Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν ἀρχὴν τῶν Πράξεων

Ἰωάννης ὁ Χρυσόστομος

Η παραβολή των ταλάντων και η πνευματική διαχείριση του θείου λόγου

Ερμηνεία της παραβολής των ταλάντων με αυστηρή κριτική στην υλική τοκογλυφία και παρότρυνση προς τους ακροατές να λειτουργήσουν ως πνευματικοί τραπεζίτες, πολλαπλασιάζοντας και μεταδίδοντας τον θείο λόγο.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 9 από 11

Ὅτι οὐκ ἀκίνδυνον τοῖς ἀκροαταῖς τὸ σιγᾷν τὰ λεγόμενα ἐν ἐκκλησίᾳ, καὶ τίνος ἕνεκεν αἱ Πράξεις ἐν τῇ Πεντηκοστῇ ἀναγινώσκονται, καὶ διὰ τί οὐκ ἔδειξε πᾶσιν ἑαυτὸν ἀναστὰς ὁ Χριστὸς, καὶ ὅτι τῆς ὄψεως σαφεστέραν παρέσχε τὴν τῆς ἀναστάσεως ἀπόδειξιν τὴν διὰ τῶν σημείων τῶν ἀποστόλων. αʹ. Τὸ μὲν πλέον τοῦ χρέους τοῦ συντεθέντος ἡμῖν ὑπὸ τῆς ἐπιγραφῆς τῶν Πράξεων τῶν ἀποστολικῶν ἐν ταῖς ἔμπροσθεν ὑμῖν κατεβάλομεν ἡμέραις· ἐπειδὴ δὲ ἔτι μικρὸν ἐναπέμεινε λείψανον, ἀνέστην καὶ τοῦτο καταθήσων ὑμῖν σήμερον. Εἰ δὲ μετ᾽ ἀκριβείας φυλάττετε τὰ εἰρημένα, καὶ μετὰ πολλῆς κατέχετε σπουδῆς, ὑμεῖς ἂν εἰδείητε οἱ τὸ ἀργύριον ὑποδεξάμενοι, καὶ τῶν ἀργυρίων τούτων μέλλοντες τὸν λόγον διδόναι τῷ Δεσπότῃ κατὰ τὴν ἡμέραν ἐκείνην, ὅταν οἱ τὰ τάλαντα πιστευθέντες καλῶνται, καὶ τὰς εὐθύνας ὑπέχωσιν· ὅταν ἐλθὼν ὁ Χριστὸς ἀπαιτῇ τοὺς τραπεζίτας τὸ ἀργύριον τοῦτο μετὰ τῶν τόκων. Ἔδει γάρ σε, φησὶ, καταβαλεῖν τὸ ἀργύριόν μου ἐπὶ τοὺς τραπεζίτας, καὶ ἐγὼ ἐλθὼν μετὰ τόκου ἂν ἀπῄτησα αὐτό.

Ὢ τῆς πολλῆς καὶ ἀφάτου φιλανθρωπίας τοῦ Δεσπότου! Ἀνθρώπους κωλύων ἀπαιτεῖν τόκους, αὐτὸς ἀπαιτεῖ τόκους. Διὰ τί; Ἐπειδὴ ἐκεῖνος ὁ τόκος διαβεβλημένος ἐστὶ καὶ κατηγορίας ἄξιος· οὗτος δὲ ἐπαινετὸς καὶ πολλῆς ἀποδοχῆς ἐστιν ἄξιος. Ἐκεῖνος τοίνυν ὁ τόκος, ὁ τῶν χρημάτων λέγω, καὶ τὸν λαμβάνοντα, καὶ τὸν διδόντα ζημιοῖ, καὶ τοῦ μὲν λαμβάνοντος ἀπόλλυσι τὴν ψυχὴν, τοῦ δὲ διδόντος ἐπιτρίβει τὴν πενίαν. Τί γὰρ ἂν γένοιτο χαλεπώτερον, ἀλλ᾽ ἢ ὅταν τις τὴν πενίαν τοῦ πλησίον ἐμπορεύηται, καὶ τὰς τῶν ἀδελφῶν πραγματεύηται συμφοράς; ὅταν τις προσωπεῖον φιλανθρωπίας ἔχων πᾶσαν ἀπανθρωπίαν ἐπιδείκνυται, καὶ ὁ χεῖρα μέλλων ὀρέγειν πρὸς τὸ βάραθρον ὠθῇ τὸν βοηθείας δεόμενον; Τί ποιεῖς, ἄνθρωπε; Οὐ διὰ τοῦτο πρὸς σὰς ἦλθε θύρας ὁ πένης, ἵνα αὐξήσῃς αὐτοῦ τὴν πενίαν, ἀλλ᾽ ἵνα λύσῃς αὐτοῦ τὴν πενίαν· σὺ δὲ ταυτὸν ποιεῖς, οἷον οἱ τὰ δηλητήρια κεραννύντες φάρμακα· καὶ γὰρ ἐκεῖνοι τὴν συνήθη τροφὴν αὐτοῖς ἀναμίξαντες ἀνεπαίσθητον ποιοῦσι τὴν ἐπιβουλὴν, καὶ οὗτοι φιλανθρωπίας προσχήματι τῶν τόκων τὸν ὄλεθρον κρύψαντες, οὐκ ἐῶσιν αἰσθέσθαι τῆς βλάβης τοὺς μέλλοντας πίνειν τὸ θανάσιμον τοῦτο φάρμακον. Διόπερ εὔκαιρον, ὃ περὶ τῆς ἁμαρτίας εἴρηται, καὶ περὶ τῶν τοκιζόντων καὶ δανειζομένων εἰπεῖν. Τί δὲ περὶ τῆς ἁμαρτίας εἴρηται;

Πρὸς καιρὸν, φησὶ, γλυκαίνει τὸν λάρυγγα, ὕστερον δὲ πικρότερον χολῆς εὑρήσεις, καὶ ἠκονημένον μᾶλλον μαχαίρας διστόμου. Τοῦτο τοίνυν καὶ ἐπὶ τῶν δανειζομένων γίνεται· ὅταν μὲν γὰρ λαμβάνῃ τὰ χρήματα ὁ δεόμενος, παραμυθίαν λαμβάνει μικράν τινα καὶ πρόσκαιρον· ὕστερον δὲ τῶν τόκων αὐξομένων, καὶ τοῦ φορτίου μείζονος τῆς δυνάμεως γενομένου, ἐκεῖνο τὸ γλυκὺ καὶ λιπάναν τὸν λάρυγγα πικρότερον χολῆς ὄψεται γινόμενον, καὶ ἠκονημένον μᾶλλον μαχαίρας διστόμου, τῶν πατρῴων πάντων ἀποστῆναι ἀθρόον ἀναγκαζόμενος.

βʹ. Ἀλλ᾽ ἀπὸ τῶν αἰσθητῶν ἐπὶ τὰ πνευματικὰ τὸν λόγον μετάγωμεν. Ἔδει σε, φησὶ, καταβαλεῖν τὸ ἀργύριόν μου ἐπὶ τοὺς τραπεζίτας, ἐκείνου τοῦ ἀργυρίου τραπεζίτας ὑμᾶς καλῶν τοὺς τῶν ῥημάτων τούτων ἀκροατάς. Καὶ τίνος ἕνεκεν τραπεζίτας ὑμᾶς ἐκάλεσεν ὁ Θεός; Παιδεύων ἅπαντας τὴν αὐτὴν σπουδὴν ἐπιδείκνυσθαι περὶ τὴν δοκιμασίαν τῶν λεγομένων, ὅσην ἐκεῖνοι σπουδὴν ἔχουσι περὶ τὴν ἐξέτασιν καὶ εἴσοδον τῶν νομισμάτων. Καθάπερ γὰρ οἱ τραπεζῖται τὸ μὲν κίβδηλον καὶ παράσημον ἐκβάλλουσι νόμισμα, τὸ δὲ δόκιμον καὶ ὑγιὲς δέχονται, καὶ διακρίνουσι τὸ νόθον ἀπὸ τοῦ γνησίου· οὕτω καὶ σὺ ποίησον, καὶ μὴ πάντα παραδέχου λόγον, ἀλλὰ τὸν μὲν κίβδηλον καὶ διεφθαρμένον ἔκβαλλε ἀπὸ σοῦ. τὸν δὲ ὑγιῆ καὶ σωτηρίαν ἔχοντα παράπεμπε τῇ διανοίᾳ. Ἔστι γὰρ, ἔστι καὶ σοὶ ζυγὰ καὶ σταθμία οὐκ ἀπὸ χαλκοῦ καὶ σιδήρου κατεσκευασμένα, ἀλλ᾽ ἀπὸ ἁγνείας καὶ πίστεως συγκείμενα, καὶ διὰ τούτων δοκίμαζε λόγον ἅπαντα. Καὶ γὰρ διὰ τοῦτό φησι, Γίνεσθε τραπεζῖται δόκιμοι, οὐχ ἵνα ἐπὶ τῆς ἀγορᾶς ἑστῶτες τὰ ἀργύρια ἀριθμῆτε, ἀλλ᾽ ἵνα τοὺς λόγους βασανίζητε μετὰ ἀκριβείας ἁπάσης· διὰ τοῦτο καὶ ὁ ἀπόστολος Παῦλός φησι· Πάντα δοκιμάζετε, τὸ καλὸν δὲ κατέχετε μόνον. Οὐ διὰ τὴν δοκιμασίαν δὲ μόνον ὑμᾶς τραπεζίτας ἐκάλεσεν, ἀλλὰ καὶ διὰ τὴν τῶν καταβαλλομένων νομήν.

Καὶ γὰρ τοῖς τραπεζίταις, ἐὰν μόνον ὑποδεχόμενοι τὰ χρήματα κατακλείωσιν οἴκοι, μηκέτι δὲ εἰς ἑτέρους διανέμωσιν, ἅπαν τὸ τῆς ἐμπορίας οἰχήσεται· οὕτω καὶ ἐπὶ τῶν ἀκροατῶν τὸ αὐτὸ τοῦτο γίνεται. Ἂν γὰρ δεξάμενος τὴν διδασκαλίαν παρὰ σαυτῷ κατασχῇς, μηκέτι δὲ εἰς ἑτέρους ἐκβάλῃς, πᾶσά σου ἡ πραγματεία διαῤῥυήσεται.

Διὰ τοῦτο ἐπὶ τῶν ἐργαστηρίων ἐκείνων διὰ πάσης ἡμέρας εἴσοδόν τε καὶ ἔξοδον γινομένην ὁρῶμεν. Τοῦτο τοίνυν καὶ ἐπὶ τῆς διδασκαλίας γινέσθω. Καὶ γὰρ καὶ ἐπὶ τῶν τραπεζιτῶν ἐκείνων ὁρῶμεν τοὺς μὲν καταβάλλοντας χρήματα, τοὺς δὲ λαμβάνοντας εὐθέως, καὶ ἀπιόντας, καὶ τοῦτο διὰ πάσης ἡμέρας γινόμενον ἴδοι τις ἄν. Διὰ τοῦτο, καίτοι τῶν χρημάτων οὐκ ὄντων αὐτοῖς οἰκείων, ἐπειδὴ τῇ χρήσει πρὸς τὸ δέον κέχρηνται, διὰ τῶν ἀλλοτρίων πολλὴν ἑαυτοῖς συλλέγουσι τὴν εὐπορίαν. Οὕτω καὶ σὺ ποίησον. Οὐκ ἔστι ταῦτα τὰ λόγια σὰ, ἀλλὰ τοῦ Πνεύματος· ἀλλ᾽ ὅμως ἐὰν ἀρίστην ἐπιδείξῃ τὴν χρῆσιν, πολλὴν ἑαυτῷ συνάξεις τὴν εὐπορίαν τὴν πνευματικήν· διὰ τοῦτο καὶ τραπεζίτας ὑμᾶς ἐκάλεσεν ὁ Θεός. Τίνος δὲ ἕνεκεν ἀργύριον τὸν λόγον ἐκάλεσεν;

Ἐπειδὴ καθάπερ τὸ ἀργύριον τὸν χαρακτῆρα ἔχει ἀπηρτισμένον τὸν βασιλικὸν (κἂν γὰρ μὴ τοῦτον ἔχῃ, οὐκ ἔστιν ἀργύριον δόκιμον, ἀλλὰ κίβδηλον καλεῖται), οὕτω καὶ τὴν διδασκαλίαν τῆς πίστεως τὸν χαρακτῆρα τοῦ λόγου ἀπηρτισμένον ἔχειν δεῖ. Πάλιν τῶν ἀργυρίων ἡ χρῆσις πᾶσαν ἡμῶν συγκροτεῖ τὴν ζωὴν, καὶ συμβολαίων ἁπάντων ὑπόθεσις γίνεται, κἂν ἀγοράσαι τι, κἂν πωλῆσαι δέῃ, διὰ τούτων ἅπαντα πράττομεν. Τοῦτο καὶ ἐπὶ τῆς διδασκαλίας γίνεται· τῶν γὰρ συμβολαίων πνευματικῶν ὑπόθεσίς ἐστι καὶ ῥίζα τὸ ἀργύριον τοῦτο τὸ πνευματικόν· ὅθεν κἂν παρὰ τοῦ Θεοῦ τι βουληθῶμεν ἀγοράσαι, τὸν λόγον τῆς εὐχῆς καταβαλόντες πρῶτον, οὕτω λαμβάνομεν ἅπερ αἰτοῦμεν. Κἂν ἀδελφὸν ἴδωμεν ἠμελημένον καὶ ἀπολλύμενον, τὴν σωτηρίαν αὐτοῦ κερδήσομεν, καὶ τὴν ζωὴν ἀγοράσομεν, τὸν λόγον τῆς διδασκαλίας καταβάλλοντες.

Διὸ χρὴ μετὰ ἀκριβείας ἁπάσης φυλάττειν καὶ κατέχειν ἅπαντα, ἵνα καὶ εἰς ἑτέρους αὐτὰ διανείμωμεν· καὶ γὰρ καὶ τόκους τῶν ἀργυρίων τούτων ἀπαιτούμεθα. Προσέχωμεν τοίνυν τῇ ὑποδοχῇ, ἵνα καὶ εἰς ἑτέρους διανεῖμαι δυνηθῶμεν τὰ ἀργύρια· καὶ γὰρ ἕκαστος, ἐὰν θέλῃ, δύναμιν ἔχει διδασκαλίας.

Οὐ δύνασαι Ἐκκλησίαν ὀρθῶσαι τοσαύτην· ἀλλὰ δύνασαι τὴν γυναῖκα τὴν σὴν νουθετῆσαι. Οὐ δύνασαι πρὸς πλῆθος τοσοῦτον διαλεχθῆναι· ἀλλὰ τὸν υἱόν σου σωφρονίσαι δύνασαι. Οὐ δύνασαι πρὸς δῆμον τηλικοῦτον τὸν λόγον ἀποτεῖναι διδασκαλίας· ἀλλὰ τὸν οἰκέτην σου βελτίονα ἐργάσασθαι δύνασαι Οὐκ ἔστι σου μείζων τῆς δυνάμεως ἐκεῖνος τῶν μαθητῶν ὁ σύλλογος· οὐκ ἔστι σου πλέον τῆς συνέσεως ἐκεῖνο τῆς διδασκαλίας τὸ μέτρον, ἀλλὰ καὶ ἡμῶν εὐκολώτερον ὑμεῖς ἐκείνους πάντας ῥυθμίζειν δύνασθε.

Ἐγὼ μὲν γὰρ ὑμῖν ἅπαξ τῆς ἑβδομάδος συγγίνομαι, ἢ καὶ δεύτερον πολλάκις· σὺ δὲ διαπαντὸς ἔνδον ἔχεις τῆς οἰκίας τοὺς μαθητὰς, καὶ τὴν γυναῖκα, καὶ τὰ παιδία, καὶ τοὺς οἰκέτας, καὶ ἐν ἑσπέρᾳ, καὶ ἐν τραπέζῃ, καὶ διὰ πάσης ἡμέρας δύνασαι διορθοῦν αὐτούς.

Καὶ ἑτέρωθεν δὲ ἡ ἰατρεία αὕτη εὐκολωτέρα γίνεται· ἐγὼ μὲν γὰρ ἐν πλήθει τοσούτῳ διαλεγόμενος οὐκ οἶδα τὸ ἐνοχλοῦν ὑμῖν πάθος τῆς ψυχῆς, διὸ καὶ ἀναγκάζομαι καθ᾽ ἑκάστην διδασκαλίαν ἅπαντα προτιθέναι τὰ φάρμακα· ὑμᾶς δὲ οὐχ οὕτω ποιεῖν ἀνάγκη, ἀλλ᾽ ἔξεστιν ὑμῖν μετὰ ἐλάττονος πόνου πλείονα καρποῦσθαι τὴν διόρθωσιν· ἴστε γὰρ σαφῶς τὰ ἁμαρτήματα τῶν ὑμῖν συνοικούντων, διὸ καὶ ταχυτέραν δύνασθε ποιῆσαι τὴν θεραπείαν.

γʹ. Μὴ τοίνυν, ἀγαπητοὶ, ἀμελῶμεν τῶν συνοικούντων ἡμῖν· καὶ γὰρ μεγίστη κόλασις κεῖται καὶ ἄφατος τιμωρία τοῖς ἀμελοῦσι τῶν οἰκείων. Εἰ γάρ τις, φησὶν ὁ Παῦλος, τῶν ἰδίων οὐ προνοεῖται, καὶ μάλιστα τῶν οἰκείων, τὴν πίστιν ἤρνηται, καὶ ἔστιν ἀπίστου χείρων. Ὁρᾷς ποῦ τῶν ἀμελούντων τῶν οἰκείων ὁ Παῦλος ἠκόντισε; Καὶ μάλα εἰκότως· ὁ γὰρ τῶν οἰκείων ἀμελῶν, φησὶ, πῶς τῶν ἀλλοτρίων ἐπιμελήσεται; Οἶδα πολλάκις ταῦτα παραινέσας ὑμῖν· ἀλλὰ καὶ παραινῶν οὐδέποτε παύσομαι, καίτοι γε ἐγὼ ἀνεύθυνος λοιπὸν τῆς τῶν ἑτέρων ῥᾳθυμίας εἰμί· Ἔδει γάρ σε, φησὶ, καταβαλεῖν τὸ ἀργύριόν μου ἐπὶ τοὺς τραπεζίτας, καὶ πλέον οὐδὲν ἀπῄτησεν.

Ἐγὼ δὲ καὶ τὸ ἀργύριον κατέβαλον, καὶ λόγον οὐδένα ἔχω· ἀλλ᾽ ὅμως καίτοι γε ἀνεύθυνος ὢν, καὶ τῆς τιμωρίας ἀπηλλαγμένος τῆς ἐπὶ τούτοις, καθάπερ ὑπεύθυνος ὢν κολάσει καὶ τιμωρίᾳ, οὕτω δέδοικα καὶ τρέμω περὶ τῆς ὑμετέρας σωτηρίας, Μηδεὶς τοίνυν ἁπλῶς μηδὲ ἠμελημένως ἀκουέτω τῶν λόγων τῶν πνευματικῶν· οὐδὲ γὰρ εἰκῆ καὶ μάτην μακρὰ ποιοῦμαι τὰ προοίμια, ἀλλ᾽ ὥστε ἀσφαλεστέραν γίνεσθαι τῶν καταβαλλομένων τὴν φυλακὴν, ὥστε μὴ μάτην μηδὲ ἁπλῶς κροτήσαντας καὶ θορυβήσαντας οἴκαδε ἀπελθεῖν. Οὐ γὰρ μέλει μοι τῶν παρ᾽ ὑμῶν ἐπαίνων, ἀλλὰ φροντίζω τῆς ὑμετέρας σωτηρίας. Οἱ μὲν γὰρ ἐπὶ τῆς σκηνῆς ἀγωνιζόμενοι τὸν ὑπὲρ τούτου μισθὸν τὸν ἔπαινον παρὰ τοῦ δήμου λαμβάνουσιν· ἡμεῖς δὲ οὐκ ἐπὶ τούτοις ἀπεδυσάμεθα, ἀλλ᾽ ἐπὶ τὸν παρὰ τοῦ Δεσπότου μισθὸν τὸν ἐπὶ τούτοις κείμενον λαβεῖν. Διὰ τοῦτο καὶ συνεχῶς ὑμῖν ταῦτα παρακελευόμεθα, ὥστε πρὸς τὸ βάθος τῆς διανοίας ὑμῶν καταβῆναι τὰ λεγόμενα.

Καθάπερ γὰρ τῶν φυτῶν ὅσαπερ ἂν πρὸς τὸ βάθος παραπέμψῃ τὰς ῥίζας, ἄσειστα γίνεται ταῖς τῶν ἀνέμων προσβολαῖς· οὕτω καὶ τῶν νοημάτων ὅσῳπερ ἂν ἐν τῷ βάθει μένῃ τῆς διανοίας, οὐ ῥᾳδίως ὑπὸ τῆς τῶν πραγμάτων ἀνασπᾶται ἐπιβουλῆς. Εἰπὲ γάρ μοι, ἀγαπητὲ, εἰ λιμῷ τὸν παῖδα τηκόμενον εἶδες, ἆρα ἂν ἠνέσχου περιιδεῖν, ἀλλ᾽ οὐχὶ πάντα ἂν ὑπέμεινας, ὥστε λῦσαι αὐτοῦ τὸν λιμόν; Εἶτα λιμῷ μὲν ἄρτου διαφθειρόμενον οὐκ ἂν περιεῖδες, λιμῷ δὲ θείας διδασκαλίας ἀπολλύμενον ἀνέχῃ περιορᾷν; Καὶ πῶς ἄξιος ἂν ἦς καλεῖσθαι πατήρ; Καὶ γὰρ οὗτος ὁ λιμὸς ἐκείνου χαλεπώτερος, ὅσῳ καὶ πρὸς μείζονα τελευτᾷ θάνατον, ὅθεν καὶ πλείονα ἐνταῦθα ποιεῖσθαι χρὴ τὴν σπουδήν. Ἐκτρέφετε γὰρ, φησὶ, τὰ τέκνα ὑμῶν ἐν παιδείᾳ καὶ νουθεσίᾳ Κυρίου. Αὕτη καλλίστη πατέρων ἐπιμέλεια, αὕτη γνησία κηδεμονία γεγεννηκότων· οὕτω γὰρ ἐγὼ ἐπιγινώσκω τῆς φύσεως τὴν συγγένειαν, ἐὰν ἐν τοῖς πνευματικοῖς πλείονα ἐπιδείξωνται τὴν σπουδήν. Ἀλλὰ τῶν μὲν προοιμίων ἀρκετὸς ὁ λόγος· ἀνάγκη δὲ λοιπὸν καταβαλεῖν καὶ τὸ χρέος· διὰ γὰρ τοῦτο τὸν μακρὸν καὶ πολὺν τοῦτον ὑμῖν ἀπεμήκυνα λόγον, ἵνα μετὰ πάσης ὑποδέξησθε τὸ καταβαλλόμενον φυλακῆς. Τί οὖν τὸ ὄφλημα, ὅπερ ἀνεχωρήσαμεν ὀφείλοντες πρώην; ἢ καὶ τοῦτο τάχα ἐπιλέλησθε;