ἡμῶν ἡ εἴσοδος μιμεῖται τὴν ἔξοδον· εἴθε γυμνός τις ἀπῄει καὶ τιμωρίας ἐλεύθερος· εἴθε πένης τὴν φύσιν, καὶ τὴν ψυχὴν ἀκατάκριτος· εἴθε πτωχὸς καὶ ἀνέγκλητος, εἴθε ἄπορος καὶ ἀνώδυνος. Ἀλλὰ καὶ τὸ πάνυ δεινὸν, ἐνταῦθα καταλιμπάνων τις ἃ συνήγαγε, τὴν ἐξ ἐκείνων ἁμαρτίαν βαστάζων ἀπέρχεται· καὶ τοῦ μὲν κέρδους ἐστέρηται, τῆς δὲ δι᾽ αὐτὰ καταδίκης οὐκ ἠλλοτρίωται· ἀλλ᾽ ἕτερος μὲν τῶν ἐκείνου διαδέχεται τὴν ἀπόλαυσιν, ἐκεῖνος δὲ μόνος τὴν κόλασιν ὑπομένει· καὶ ὁ μὴ κτησάμενος, ἔχων τρυφᾷ, ὁ κτησάμενος δὲ οὐδὲν ἔχων βασανίζεται, ἓν μόνον, τὸ δοῦναι δίκην ἀπὸ τοῦ πλουτῆσαι κερδάνας. Ἀνάνηψον τῆς βιωτικῆς θαλάσσης, ὦ ἄνθρωπε, καὶ μέρισον τὸν πλοῦτον ἑκὼν πτωχοῖς· μὴ τοῦτον καταλείψῃς ἐχθροῖς· πρόλαβε τῶν εἰς σὲ κεχηνότων τὰ στόματα· μὴ γένῃ θήρα τῶν τὰς ἀλλοτρίας ἀνιχνευόντων οὐσίας. Τέκνων ὑπάρχεις πατήρ; τούτων τὴν ψυχὴν ἀδελφὴν καταρίθμησον, μέρος καὶ αὐτῇ τῆς οὐσίας ἀφόρισον. Φιλόπαις εἶ; γενοῦ καὶ φιλόθεος, δι᾽ οὗ τὸ φιλόπαις ἐκτήσω. Ἀλλ᾽ ἀπαιδίαν ἐνόσησας; μὴ ἐμπέσῃς εἰς υἱοὺς οὓς ἡ φύσις οὐ δέδωκέ σοι· σαυτὸν εὖ ποιῶν κληρονόμησον· μὴ γυμνὸς ἐλεημοσύνης ὀφθῇς τῷ Κριτῇ· φεῦγε τὴν ἀπειλουμένην πυράν· πρὸς τὴν κοινὴν τοῦ γένους ἔξοδον εὐτρεπίσθητι· ἐκείνην σου τὴν τελευταίαν ἡμέραν τῆς ζωῆς περισκόπησον.

Ὅταν σου τὴν ψυχὴν οἱ παριόντες ἄγγελοι ἀθρόον ἐφιστῶνται λαβεῖν, τί δράσεις ὑπὸ τοῦ κλέπτου θανάτου ἑλκόμενος; ὅταν μέλλῃς ἀθυμεῖν ἐκ τοῦ συνέχοντός σε κινδύνου, ὅταν ἀμυδρὸν, ὅταν ἄσημα φθέγγῃ ὅταν ἀδρανὲς καὶ πυκνὸν πνῇς, ὅταν ἔνδοθεν ἐπικέηται φλὸξ καταγωνιζομένη τῆς ψυχῆς, ὅτε σύμμαχος οὐδεὶς παρίσταται τοῦ δεινοῦ κατεπείγοντος, ὅτε ἀδελφὸς οὐ λυτροῦται, λυτρώσεται ἄνθρωπος; ὅτε χρήματα ἀποῤῥέει, ὅτε εἰς τὸ φρικτὸν ἐκεῖνο ἡ ψυχὴ συνελαύνεται δικαστήριον, ὅτε τῶν σαυτοῦ κύριος οὐκέτι γενήσῃ, ὅταν μεταμεληθῇς ἐφ᾽ οἷς ἔπραξας, τῆς μεταμελείας χώραν οὐκ ἐχούσης λοιπὸν, ὅτε κλείεται τῆς μετανοίας ἡ θύρα, καὶ τοῦ παραδείσου ἡ εἴσοδος ἀποτειχίζεται, ὅταν στενάξῃς μὲν ἐκ καρδίας βάθους, τὸν δὲ ἐξαιρούμενον οὐχ εὑρήσῃς, ἆρα οὐ πρὸς τοιαύτας κατὰ σαυτὸν ἀπαντήσῃς τῷ λογισμῷ ἀπορίας; Οὐδαμῶς· ἀλλὰ πικρὸν στενάξεις κατὰ ψυχὴν καὶ ἐρεῖς ἄφωνος, Οἴμοι, οἴμοι ὁ τάλας ἐγώ· ὠθοῦμαι πρὸς ἔξοδον ὁ ταλαίπωρος, ἕλκομαι πρὸς βίαν καταλῦσαι τὸν βίον, ἄγομαι δέσμιος ὅθεν ὑποστρέφειν οὐκ ἔστι.

Λοιπὸν οὐ βοηθοῦσιν οἰκέται, οὐ παραφαίνονται φίλοι, οἱ κόλακες ἀνεχώρησαν, οἱ δορυφόροι οὐ παρίστανται· οὐ συμπράττει μοι ζώνη, οὐ συμβάλλεταί μοι χρυσὸς, οὐκ ἐξαιρεῖταί με στρατὸς, οὐ λυτροῦταί με χρήματα, περιφανεῖς οὐ διασώζουσιν· οἴκους μάτην ᾠκοδόμουν, ἐδαπάνησα ἀκαίρως τοσαῦτα χρήματα, ἐσώρευσα τάλαντα. Ἐμοὶ τὰ τῆς δόξης ἐκπίπτει· οὐκέτι κελεύω, καὶ παρίστανται παῖδες· οὐ προστάττω, καὶ κυκλοῖ με στρατός· οὐκ ἐπιτάττω, καὶ πόλεις πᾶσαι τὸ κελευσθὲν ἐκπληροῦσι. Τί δράσω ὁ δείλαιος ἐγώ; τί πράξω τῶν ἀνενδότων ἐπικειμένων; Δυσωπήσω, ἱκετεύσω πάλιν τὸν ἕλκοντα θάνατον, εἰ καὶ γνώμην ἐλέου οὐκ ἔχει. Ἐξαιτῶ σε, ὦ θάνατε, ὀλίγον μοι καιρὸν ζωῆς φιλοτίμησαι. Οὐ φοβῇ βασιλικὸν ἀξίωμα; οὐκ εἶδές μου πρὸ τῶν θυρῶν ηὐτρεπισμένον ὄχημα; αἰδέσθητι παρακαλοῦσαν εὐγένειαν, ἐντράπηθι πολιὰν δυσωποῦσαν, φεῖσαι δακρυούσης νεότητος. Οὐκ ἀφέσεως, ὦ θάνατε, ὁλοτελοῦς, ἀλλ᾽ ὑπερθέσεως χρῄζω μικρᾶς. Ἔτι μου περιλέλοιπα τὸν οἶκον ἀτέλεστον, ἔτι μερίσαι κληρονόμοις ὡς ὤφειλον, τὸν κλῆρον οὐκ ἔφθασα. Λήθη με μέχρι τοῦ παρόντος μὴ νῆψαι πεποίηκε, βιωτικαῖς φροντίσιν ἀπασχολούμενον· τὸν νοῦν εἴασά μου τὸ καιριώτερον ἀπρονόητον. Ἄφνω πρὸς δίκην ἕλκεις με· ποίοις εἰσαγόμενος χρήσομαι ῥήμασι; ποίαν καλέσω συνεργὸν εὐπραξίαν; ποῖόν μοι συνηγορήσει κρινομένῳ κατόρθωμα; τί πράξας ἀπολογήσομαι τῷ Κριτῇ;

τί εἴπω, ἢ τί φθέγξωμαι, κάτω νεύειν ὑπὸ τοῦ βάρους τῶν πταισμάτων ἀναγκαζόμενος; Μακροθύμησον ἐπ᾽ ἐμοὶ μικρὸν, παρακαλῶ. Ποῦ με ἀνέτοιμον ἕλκεις; τί με γυμνὸν τῷ Κριτῇ παραστῆσαι σπουδάζεις; ἔασον, παρακαλῶ, εἴπω τι· λογίσομαι τὸ πλημμέλημα, ἐξομολογήσεως ἀφήσω φωνὴν, θρηνήσω μικρὸν, στενάξω βραχὺ, δακρύσω πρὸς ὀλίγον, ἀσπάσομαι φίλους, περιπτύξομαι γαμετήν· κἂν ἑνὶ περιβολαίῳ μετανοίας σκεπάσω μου τὴν ψυχήν.

Μισθώσομαι δικολόγους ἐντεῦθεν τοὺς πένητας, περινοήσω μου τοῖς τραύμασι πρὸ τῆς ἐξόδου τὴν ἴασιν, ἢν ἔχω περιουσίαν πᾶσαν ὑπὲρ ὀλίγης ὑπερθέσεως δίδωμι. Καὶ τούτων, ὦ ἄνθρωπε, λέγων σοφώτερα, τοῦ παρεστῶτος θανάτου οὐ κωλύσεις τὴν βίαν. Θάνατος γὰρ ἀκολάκευτος δήμιος, θάνατος ἀνυπόκριτον διάταγμα, θάνατος ἐκβιβαστὴς τοῦ γένους ἀπροσωπόληπτος, θάνατος φονεὺς ἀνυπόκριτος, θάνατος ὁδοιπόρος τῆς φύσεως, θάνατος ἀμηνυτὶ πρὸς βασιλεῖς εἰσιὼν παρίσταται, θάνατος κλέπτης καὶ ἐν ἡμέρᾳ καὶ ἐν νυκτὶ τὴν ὁμοίαν τῆς κλοπῆς ἐργαζόμενος τέχνην, θάνατος ἁρπάζων, δικαιότητος ἅρπαξ, θάνατος δικαίοις μόνοις περιπόθητον κτῆμα.