Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν ἀρχὴν τῶν Πράξεων

Ἰωάννης ὁ Χρυσόστομος

Η μεταστροφή της οικουμένης και η ιστορική επαλήθευση των προφητειών

Η θεολογική ανάγνωση της ραγδαίας εξάπλωσης του Ευαγγελίου, η ριζική μεταβολή του αποστολικού φρονήματος και η παιδαγωγική σημασία της ιουδαϊκής διασποράς ως ιστορικές αποδείξεις της θείας οικονομίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 11 από 11

Ἐποίησε σημεῖα πρὸ τούτου ὁ Χριστὸς, νεκροὺς ἤγειρε, λεπροὺς ἐκάθηρε, δαίμονας ἀπήλασεν· ἐσταυρώθη μετὰ ταῦτα, καὶ ὡς οἱ παράνομοι Ἰουδαῖοι λέγουσιν, οὐκ ἀνέστη ἐκ νεκρῶν. Τί οὖν ἂν εἴποιμεν πρὸς αὐτούς; Ὅτι εἰ μὴ ἀνέστη, πῶς μετὰ ταῦτα ἐν τῷ ὀνόματι αὐτοῦ μείζονα ἐγένετο σημεῖα; Οὐδεὶς γὰρ τῶν ζώντων τελευτήσας μείζονα σημεῖα ἐποίησε μετὰ τὴν τελευτὴν, ἐνταῦθα δὲ μείζονα καὶ τῷ τρόπῳ καὶ τῇ φύσει τὰ θαύματα μετὰ ταῦτα ἦν. Φύσει γὰρ μείζονα ἦν, ὅτι μὲν τοῦ Χριστοῦ οὐδέποτε σκιαὶ νεκροὺς ἀνέστησαν· ἐπὶ δὲ τῶν ἀποστόλων αἱ σκιαὶ αὐτῶν πολλὰ τοιαῦτα ἐποίουν. Τρόπῳ δὲ μείζονα ἐγένετο σημεῖα, ὅτι τότε μὲν αὐτὸς ἐπιτάττων ἐθαυματούργει· μετὰ δὲ τὸν σταυρὸν οἱ δοῦλοι αὐτοῦ τῷ σεβασμίῳ καὶ ἁγίῳ αὐτοῦ ὀνόματι χρώμενοι μείζονα καὶ ὑψηλότερα ἐποίουν, ὥστε μειζόνως αὐτοῦ καὶ ἐνδοξοτέρως διαλάμψαι τὴν ἰσχύν. Τοῦ γὰρ αὐτὸν ἐπιτάττειν πολλῷ μεῖζον ἦν τὸ ἕτερον τῷ ἐκείνου κεχρημένον ὀνόματι τοιαῦτα θαυματουργεῖν. Εἶδες, ἀγαπητὲ, καὶ τῇ φύσει καὶ τῷ τρόπῳ μείζονα ὄντα τὰ σημεῖα τῶν ἀποστόλων μετὰ τὴν ἀνάστασιν τοῦ Χριστοῦ; Οὐκοῦν ἀναμφισβήτητος ἡ ἀπόδειξις τῆς ἀναστάσεως. Ὅπερ γὰρ ἔλεγον, καὶ πάλιν ἐρῶ, εἰ ἐτετελευτήκει ὁ Χριστὸς, καὶ οὐκ ἀνέστη, ἔδει καὶ τὰ σημεῖα τελευτῆσαι καὶ ἀποσβεσθῆναι· νυνὶ δὲ οὐ μόνον οὐκ ἀπεσβέσθη, ἀλλὰ καὶ λαμπρότερα καὶ ἐνδοξότερα γέγονε μετὰ ταῦτα.

Εἰ γὰρ μὴ ἀνέστη ὁ Χριστὸς, οὐκ ἂν ἕτεροι ἐν τῷ ὀνόματι αὐτοῦ τοιαῦτα σημεῖα ἐποίησαν. Ἡ αὐτὴ μὲν γὰρ δύναμις καὶ πρὸ τοῦ σταυροῦ καὶ μετὰ τὸν σταυρὸν ἐθαυματούργει· καὶ πρῶτον μὲν δι᾽ ἑαυτοῦ, ὕστερον δὲ διὰ τῶν μαθητῶν· ἵνα δὲ σαφεστέρα καὶ ἐνδοξοτέρα γένηται τῆς ἀναστάσεως ἡ ἀπόδειξις, μείζονα καὶ ὑψηλότερα μετὰ τὸν σταυρὸν ἐγένετο τὰ σημεῖα. Καὶ πόθεν δῆλον ὅτι σημεῖα γέγονε τότε; ὁ ἄπιστος ἐρεῖ Πόθεν δὲ καὶ δῆλον ὅτι ἐσταυρώθη ὁ Χριστός; Ἀπὸ τῶν θείων Γραφῶν, φησί. Καὶ γὰρ ὅτι σημεῖα γέγονε τότε καὶ ὅτι ἐσταυρώθη ὁ Χριστὸς, ἀπὸ τῶν ἁγίων Γραφῶν δῆλον. Ἐκεῖναι μὲν γὰρ καὶ ταῦτα κἀκεῖνα λέγουσιν. Εἰ δὲ λέγει ὁ ὑπεναντίος, ὅτι οὐκ ἐποίησαν σημεῖα οἱ ἀπόστολοι, μειζόνως αὐτῶν δεικνύεις τὴν δύναμιν καὶ τὴν θείαν χάριν, ὅτι χωρὶς σημείων τοσαύτην οἰκουμένην ἐπεσπάσαντο πρὸς θεοσέβειαν.

Τοῦτο γὰρ μέγιστον σημεῖον καὶ παράδοξον θαῦμα, ὅταν οἱ πτωχοὶ, καὶ πένητες, καὶ εὐκαταφρόνητοι, καὶ ἀγράμματοι, καὶ ἰδιῶται, καὶ εὐτελεῖς, καὶ δώδεκα τὸν ἀριθμὸν, πόλεις τοσαύτας, καὶ ἔθνη, καὶ δήμους, καὶ βασιλεῖς, καὶ τυράννους, καὶ φιλοσόφους, καὶ ῥήτορας, καὶ πᾶσαν, ὡς εἰπεῖν, τὴν γῆν χωρὶς σημείων φαίνωνται πρὸς ἑαυτοὺς ἑλκύσαντες.

Βούλει δὲ καὶ νῦν σημεῖα γινόμενα ἰδεῖν; Ἐγώ σοι δείξω καὶ μείζονα τῶν προτέρων, οὐχ ἕνα νεκρὸν ἐγειρόμενον, οὐχ ἕνα τυφλὸν ἀναβλέποντα, ἀλλὰ πᾶσαν τὴν γῆν τὸ σκότος τῆς πλάνης ἀποθεμένην· οὐχ ἕνα λεπρὸν καθαιρόμενον, ἀλλ᾽ ἔθνη τοσαῦτα τὴν λέπραν τῆς ἁμαρτίας ἀποσμήξαντα καὶ διὰ τοῦ λουτροῦ παλιγγενεσίας καθαρθέντα. Τί τούτων τῶν σημείων μεῖζον ἐπιζητεῖς, ἄνθρωπε, ἀθρόον τοσαύτην τῆς οἰκουμένης μεταβολὴν ὁρῶν γεγενημένην;

ηʹ. Βούλει μαθεῖν πῶς ἀναβλέψαι τὴν οἰκουμένην ἐποίησεν ὁ Χριστός; Τὸ πρότερον τὸ ξύλον καὶ τὸν λίθον οὐκ ἐνόμιζον εἶναι ξύλον καὶ λίθον οἱ ἄνθρωποι, ἀλλὰ θεοὺς ἐκάλουν τὰ ἀναίσθητα, οὕτως ἦσαν ἀποτετυφλωμένοι· νυνὶ δὲ εἶδον τί ξύλον, τί λίθος· ἐπίστευσαν τί Θεός. Πίστει γὰρ μόνῃ θεωρεῖται ἡ ἀνώλεθρος καὶ μακαρία φύσις ἐκείνη. Βούλει δὲ καὶ ἕτερον ἀναστάσεως ἰδεῖν σημεῖον; Ἀπὸ τῆς τῶν μαθητῶν γνώμης ὄψει καὶ τοῦτο μεῖζον γινόμενον μετὰ τὴν ἀνάστασιν. Καὶ γὰρ παρὰ πᾶσιν ὡμολόγηται, ὅτι ὁ μὲν περὶ ζῶντα ἄνθρωπον εὐνοϊκῶς διακείμενος καὶ ἀποθανόντος ἴσως οὐδὲ μέμνηται· ὁ δὲ περὶ ζῶντα ἀγνωμόνως διατεθεὶς καὶ ἐγκαταλιπὼν περιόντα, πολλῷ μᾶλλον ἀποθανόντος ἐπιλήσεται.

Ὅθεν οὐδεὶς τῶν ἀνθρώπων τὸν φίλον καὶ τὸν διδάσκαλον ἀφεὶς ζῶντα καὶ ἐγκαταλιπὼν, τελευτήσαντα περὶ πολλοῦ ποιεῖται, καὶ μάλιστα ὅταν κινδύνους μυρίους αὐτῷ προκειμένους ἀπὸ τῆς περὶ ἐκεῖνον σπουδῆς βλέπῃ. Ἀλλ᾽ ἰδοὺ τοῦτο τὸ ἐπὶ μηδενὸς συμβαῖνον, ἐπὶ τοῦ Χριστοῦ καὶ τῶν ἀποστόλων ἐγένετο, καὶ οἱ ζῶντα αὐτὸν ἀρνησάμενοι καὶ ἐγκαταλιπόντες, καὶ συλληφθέντα ἀφέντες, καὶ ἀποπηδήσαντες, μετὰ μυρία ἐκεῖνα ὀνείδη καὶ τὸν σταυρὸν, οὕτω περὶ πολλοῦ πεποίηνται, ὡς καὶ τὰς ψυχὰς ἐπιδοῦναι τὰς ἑαυτῶν ὑπὲρ τῆς εἰς αὐτὸν ὁμολογίας καὶ πίστεως.

Καίτοι γε εἰ καὶ τετελευτήκει Χριστὸς καὶ οὐκ ἀνέστη, πῶς εἶχε λόγον τοὺς ἡνίκα ἔζη φυγόντας διὰ τὸν ἐπικείμενον κίνδυνον, ἡνίκα ἐτελεύτησε μυρίοις ἑαυτοὺς δι᾽ ἐκεῖνον περιβάλλειν κινδύνοις; Οἱ μὲν οὖν ἄλλοι πάντες ἔφυγον, Πέτρος δὲ καὶ ἠρνήσατο μεθ᾽ ὅρκου τρίτον, καὶ ὁ μεθ᾽ ὅρκου τρίτον αὐτὸν ἀρνησάμενος καὶ θεραπαινιδίου φόβον εὐτελοῦς δείσας, ἐπειδὴ ἐτελεύτησε, βουλόμενος ἡμᾶς πεῖσαι διὰ τῶν πραγμάτων αὐτῶν, ὅτι εἶδεν αὐτὸν ἀναστάντα, οὕτως ἀθρόον μετεβάλλετο ὡς ὁλοκλήρου καταγελάσαι δήμου, καὶ εἰς μέσον τῶν Ἰουδαίων τὸ θέατρον εἰσπηδῆσαι καὶ εἰπεῖν, ὅτι ὁ σταυρωθεὶς καὶ ταφεὶς ἀνέστη ἐκ νεκρῶν τῇ τρίτῃ ἡμέρᾳ, καὶ εἰς τοὺς οὐρανοὺς ἀνέβη, καὶ μηδὲν αὐτὸν ὑποδεῖσθαι δεινόν.

Πόθεν οὖν τὸ θαῤῥεῖν αὐτῷ ἐγένετο; Πόθεν ἄλλοθεν, ἀλλ᾽ ἢ ἀπὸ τῆς πληροφορίας τῆς κατὰ τὴν ἀνάστασιν; Ἐπειδὴ γὰρ εἶδεν αὐτὸν, καὶ διελέχθη, καὶ περὶ τῶν μελλόντων ἤκουσε, διὰ τοῦτο ὡς ὑπὲρ ζῶντος κινδυνεύων λοιπὸν, οὕτως ἁπάντων κατετόλμησε τῶν δεινῶν, ἅτε δὴ καὶ πλείονα λαβὼν δύναμιν καὶ μεῖζον τὸ θάρσος ὡς ὑπὲρ αὐτοῦ ἀποθανεῖν, καὶ τῷ σταυρῷ κατὰ κεφαλῆς προσομιλῆσαι. Ὅταν τοίνυν ἴδῃς καὶ σημεῖα μείζονα γινόμενα, καὶ τοὺς μαθητὰς πλείονα κεκτημένους εὔνοιαν περὶ αὐτὸν τοὺς πρότερον ἐγκαταλιπόντας αὐτὸν, καὶ παῤῥησίαν μείζονα ἐπιδεικνυμένους, καὶ πανταχόθεν λαμπροτέραν γινομένην τῶν πραγμάτων τὴν μεταβολὴν, καὶ ἐπὶ τὸ πεπαῤῥησιασμένον καὶ φαιδρὸν προελθόντα ἅπαντα, μάνθανε δι᾽ αὐτῆς τῶν πραγμάτων τῆς πείρας, ὅτι οὐ μέχρι θανάτου τὰ κατὰ τὸν Χριστὸν ἔμεινεν, ἀλλὰ ἀνάστασις αὐτὸν διεδέξατο, καὶ ζῇ καὶ μένει διηνεκῶς ὁ σταυρωθεὶς Θεὸς ἀναλλοίωτος.

Οὐ γὰρ ἂν εἰ μὴ ἀνέστη καὶ ἔζη, μείζονα μετὰ ταῦτα σημεῖα εἰργάσαντο οἱ μαθηταὶ τῶν πρὸ τοῦ σταυροῦ γινομένων. Τότε μὲν γὰρ αὐτὸν καὶ οἱ μαθηταὶ ἐγκατέλιπον· νυνὶ δὲ αὐτῷ καὶ ἡ οἰκουμένη προστρέχει ἅπασα, καὶ οὐχὶ Πέτρος μόνον, ἀλλὰ καὶ ἕτεροι μυρίοι, καὶ πολλῷ πλέον μετὰ Πέτρον τῶν οὐχ ἑωρακότων αὐτὸν τὰς ψυχὰς ἐπέδωκαν τὰς ἑαυτῶν ὑπὲρ ἐκείνου, καὶ τὰς κεφαλὰς ἀπετμήθησαν, καὶ μυρία ἔπαθον δεινὰ, ὥστε τὴν εἰς αὐτὸν ὁμολογίαν ὑγιῆ καὶ ἀκέραιον ἔχοντας ἀπελθεῖν. Πῶς οὖν ὁ νεκρὸς καὶ ἐν τῷ τάφῳ μένων, ὡς σὺ λέγεις, ὦ Ἰουδαῖε, τοσαύτην καὶ ἐν τοῖς μετ᾽ ἐκείνους ἅπασιν ἐπεδείξατο τὴν ἰσχὺν καὶ τὴν δύναμιν, πείθων αὐτοὺς αὐτὸν μόνον προσκυνεῖν, καὶ πάντα αἱρεῖσθαι ὑπομεῖναι καὶ πάσχειν ὑπὲρ τοῦ μὴ τὴν πίστιν ἀπολέσαι τὴν εἰς αὐτόν; Ὁρᾷς διὰ πάντων σαφῆ τῆς ἀναστάσεως τὴν ὑπόδειξιν, διὰ τῶν σημείων τῶν τότε, τῶν νῦν, διὰ τῆς εὐνοίας τῶν μαθητῶν τῶν τότε, τῶν νῦν, διὰ τῶν κινδύνων ἐν οἷς διετέλεσαν οἱ πιστεύσαντες;

Βούλει καὶ τοὺς ἐχθροὺς ἰδεῖν πεφοβημένους αὐτοῦ τὴν ἰσχὺν καὶ τὴν δύναμιν, καὶ πολλῷ μᾶλλον μετὰ τὸν σταυρὸν ἀγωνιῶντας; Ἄκουε καὶ περὶ τούτων συνετῶς. Θεωροῦντες γὰρ, φησὶν, οἱ Ἰουδαῖοι τὴν τοῦ Πέτρου παῤῥησίαν καὶ Ἰωάννου, καὶ καταλαβόμενοι, ὅτι ἄνθρωποι ἀγράμματοί εἰσι καὶ ἰδιῶται, ἐθαύμαζον, καὶ ἠγωνίων, οὐκ ἐπειδὴ ἀγράμματοι ἦσαν, ἀλλ᾽ ἐπειδὴ ἀγράμματοι ὄντες πάντων τῶν σοφῶν περιεγένοντο, καὶ Τὸν ἄνθρωπον σὺν αὐτοῖς ὁρῶντες τὸν τεθεραπευμένον, οὐδὲν εἶχον ἀντειπεῖν· καίτοι γε πρὸ τούτου ἀντέλεγον σημεῖα ὁρῶντες γινόμενα. Πῶς οὖν τότε οὐκ ἀντεῖπον;

Ἀπέστησεν αὐτῶν τὴν γλῶτταν ἡ ἀόρατος τοῦ σταυρωθέντος δύναμις· ἐκεῖνος τὸ στόμα αὐτῶν ἐνέφραξεν· ἐκεῖνος τὴν παῤῥησίαν κατέστειλε· διὰ τοῦτο καὶ εἱστήκεισαν μηδὲν ἔχοντες ἀντειπεῖν. Ὅταν δὲ καὶ ἐφθέγξαντο, ὅρα πῶς τὴν δειλίαν ὁμολογοῦσι τὴν ἑαυτῶν. Βούλεσθε, φησὶν, ἐπαγαγεῖν ἐφ᾽ ἡμᾶς τὸ αἷμα τοῦ ἀνθρώπου τούτου; Καὶ μὴν, εἰ ἄνθρωπός ἐστι ψιλὸς, τί δέδοικας αὐτοῦ τὸ αἷμα; πόσους ἀνεῖλες προφήτας, πόσους ἔσφαξας δικαίους, ὦ Ἰουδαῖε, καὶ οὐδενὸς αὐτῶν τὸ αἷμα ἐφοβήθης; τίνος ἕνεκεν ἐνταῦθα φοβῇ; Κατέσεισεν αὐτῶν ὄντως τὸ συνειδὸς ὁ σταυρωθεὶς, καὶ τὴν ἀγωνίαν ἣν εἶχον κρύψαι μὴ δυνάμενοι, καὶ ἄκοντες ἐπὶ τῶν ἐχθρῶν ὁμολογοῦσι τὴν οἰκείαν ἀσθένειαν. Καὶ ὅτε μὲν ἐσταύρουν αὐτὸν ἐβόων λέγοντες· Τὸ αἷμα αὐτοῦ ἐφ᾽ ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν· οὕτω κατεφρόνουν τοῦ αἵματος αὐτοῦ. Μετὰ δὲ τὸν σταυρὸν ἰδόντες αὐτοῦ τὴν δύναμιν διαλάμπουσαν, φοβοῦνται καὶ ἀγωνιῶσι, καὶ λέγουσι· Βούλεσθε ἐπαγαγεῖν ἐφ᾽ ἡμᾶς τὸ αἷμα τοῦ ἀνθρώπου τούτου; Καίτοι γε εἰ πλάνος ἦν καὶ ἀντίθεος, καθώς φατε, Ἰουδαῖοι παράνομοι, τίνος ἕνεκεν αὐτοῦ δεδοίκατε τὸ αἷμα; Καὶ γὰρ καὶ ἐγκαλλωπίζεσθαι ἔδει τῷ φόνῳ, εἰ τοιοῦτος ἦν. Ἀλλ᾽ ἐπειδὴ τοιοῦτος οὐκ ἦν, διὰ τοῦτο τρέμουσιν.

θʹ. Ὁρᾷς πανταχόθεν καὶ τοὺς ἐχθροὺς ἀγωνιῶντας καὶ δεδοικότας; εἶδες αὐτῶν τὴν ἀγωνίαν; Μάθε καὶ τοῦ σταυρωθέντος τὴν φιλανθρωπίαν. Ἐκεῖνοι μὲν γὰρ ἔλεγον· Τὸ αἷμα αὐτοῦ ἐφ᾽ ἡμᾶς, καὶ ἐπὶ τὰ τέκνα ἡμῶν· ὁ δὲ Χριστὸς οὐκ ἐποίησεν οὕτως· ἀλλὰ πρὸς τὸν Πατέρα καθικετεύων λέγει· Πάτερ, ἄφες αὐτοῖς· οὐ γὰρ οἴδασι τί ποιοῦσιν. Εἰ γὰρ ἐγένετο τὸ αἷμα αὐτοῦ ἐπ᾽ αὐτοὺς καὶ ἐπὶ τὰ τέκνα αὐτῶν, οὐκ ἂν ἀπὸ τῶν τέκνων αὐτῶν ἐγένοντο ἀπόστολοι· οὐκ ἂν ὁμοῦ τρισχίλιοι ἐπίστευσαν, οὐκ ἂν πεντακισχίλιοι. Ὁρᾷς πῶς ἐκεῖνοι μὲν ὠμοὶ καὶ ἀπηνεῖς περὶ τὰ ἔκγονα αὐτῶν ὄντες καὶ τὴν φύσιν αὐτὴν ἠγνόησαν, ὁ δὲ Θεὸς πατέρων ἁπάντων φιλανθρωπότερος, καὶ μητέρων φιλοστοργότερος γέγονεν;

Ἐγένετο μὲν γὰρ τὸ αἷμα αὐτοῦ ἐπ᾽ αὐτοὺς καὶ ἐπὶ τὰ τέκνα αὐτῶν· ἐπὶ τὰ τέκνα δὲ οὐχὶ πάντα, ἀλλ᾽ ἐπ᾽ ἐκεῖνα μόνον τὰ μιμησάμενα τὴν πατρικὴν ἀσέβειαν καὶ παρανομίαν, καὶ ὅσοι ἦσαν αὐτοῖς υἱοὶ οὐ κατὰ τὴν τῆς φύσεως διαδοχὴν, ἀλλὰ κατὰ τὴν τῆς προαιρέσεως μανίαν, οὗτοι μόνοι γεγόνασιν ὑπεύθυνοι τῶν κακῶν.

Σκόπει δέ μοι καὶ ἑτέρωθεν τὴν ἀγαθότητα καὶ φιλανθρωπίαν τοῦ Θεοῦ. Οὐ γὰρ εὐθέως ἐπήγαγεν ἐπ᾽ αὐτοὺς τὴν κόλασιν καὶ τὴν τιμωρίαν, ἀλλὰ τεσσαράκοντα καὶ πλείονα ἔτη διέλιπε μετὰ τὸν σταυρόν. Αὐτὸς μὲν γὰρ ὁ Σωτὴρ ἐπὶ Τιβερίου ἐσταυρώθη· ἡ δὲ πόλις αὐτῶν ἐπὶ Οὐεσπασιανοῦ καὶ Τίτου ἑάλω.

Τίνος οὖν ἕνεκεν τὸν μετὰ ταῦτα τοῦτον χρόνον διέλιπεν; Βουλόμενος αὐτοῖς δοῦναι καιρὸν μετανοίας, ὥστε ἀποδύσασθαι τὰ πεπλημμελημένα, ὥστε ἀποκρούσασθαι τὰ ἐγκλήματα. Ἐπειδὴ δὲ καὶ προθεσμίαν μετανοίας λαβόντες ἔμενον ἀνιάτως ἔχοντες, ἐπήγαγε λοιπὸν αὐτοῖς τὴν κόλασιν καὶ τὴν τιμωρίαν, καὶ τὴν πόλιν καθελὼν ἐξήγαγεν αὐτοὺς διασπείρας πανταχοῦ τῆς οἰκουμένης, καὶ τοῦτο διὰ φιλανθρωπίαν ποιῶν.

Διέσπειρε γὰρ αὐτοὺς, ἵνα πανταχοῦ τῆς οἰκουμένης προσκυνούμενον ἴδωσι τὸν ὑπ᾽ αὐτῶν σταυρωθέντα Χριστὸν, ἵνα ὁρῶντες αὐτὸν προσκυνούμενον ὑπὸ πάντων καὶ μαθόντες αὐτοῦ τὴν δύναμιν, ἐπιγνῶσι τῆς οἰκείας ἀσεβείας τὴν ὑπερβολὴν, καὶ ἐπιγνόντες ἐπανέλθωσι πρὸς τὴν ἀλήθειαν. Καὶ λοιπὸν ἡ αἰχμαλωσία αὐτοῖς διδασκαλία ἐγίνετο, καὶ ἡ τιμωρία νουθεσία· εἰ γὰρ ἔμενον ἐπὶ τῆς Ἰουδαίας γῆς, οὐκ ἂν ἔγνωσαν τῶν προφητῶν τὴν ἀλήθειαν. Τί γὰρ καὶ ἔλεγον οἱ προφῆται; Αἴτησαι παρ᾽ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς. Ἔδει τοίνυν αὐτοὺς ἐξελθεῖν εἰς τὰ πέρατα τῆς γῆς, ἵνα ἴδωσιν οἰκείοις ὀφθαλμοῖς, ὅτι καὶ τὰ πέρατα τῆς γῆς κατέχει ὁ Χριστός.

Πάλιν οὖν ἕτερος προφήτης λέγει· Καὶ προσκυνήσουσιν αὐτῷ ἕκαστος ἐκ τοῦ τόπου αὐτοῦ. Ἔδει τοίνυν αὐτοὺς εἰς ἅπαντα διασπαρῆναι τόπον τῆς γῆς, ἵνα ἴδωσιν οἰκείοις ὄμμασιν ἕκαστον ἐκ τοῦ τόπου αὐτοῦ προσκυνοῦντα αὐτόν. Πάλιν ἄλλος εἶπε· Πλησθήσεται ἡ γῆ τοῦ γνῶναι τὸν Κύριον, ὡς ὕδωρ πολὺ κατακαλύψαι θαλάσσας. Ἔδει τοίνυν αὐτοὺς εἰς ἅπασαν τὴν γῆν ἀπελθεῖν, ὥστε ἰδεῖν αὐτὴν πεπληρωμένην τοῦ γνῶναι τὸν Κύριον, καὶ τὰς θαλάσσας, τουτέστι τὰς πνευματικὰς ταύτας Ἐκκλησίας, τῆς θεοσεβείας μεμεστωμένας. Διὰ ταῦτα διέσπειρεν αὐτοὺς ὁ Θεὸς πανταχοῦ τῆς γῆς· εἰ γὰρ ἐν Ἰουδαίᾳ ἐκάθηντο, ταῦτα ἂν ἠγνόησαν. Λοιπὸν βούλεται αὐτοὺς καὶ τῆς τῶν προφητῶν ἀληθείας καὶ τῆς αὐτοῦ δυνάμεως αὐταῖς ὄψεσι τὴν πεῖραν λαβεῖν· ἵνα ἐὰν μὲν εὐγνωμονῶσι, διὰ τούτων χειραγωγηθῶσι πρὸς τὴν ἀλήθειαν· ἂν δὲ ἐπιμένωσι τῇ ἀσεβείᾳ, μηδεμίαν ἔχωσιν ἀπολογίαν ἐν τῇ φοβερᾷ τῆς κρίσεως ἡμέρᾳ.

Διὰ τοῦτο διέσπειρεν αὐτοὺς πανταχοῦ τῆς οἰκουμένης, ἵνα καὶ ἡμεῖς ἐκ τούτου κερδάνωμέν τι, τουτέστιν ἐκείνας τὰς προῤῥήσεις ὁρῶντες τὰς περὶ τῆς διασπορᾶς αὐτῶν εἰρημένας, τὰς περὶ τῆς ἁλώσεως τῶν Ἱεροσολύμων, ἃς καὶ ὁ Δανιὴλ τοῦ βδελύγματος τῆς ἐρημώσεως μνησθεὶς, καὶ ὁ Μαλαχίας εἰπὼν, Ὅτι καὶ ἐν ὑμῖν συγκλεισθήσονται πύλαι, καὶ ὁ Δαυῒδ καὶ ὁ Ἡσαΐας καὶ ἕτεροι πολλοὶ προφῆται περὶ τούτων προανεφώνησαν, ἵνα ὁρῶντες τοὺς περὶ τὸν Δεσπότην ἀγνώμονας γεγενημένους οὕτω κολαζομένους, ἐκπεπτωκότας τῆς ἐλευθερίας τῆς πατρικῆς καὶ τῶν οἰκείων ἁπάντων θεσμῶν τε καὶ πατρικῶν παραδόσεων, μάθωμεν αὐτοῦ τὴν δύναμιν τὴν προειποῦσαν αὐτὰ καὶ ἐργασαμένην, καὶ οἱ μὲν ἐχθροὶ διὰ τῶν ἡμετέρων ἀγαθῶν ἴδωσιν αὐτοῦ τὴν ἰσχύν· ἡμεῖς δὲ διὰ τῶν εἰς ἐκείνους τιμωριῶν μάθωμεν αὐτοῦ τὴν ἄφατον φιλανθρωπίαν καὶ δύναμιν, καὶ διὰ παντὸς δοξάζοντες αὐτὸν διατελῶμεν, ὅπως καὶ τῶν αἰωνίων καὶ ἀποῤῥήτων ἀγαθῶν ἐπιτύχωμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ᾽ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ καὶ ζωοποιῷ Πνεύματι τιμὴ καὶ κράτος, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.