Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν ἀρχὴν τῶν Πράξεων

Ἰωάννης ὁ Χρυσόστομος

Το αποστολικό αξίωμα ως ύψιστη πνευματική εξουσία

Ανάλυση του αποστολικού αξιώματος ως της ανώτατης πνευματικής αρχής, περιγραφή της εξουσίας του δεσμείν και λύειν, και επιβεβαίωση της αποστολικής ισχύος μέσα από την καταδίκη του Ανανία και την ανάσταση της Ταβιθάς.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 7 από 11

γʹ. Τῇ μὲν οὖν πρώτῃ ἡμέρᾳ ὅτι οὐχ ἁπλῶς παρατρέχειν χρὴ τὰς ἐπιγραφὰς ἔλεγον, ὅτε καὶ τὸ ἐπίγραμμα ὑμῖν ἀνέγνων τοῦ βωμοῦ, καὶ τὴν σοφίαν ἐπέδειξα Παύλου, τὸν ἀλλότριον στρατιώτην καὶ ἐν τῇ παρατάξει τῶν ἐχθρῶν ἑστηκότα πρὸς τὴν οἰκείαν φάλαγγα μεταστήσαντος. Εἰς τοῦτο ἐν τῇ πρώτῃ ἡμέρᾳ κατέληξεν ἡ διδασκαλία πᾶσα· μετ᾽ ἐκείνην ἐν τῇ δευτέρᾳ ἡμέρᾳ ἐζητήσαμεν τίς ἦν ὁ τὸ βιβλίον γράψας· καὶ εὕρομεν τῇ τοῦ Θεοῦ χάριτι Λουκᾶν τὸν εὐαγγελιστὴν, καὶ διὰ πλειόνων ἀποδείξεων ὑμῖν παρεστήσαμεν τὸ ζητούμενον, τῶν μὲν σαφεστέρων, τῶν δὲ βαθυτέρων. Οἶδα γὰρ ὅτι τοῖς ἐσχάτοις τῶν εἰρημένων πολλοὶ τῶν ἀκουσάντων οὐ παρηκολούθησαν· ἀλλ᾽ ὅμως οὐ διὰ τοῦτο ἀποστησόμεθα τοῦ κατατολμᾷν λεπτοτέρων νοημάτων. Τὰ μὲν οὖν σαφέστερα τοῖς ἀφελεστέροις, τὰ δὲ βαθύτερα τοῖς ὀξύτερον ἐνορῶσιν ἔσται χρήσιμα. Ποικίλην γὰρ εἶναι δεῖ τὴν τράπεζαν καὶ διάφορον, ἐπειδὴ καὶ διάφορος ἡ τῶν κεκλημένων ἐπιθυμία.

Τῇ μὲν οὖν πρώτῃ ἡμέρᾳ περὶ ἐπιγραφῆς, τῇ δὲ δευτέρᾳ ἡμέρᾳ περὶ τοῦ γράψαντος τὸ βιβλίον, τῇ τρίτῃ ἡμέρᾳ χθὲς πρὸς τοὺς παραγενομένους περὶ τῆς ἀρχῆς τῆς γραφῆς διελέχθημεν, καὶ ἐδείξαμεν, καθάπερ ἴσασιν οἱ ἀκηκοότες, τί μέν ἐστι πρᾶξις, τί δέ ἐστι θαῦμα, καὶ τί μέν ἐστι πολιτεία, τί δέ ἐστι σημεῖον, καὶ τέρας, καὶ δύναμις, καὶ πόσον τὸ μέσον ἑκατέρων· καὶ πῶς τὸ μὲν μεῖζον, τὸ δὲ χρησιμώτερον· καὶ πῶς τὸ μὲν καθ᾽ ἑαυτὸν ὂν βασιλείαν προξενεῖ, τὸ δὲ ἐὰν μὴ λάβῃ τὴν ἀπὸ τῆς πράξεως συμμαχίαν, ἔξω τῶν προθύρων ἐκείνων ἐκβάλλεται. Σήμερον ἀναγκαῖον εἰπεῖν τὸ ἐπίλοιπον τῆς ἐπιγραφῆς, καὶ δεῖξαι τί ποτέ ἐστι τὸ ὄνομα τῶν ἀποστόλων.

Οὐδὲ γὰρ ψιλόν ἐστι τὸ ὄνομα τοῦτο, ἀλλ᾽ ἀρχῆς ἐστι προσηγορία, ἀρχῆς μεγίστης, ἀρχῆς τῆς πνευματικωτάτης, ἀρχῆς τῆς ἄνω. Ἀλλὰ διανάστητε. Καθάπερ γὰρ ἐν τοῖς βιωτικοῖς πράγμασίν εἰσιν ἀρχαὶ πολλαὶ, οὐ πᾶσαι δὲ τῆς αὐτῆς ἀξίας, ἀλλ᾽ αἱ μὲν μείζους, αἱ δὲ ἐλάττους· οἷον, ἵνα ἀπὸ τῆς κατωτέρας τὸν ἀριθμὸν ποιησώμεθα, ἔστιν ὁ τῆς πόλεως ἔκδικος· ἔστιν ἀνώτερος ἐκείνου ὁ τοῦ ἔθνους ἡγεμών· ἔστι μετ᾽ ἐκεῖνον ἕτερος ἄρχων μείζων· ἔστι πάλιν ὁ στρατηλάτης· ἔστιν ὁ ὕπαρχος· ἔστιν ἀνωτέρα τούτων ἀρχὴ, ἡ τῶν ὑπάτων ἀρχή· καὶ πᾶσαι μὲν αὗται ἀρχαὶ, οὐ πᾶσαι δὲ τῆς αὐτῆς ἀξίας· οὕτω καὶ τῶν πνευματικῶν πολλαὶ μὲν ἀρχαὶ, οὐ πᾶσαι δὲ τῆς αὐτῆς ἀξίας· πασῶν δὲ μείζων ἡ τῆς ἀποστολῆς ἀξία. Καὶ γὰρ ἀπὸ τῶν αἰσθητῶν ὑμᾶς ἐπὶ τὰ νοητὰ χειραγωγεῖν δεῖ. Οὕτω καὶ ὁ Χριστὸς ἐποίησε, περὶ Πνεύματος διαλεγόμενος ὕδατος ἐμνημόνευσεν.

Ὁ γὰρ πίνων ἐκ τοῦ ὕδατος τούτου διψήσει πάλιν, φησίν· ὁ δὲ πίνων ἐκ τοῦ ὕδατος, οὗ ἐγὼ δώσω αὐτῷ, οὐ μὴ διψήσει εἰς τὸν αἰῶνα. Ὁρᾷς ἀπὸ τῶν αἰσθητῶν ἐπὶ τὰ νοητὰ χειραγωγοῦντα τὸ γύναιον; Οὕτω καὶ ἡμεῖς ποιοῦμεν, καὶ κάτωθεν ἀναβαίνομεν ἄνω, ὥστε εὐσημότερον γενέσθαι τὸν λόγον. Διὰ τοῦτο περὶ ἀρχῆς διαλεγόμενοι, οὐ πνευματικῆς ἐμνήσθημεν ἀρχῆς, ἀλλ᾽ αἰσθητῆς, ἵνα ἀπὸ ταύτης πρὸς ἐκείνην ὑμᾶς χειραγωγήσωμεν. Ἠκούσατε πόσας ἠριθμήσαμεν ἀρχὰς βιωτικὰς, καὶ πῶς αἱ μὲν μείζους, αἱ δὲ ἐλάττους, καὶ πῶς ἡ τῶν ὑπάτων ἀρχὴ καθάπερ κορυφὴ καὶ κεφαλὴ πᾶσιν ἐπίκειται· ἴδωμεν καὶ τὰς ἀρχὰς τὰς πνευματικάς. Ἔστιν ἀρχὴ πνευματικὴ, προφητείας ἀρχή· ἔστιν ἑτέρα ἀρχὴ εὐαγγελισμοῦ, ἔστι ποιμένος, ἔστι διδασκάλου, ἔστι χαρισμάτων, ἔστιν ἰαμάτων, ἔστιν ἑρμηνείας γλωσσῶν.

Ταῦτα πάντα ὀνόματα μέν ἐστι χαρισμάτων, πράγματα δὲ ἀρχῶν καὶ ἐξουσιῶν. Ὁ προφήτης ἄρχων ἐστί· παρ᾽ ἡμῖν ὁ δαίμονας ἐξελαύνων ἄρχων ἐστί· παρ᾽ ἡμῖν ὁ ποιμὴν καὶ διδάσκαλος ἄρχων ἐστὶ πνευματικός· ἀλλὰ τούτων ἁπάντων μείζων ἐστὶν ἀρχὴ ἡ ἀποστολική. Καὶ πόθεν τοῦτο δῆλον; Ὅτι πρὸ πάντων ὁ ἀπόστολος τούτων ἐστί. Καὶ καθάπερ ὁ ὕπατος ἐν ταῖς αἰσθηταῖς ἀρχαῖς, οὕτως ὁ ἀπόστολος ἐν τοῖς πνευματικοῖς τὴν προεδρείαν ἔχει. Αὐτοῦ τοῦ Παύλου ἀκούσωμεν ἀριθμοῦντος τὰς ἀρχὰς, καὶ ἐν τῷ ὑψηλοτέρῳ χωρίῳ τὴν ἀποστολικὴν καθίζοντος. Τί οὖν οὗτός φησιν; Οὓς μὲν ἔθετο ὁ Θεὸς ἐν τῇ Ἐκκλησίᾳ, πρῶτον ἀποστόλους, δεύτερον προφήτας, τρίτον διδασκάλους, καὶ ποιμένας· εἶτα χαρίσματα ἰαμάτων.

Εἶδες κορυφὴν ἀρχῶν; εἶδες ὑψηλὸν καθήμενον τὸν ἀπόστολον, καὶ οὐδένα πρὸ ἐκείνου ὄντα, οὔτε ἀνώτερον; Πρῶτον γὰρ ἀποστόλους φησὶ, δεύτερον προφήτας, τρίτον διδασκάλους καὶ ποιμένας· εἶτα χαρίσματα ἰαμάτων, ἀντιλήψεις, κυβερνήσεις, γένη γλωσσῶν. Οὐκ ἀρχὴ δὲ μόνον ἐστὶν ἡ ἀποστολὴ τῶν ἄλλων ἀρχῶν, ἀλλὰ καὶ ὑπόθεσις καὶ ῥίζα. Καὶ καθάπερ ἡ κεφαλὴ ἐν τῷ ὑψηλοτέρῳ τοῦ παντὸς καθημένη, οὐ μόνον ἀρχὴ τοῦ σώματός ἐστι καὶ ἐξουσία, ἀλλὰ καὶ ῥίζα (τὰ γὰρ νεῦρα τὰ διοικοῦντα τὸ σῶμα ἐξ ἐκείνης τικτόμενα, καὶ ἐξ αὐτοῦ βλαστάνοντα τοῦ ἐγκεφάλου, καὶ τὴν τοῦ πνεύματος δεχόμενα χορηγίαν, οὕτως ἅπαν οἰκονομεῖ τὸ ζῶον), οὕτω καὶ ἡ ἀποστολὴ οὐ μόνον ὡς ἀρχὴ καὶ ἐξουσία τοῖς λοιποῖς ἐπίκειται χαρίσμασιν, ἀλλὰ καὶ τὰς ἁπάντων ῥίζας ἐν ἑαυτῇ συλλαβοῦσα κατέχει. Καὶ ὁ μὲν προφήτης οὐ δύναται εἶναι καὶ ἀπόστολος καὶ προφήτης· ὁ δὲ ἀπόστολος καὶ προφήτης ἐστὶ πάντως, καὶ χαρίσματα ἔχει ἰαμάτων, καὶ γένη γλωσσῶν, καὶ ἑρμηνείας γλωσσῶν· διὸ ἀρχὴ καὶ ῥίζα ἐστὶ τῶν χαρισμάτων.

δʹ. Καὶ ὅτι ταῦτα οὕτως ἔχει, Παῦλον ὑμῖν παραγάγω μάρτυρα. Πρῶτον δὲ ἀναγκαῖον εἰπεῖν, τί ποτέ ἐστι γένη γλωσσῶν. Τί οὖν ἐστι γένη γλωσσῶν; Τὸ παλαιὸν ὁ βαπτισθεὶς καὶ πιστεύσας εὐθέως πρὸς τὴν φανέρωσιν τοῦ Πνεύματος διαφόροις ἐλάλει γλώσσαις.

Ἐπειδὴ γὰρ ἔτι ἀσθενέστερον διέκειντο οἱ τότε, καὶ τὰ νοητὰ χαρίσματα ὁρᾷν οὐκ ἠδύναντο τοῖς ὀφθαλμοῖς τῆς σαρκὸς, ἐδίδοτο αἰσθητὸν χάρισμα, ὥστε τὸ νοητὸν γενέσθαι καταφανές· καὶ ὁ βαπτισθεὶς εὐθέως καὶ τῇ ἡμετέρᾳ γλώσσῃ, καὶ τῇ τῶν Περσῶν, καὶ τῇ τῶν Ἰνδῶν, καὶ τῇ τῶν Σκυθῶν ἐφθέγγετο, ὥστε μαθεῖν καὶ τοὺς ἀπίστους, ὅτι Πνεύματος ἁγίου ἠξίωτο.

Καὶ ἦν τὸ μὲν σημεῖον αἰσθητὸν, ἡ τοιαύτη φωνὴ λέγω· τῇ γὰρ αἰσθήσει τοῦ σώματος αὐτῆς ἤκουον· τὴν δὲ νοητὴν καὶ οὐχ ὁρωμένην τοῦ Πνεύματος χάριν πᾶσι τὸ αἰσθητὸν τοῦτο σημεῖον κατάδηλον ἐποίει. Καὶ τοῦτο τὸ σημεῖον ἐκαλεῖτο γένη γλωσσῶν.

Ὁ γὰρ μίαν γλῶσσαν ἔχων ἀπὸ τῆς φύσεως, ποικίλαις ἐλάλει γλώσσαις καὶ διαφόροις ἀπὸ τῆς χάριτος· καὶ ἦν ἰδεῖν ἄνθρωπον ἕνα μὲν τῷ ἀριθμῷ, ποικίλον δὲ τοῖς χαρίσμασι, καὶ διάφορα στόματα ἔχοντα, καὶ διαφόρους γλώσσας. Ἴδωμεν οὖν πῶς ὁ Ἀπόστολος καὶ τοῦτο εἶχε τὸ χάρισμα, καὶ τὰ ἄλλα πάντα. Περὶ μὲν τούτου οὕτω λέγει· Πάντων ὑμῶν μᾶλλον γλώσσαις λαλῶ. Εἶδες πῶς ἔχει τὰ γένη τῶν γλωσσῶν, καὶ οὐκ ἔχει μόνον, ἀλλὰ καὶ μετὰ πλείονος ὑπερβολῆς ἢ οἱ λοιποὶ πάντες πιστοί; Οὐ γὰρ εἶπεν, ὅτι Γλώσσαις ἔχω λαλεῖν μόνον, ἀλλὰ καὶ, Πάντων ὑμῶν μᾶλλον γλώσσαις λαλῶ. Τὴν δὲ προφητείαν, ἣν εἶχε, δι᾽ ἐκείνων δείκνυσι τῶν ῥημάτων, οὕτω λέγων· Τὸ δὲ Πνεῦμα ῥητῶς λέγει, ὅτι ἐν ὑστέροις καιροῖς ἐνστήσονται καιροὶ χαλεποί· ὅτι δὲ τὰ ἐν ὑστέροις καιροῖς λέγειν, προφητεία ἐστὶ, παντί που δῆλον. Καὶ πάλιν, Τοῦτο δὲ γινώσκετε, ὅτι ἐν ἐσχάτοις καιροῖς ἐνστήσονται καιροὶ χαλεποί· καὶ πάλιν, Λέγω δὲ ὑμῖν ἐν λόγῳ Κυρίου, ὅτι ἐν παρουσίᾳ αὐτοῦ ἡμεῖς οἱ ζῶντες οἱ περιλειπόμενοι, οὐ μὴ φθάσωμεν τοὺς κοιμηθέντας. Καὶ τοῦτο δὲ προφητεία ἐστίν. Εἶδες πῶς γένη γλωσσῶν καὶ προφητείας ἔχει; Βούλει μαθεῖν πῶς ἔχει καὶ χαρίσματα ἰαμάτων; Ἀλλὰ τάχα τοῦτο οὐδὲ τῆς ἀπὸ τῶν λόγων ἀποδείξεως δεῖται. ὅταν ἴδωμεν οὐ μόνον τοὺς ἀποστόλους, ἀλλὰ καὶ τὰ ἱμάτια αὐτῶν χαρίσματα ἰαμάτων ἔχοντα.

Ὅτι δὲ καὶ διδάσκαλος ἦν τῶν ἐθνῶν, πολλαχοῦ τοῦτο λέγει, καὶ ὅτι τῆς οἰκουμένης ἀντελαμβάνετο πάσης, καὶ διεκυβέρνα τὰς Ἐκκλησίας. Ὅταν οὖν ἀκούσῃς, πρῶτον ἀποστόλους, δεύτερον προφήτας, τρίτον ποιμένας καὶ διδασκάλους, χαρίσματα ἰαμάτων, ἀντιλήψεις, κυβερνήσεις, γένη γλωσσῶν, μάθε ὅτι πᾶσα ἡ χορηγία τῶν λοιπῶν χαρισμάτων, ὥσπερ ἐν κεφαλῇ, τῇ ἀποστολῇ ἐναπόκειται.

Ἆρ᾽ οὐ ψιλὸν ἐνομίζετε τοὔνομα τῶν ἀποστόλων πρὸ τούτου; Ἰδοὺ νῦν ἔγνωτε πόσον βάθος ἔχει νοήματος τὸ ὄνομα. Ταῦτα δὲ εἰρήκαμεν, οὐκ οἰκείας δυνάμεως ἐπίδειξιν ποιούμενοι· οὐ γὰρ ἡμέτερα τὰ λεγόμενα, ἀλλὰ τῆς τοῦ Πνεύματος χάριτος τῶν ῥᾳθυμοτέρων τὴν νωθρίαν διεγειρούσης, ὥστε μηδὲν παρατρέχειν ἁπλῶς.

Εἰκότως ἄρα ὑπατείαν πνευματικὴν ἐκαλέσαμεν τὴν ἀποστολήν. Ἄρχοντες γάρ εἰσιν ὑπὸ Θεοῦ χειροτονηθέντες οἱ ἀπόστολοι· ἄρχοντες, οὐκ ἔθνη καὶ πόλεις διαφόρους λαμβάνοντες, ἀλλὰ πάντες κοινῇ τὴν οἰκουμένην ἐμπιστευθέντες. Καὶ ὅτι ἄρχοντές εἰσι πνευματικοὶ, καὶ τοῦτο ἀποδεῖξαι πειράσομαι, ἵνα μετὰ τὴν ἀπόδειξιν μάθητε, ὅτι τοσούτῳ βελτίους εἰσὶν οἱ ἀπόστολοι τῶν ἀρχόντων τῶν βιωτικῶν, ὅσῳ αὐτοὶ οἱ βιωτικοὶ ἄρχοντες τῶν παίδων τῶν παιζόντων ἀμείνους εἰσί. Πολὺ γὰρ μείζων αὕτη ἐκείνης ἡ ἀρχὴ, καὶ μᾶλλον τὴν ἡμετέραν συνέχει ζωὴν, καὶ ταύτης ἀρθείσης πάντα οἴχεται καὶ διαλέλυται. Τί ποτ᾽ οὖν ἐστιν ἀρχῆς σύμβολον, καὶ τίνα ἔχειν τὸν ἄρχοντα χρή; Δεσμωτηρίου ἐξουσίαν, ὥστε τοὺς μὲν δῆσαι, τοὺς δὲ λῦσαι, τοὺς μὲν ἐκβάλλειν, τοὺς δὲ ἐμβάλλειν κύριός ἐστιν· ἀφεῖναι πάλιν χρημάτων ὀφλήματα, καὶ τοὺς μὲν ἀπολῦσαι ὄντας ὑπευθύνους, τοὺς δὲ κελεῦσαι ἀποδοῦναι κύριός ἐστιν· εἰς θάνατον πάλιν ἀπαγαγεῖν, καὶ ἀπὸ τοῦ θανάτου καλέσαι· μᾶλλον δὲ τοῦτο ἄρχοντος μὲν οὐκ ἔστι, βασιλέως δὲ μόνον· μᾶλλον δὲ οὐδὲ βασιλέως ὁλόκληρόν ἐστι τὸ δῶρον. Οὐ γὰρ ἀπὸ θανάτου καλεῖ τὸν ἀπιόντα, ἀλλ᾽ ἐξ ἀπαγωγῆς μόνον, καὶ ἀπόφασιν μὲν λῦσαι δύναται, ἀπὸ θανάτου δὲ ἀνακαλέσασθαι οὐ δύναται· καὶ τὸ μὲν χεῖρον ἔχει, τοῦ βελτίονος δὲ ἀπεστέρηται.

Ἀπὸ τῆς ζώνης δὲ πάλιν δοκιμάζομεν τὸν ἄρχοντα, ἀπὸ τῆς τοῦ κήρυκος φωνῆς, ἀπὸ τῶν ῥαβδούχων, ἀπὸ τοῦ ὀχήματος, ἀπὸ τοῦ ξίφους· ταῦτα γὰρ πάντα ἀρχῆς σύμβολα. Ἴδωμεν τοίνυν καὶ τὴν τῶν ἀποστόλων ἀρχὴν, εἰ ταῦτα ἔχει τὰ σύμβολα· ἔχει μὲν, οὐ τοιαῦτα δὲ, ἀλλὰ πολλῷ βελτίονα, Καὶ ἵνα μάθῃς ὅτι ταῦτα μὲν ὀνόματα πραγμάτων, ἐκεῖνα δὲ ἀλήθεια πραγμάτων· ἵνα μάθῃς τὸ μέσον τῶν παιδίων τῶν παιζόντων ἀρχὰς, καὶ τῶν ἀρχῶν τῶν ἐχόντων τὰς ἀρχάς· καὶ, εἰ βούλεσθε, ἀπὸ τοῦ δεσμωτηρίου πρῶτον ἀριθμήσομεν. Καὶ γὰρ εἰρήκαμεν, ὅτι κύριος τοῦ δῆσαι καὶ λῦσαί ἐστιν ὁ ἄρχων. Ὅρα δὴ ταύτην τὴν ἀρχὴν τοὺς ἀποστόλους ἔχοντας.

Ὅσους γὰρ ἂν δήσητε ἐπὶ τῆς γῆς, φησὶν, ἔσονται δεδεμένοι ἐν τοῖς οὐρανοῖς· καὶ ὅσους ἂν λύσητε ἐπὶ τῆς γῆς ἔσονται λελυμένοι ἐν οὐρανοῖς. Εἶδες δεσμωτηρίου, καὶ δεσμωτηρίου ἐξουσίαν· καὶ τὸ μὲν ὄνομα τὸ αὐτὸ, τὸ δὲ πρᾶγμα οὐ τὸ αὐτό. Δεσμὰ, καὶ δεσμά· ἀλλὰ τὰ μὲν ἐπὶ τῆς γῆς, τὰ δὲ ἐν οὐρανῷ. Οὐρανὸς γάρ ἐστιν αὐτοῖς τὸ δεσμωτήριον. Μάθε τοίνυν τὸ μέγεθος τῆς ἀρχῆς. Ἐπὶ τῆς γῆς καθήμενοι φέρουσι τὴν ψῆφον, καὶ τῆς ψήφου ἡ δύναμις διαβαίνει τοὺς οὐρανούς. Καὶ καθάπερ οἱ μὲν βασιλεῖς καθήμενοι ἐν μιᾷ πόλει ψηφίζονται καὶ νομοθετοῦσιν, ἡ δὲ τῶν ψηφισμάτων καὶ τῶν νόμων δύναμις πᾶσαν διατρέχει τὴν οἰκουμένην· οὕτω καὶ τότε, οἱ μὲν ἀπόστολοι ἐν ἑνὶ τόπῳ καθήμενοι ταῦτα ἐνομοθέτουν· ἡ δὲ τῶν νόμων δύναμις, καὶ τῶν δεσμῶν τούτων, οὐχὶ τὴν οἰκουμένην μόνον διέτρεχεν, ἀλλὰ καὶ εἰς αὐτὸ τὸ ὕψος τῶν οὐρανῶν ἀνέβαινεν. Εἶδες δεσμωτήριον, καὶ δεσμωτήριον· τὸ μὲν ἐπὶ γῆς, τὸ δὲ ἐν οὐρανῷ, τὸ μὲν σωμάτων, τὸ δὲ ψυχῶν· μᾶλλον δὲ καὶ ψυχῶν καὶ σωμάτων· οὐ γὰρ σώματα ἐδέσμουν μόνον, ἀλλὰ καὶ ψυχάς.

εʹ. Βούλει μαθεῖν πῶς κύριοι ἦσαν καὶ ὀφλήματα ἀφεῖναι; Καὶ γὰρ καὶ ἐνταῦθα πολὺ τὸ διάφορον ὄψει· οὐ γὰρ ὀφλήματα χρημάτων, ἀλλ᾽ ὀφλήματα ἁμαρτημάτων ἀφίεσαν· Ὧν γὰρ, φησὶν, ἀφῆτε τὰς ἁμαρτίας, ἀφέωνται αὐτοῖς· καὶ ὧν ἂν κρατῆτε, κεκράτηνται.

Τί μετὰ τοῦτο ἀποδεῖξαι χρὴ, ὅτι καὶ εἰς θάνατον ἔπεμπον, καὶ ἀπὸ θανάτου πάλιν ἐκάλουν, οὐκ ἐξ ἀποφάσεως μόνης, καὶ ἀπαγωγῆς, ἀλλὰ καὶ ἐκ θανάτου τοὺς κειμένους ἤδη καὶ διαφθαρέντας ἀνιστῶντες; Ποῦ τοίνυν κατεδίκασαν; ποῦ δὲ ἀπήλλαξαν θανάτου;

Ὁ Ἀνανίας καὶ ἡ Σάπφειρα ἱεροσυλίας ἑάλωσαν· εἰ γὰρ καὶ τὰ ἑαυτῶν ἔκλεψαν χρήματα, ἀλλ᾽ ὅμως ἱεροσυλίας τὸ τόλμημα ἦν· μετὰ γὰρ τὴν ὑπόσχεσιν οὐκ ἔτι ἦν αὐτῶν τὰ χρήματα. Τί οὖν ὁ Ἀπόστολος; Ἄκουσον πῶς, καθάπερ ἐν δικαστηρίῳ καθήμενος, τὸν ἱερόσυλον εἰσάγει, καὶ πεῦσιν προσάγει καθάπερ δικαστὴς, καὶ τότε τὴν ἀπόφασιν ἐπάγει.

Οὐ γὰρ πρὸ τῆς ἐρωτήσεως ἡ ἀπόφασις· δήλη μὲν γὰρ ἦν ἡ ἁμαρτία· ἀλλ᾽ ἵνα ἡμᾶς τοὺς ἔξωθεν περιεστῶτας πείσῃ, ὅτι δικαίως ἐπάγει τὴν ψῆφον, διὰ τοῦτο ποιεῖται τὴν ἐρώτησιν, οὕτω λέγων· Διὰ τί ἐπλήρωσεν ὁ Σατανᾶς τὴν καρδίαν σου, ψεύσασθαί σε τὸ Πνεῦμα τὸ ἅγιον, καὶ νοσφίσασθαι ἀπὸ τῆς τιμῆς τοῦ χωρίου; Οὐχὶ μένον σοι ἔμενε, καὶ πραθὲν ἐπὶ τῇ σῇ ἐξουσίᾳ ὑπῆρχεν; Οὐκ ἐψεύσω ἀνθρώποις, ἀλλὰ τῷ Θεῷ. Τί οὖν ἀκούων ἐκεῖνος τοὺς λόγους τούτους; Πεσὼν ἐξέψυξεν. Εἶδες πῶς καὶ ξίφος ἔχουσιν οἱ ἀπόστολοι; Ὅταν ἀκούσῃς Παύλου λέγοντος, ὅτι Ἐπὶ πᾶσι τὴν μάχαιραν τοῦ Πνεύματος, ὅ ἐστι ῥῆμα Θεοῦ, ἀναμνήσθητι τῆς ἀποφάσεως ταύτης, ὅτι οὐδαμοῦ ξίφος, καὶ τῷ ῥήματι πληγεὶς ὁ ἱερόσυλος ἔπεσεν. Εἶδες μάχαιραν ἠκονημένην καὶ γεγυμνωμένην; Οὐδαμοῦ σίδηρος, οὐδαμοῦ λαβὴ, οὐδαμοῦ χεῖρες· ἀλλὰ ἀντὶ τῆς χειρὸς ἡ γλῶττα, τὰ ῥήματα ἀντὶ τῆς μαχαίρας ἐξενεγκοῦσα, εὐθέως ἐκεῖνον ἀπέσφαξε. Μετὰ τοῦτον εἰσῆλθεν ἡ γυνὴ, καὶ ἐβούλετο αὐτῇ δοῦναι πρόφασιν ἀπολογίας, ἀφορμὴν συγγνώμης· διὰ τοῦτο πάλιν ἐρωτᾷ· Εἰπέ μοι, εἰ τοσούτου τὸ χωρίον ἀπέδοσθε.

Καίτοι γε ᾔδει, ὅτι οὐ τοσούτου· ἀλλ᾽ ἵνα αὐτὴν διὰ τῆς ἐρωτήσεως εἰς μετάνοιαν ἀγάγῃ, καὶ καταγνῷ τῶν ἡμαρτημένων, καὶ μεταδῷ συγγνώμης αὐτῇ, διὰ τοῦτο αὐτὴν ἐρωτᾷ· ἀλλ᾽ ὅμως ἐκείνη μετὰ ταῦτα ἀναισχύντως διέκειτο· διὰ τοῦτο ἐκοινώνησε τῆς τιμωρίας τοῦ ἀνδρός. Εἶδες δεσμωτηρίου δύναμιν; εἶδες πῶς εἰσι κύριοι εἰς θάνατον πέμπειν; Ἴδωμεν καὶ τὸ βέλτιον, πῶς ἀπὸ θανάτου ἀποκαλοῦνται πάλιν.

Ἡ Ταβιθὰ, ἡ μαθήτρια, ἐλεημοσύναις πολλαῖς κομῶσα ἀπέθανε· καὶ δρόμος εὐθέως ἐπὶ τοὺς ἀποστόλους. Ἤδεισαν γὰρ ὅτι καὶ θανάτου καὶ ζωῆς ἐξουσίαν εἶχον· ᾔδεισαν τὴν ἄνω ἀρχὴν κάτω κατενεχθεῖσαν. Τί οὖν ἐλθὼν ὁ Πέτρος; Ταβιθὰ, ἀνάστηθι, φησίν. Οὐδεμιᾶς πραγματείας ἐδέησεν αὐτῷ, οὐχ ὑπηρετῶν, οὐ διακόνων· ἀλλ᾽ ἤρκεσε τὰ ῥήματα πρὸς τὴν ἀνάστασιν· ἤκουσε γοῦν τῆς φωνῆς ὁ θάνατος, καὶ οὐκ ἴσχυσε κατασχεῖν τὴν νεκράν. Εἶδες οἷαι τῶν δικαστῶν τούτων αἱ φωναί; Αἱ μὲν γὰρ τῶν ἔξωθεν δικαστῶν ἀσθενεῖς. Κἂν γὰρ ἐπιτάξῃ τις ἐκείνων, ὁ δὲ διακονῶν μὴ ὑπηρετήσῃ, διεκόπη τὸ προσταχθέν· ἐνταῦθα δὲ οὐ δεῖται διακόνων· ἀλλ᾽ εἶπε, καὶ εὐθέως ἐγένετο. Εἶδες αὐτῶν τὸ δεσμωτήριον, ὅπερ ἀρχῆς ἐστι σύμβολον· εἶδες πῶς ἀφιᾶσιν ἁμαρτήματα, πῶς λύουσι θάνατον, πῶς εἰς ζωὴν ἐπανάγουσι. Βούλει μαθεῖν καὶ τὴν ζώνην αὐτῶν;

Καὶ γὰρ ἐζωσμένους αὐτοὺς ὁ Χριστὸς ἔπεμψεν, οὐχὶ ἐν δέρματι, ἀλλ᾽ ἐν ἀληθείᾳ· αὕτη ἡ ζώνη ἁγία καὶ πνευματική· καὶ διὰ τοῦτό φησι· Περιεζωσμένοι τὴν ὀσφὺν ὑμῶν ἐν ἀληθείᾳ. Καὶ γὰρ ἡ ἀρχὴ πνευματικὴ, διὸ μηδὲν αἰσθητὸν ζήτει· Πᾶσα γὰρ ἡ δόξα τῆς θυγατρὸς τοῦ βασιλέως ἔσωθεν.

Ἀλλὰ τί; βούλει καὶ τοὺς δημίους ἰδεῖν; Δήμιοί εἰσιν οἱ τοὺς ὑπευθύνους μαστίζοντες, προσαρτῶντες τῷ ξύλῳ, διαξαίνοντες τὰς πλευρὰς, παιδεύοντες, κολάζοντες. Βούλει οὖν τούτους ἰδεῖν; Οὐκ ἀνθρώπους ἔχουσιν, ἀλλ᾽ αὐτὸν τὸν διάβολον, καὶ τοὺς δαίμονας· οἱ σῶμα καὶ σάρκα περικείμενοι, τὰς ἀσωμάτους εἶχον ὑπηρετούσας δυνάμεις. Ἄκουσον γοῦν πῶς μετὰ αὐθεντίας ἐκείνοις ἐπέταττεν ὁ Παῦλος· περὶ γὰρ τοῦ πεπορνευκότος γράφων ἔλεγε· Παράδοτε τὸν τοιοῦτον τῷ Σατανᾷ εἰς ὄλεθρον τῆς σαρκός. Πάλιν ἐφ᾽ ἑτέρων βλασφημούντων τὸ αὐτὸ τοῦτο πεποίηκε· Παρέδωκα γὰρ αὐτοὺς, φησὶ, τῷ Σατανᾷ, ἵνα παιδευθῶσι μὴ βλασφημεῖν. Τί λοιπὸν ὑπολέλειπται δεῖξαι; ὅτι καὶ ὀχήματα ἔχουσιν; Ἀλλ᾽ οὐδὲ ταύτης ἀπορήσομεν τῆς ἀποδείξεως· τὸν γὰρ Φίλιππον, ἐπειδὴ τὸν εὐνοῦχον ἐβάπτισε, καὶ πρὸς τὴν ἱερὰν μυσταγωγίαν ἐχειραγώγησεν, ἔδει δὲ αὐτὸν ἐπανελθεῖν, ἥρπασεν αὐτὸν τὸ Πνεῦμα, καὶ εὑρέθη εἰς Ἄζωτον ἀπὸ τῆς ἐρήμου. Εἶδες ὄχημα ὑπόπτερον; εἶδες ζεῦγος ἀνέμου σφοδρότερον; Πάλιν ἔδει τὸν ἀπόστολον εἰς τὸν παράδεισον ὁδεῦσαι, μῆκος οὕτω πολὺ, καὶ διάστημα ἄπειρον· κἀκεῖνος πάλιν ἀθρόον ἁρπαγεὶς ἐκεῖ μετεφέρετο ἀπονητὶ, καὶ ἐν βραχείᾳ καιροῦ ῥοπῇ. Τὰ μὲν οὖν ὀχήματα τοιαῦτα· ἡ δὲ τοῦ κήρυκος φωνὴ, καὶ αὕτη πάλιν ἀξία τῆς ἀρχῆς.

Οὐ γὰρ ἄνθρωπος αὐτῶν προηγεῖτο, φωνὴν ἀφιεὶς, ἀλλ᾽ ἡ τοῦ Πνεύματος χάρις, καὶ ἡ διὰ τῶν θαυμάτων ἀπόδειξις πάσης σάλπιγγος λαμπροτέραν ἠφίει φωνήν· οὕτως αὐτοῖς πανταχοῦ προοδοποιεῖ. Καὶ καθάπερ οἱ ἄρχοντες ἐν πολλῇ περιφανείᾳ καθεστήκασι, τῶν ἰδιωτῶν οὐ τολμώντων αὐτοῖς ἁπλῶς ἀναμίγνυσθαι· οὕτω καὶ ἐπὶ τῶν ἀποστόλων ἐγίνετο· Τῶν γὰρ λοιπῶν, φησὶν, οὐδεὶς ἐτόλμα κολλᾶσθαι αὐτοῖς· ἀλλ᾽ ἐμεγάλυνεν αὐτοὺς ὁ λαός. Εἶδες δεσμωτηρίου δύναμιν, καὶ ἀφέσεως ὀφλημάτων ἰσχὺν, καὶ ξίφος ἔχοντας, καὶ ζώνην ἐζωσμένους, καὶ ὀχήματι ὁδεύοντας, καὶ φωνὴν πάσης σάλπιγγος λαμπροτέραν προηγουμένην αὐτῶν, καὶ ἐν πολλῇ περιφανείᾳ ὄντας;