Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν ἀρχὴν τῶν Πράξεων

Ἰωάννης ὁ Χρυσόστομος

Το αποστολικό ήθος, η ακτημοσύνη και η θεραπεία του χωλού

Εγκώμιο της αδελφικής ομόνοιας και της ακτημοσύνης των αποστόλων Πέτρου και Ιωάννη, με κορύφωση τη θαυματουργική θεραπεία του χωλού στο ιουδαϊκό ιερό ως απόδειξη της θείας χάριτος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 5 από 11

Ζήλωσον τοίνυν τὴν πολιτείαν τῶν ἀποστόλων, καὶ οὐδὲν ἔλαττον ἕξεις τῶν ἀποστόλων. Οὐ γὰρ τὰ σημεῖα ἀποστόλους ἐποίησεν, ἀλλ᾽ ὁ βίος ὁ καθαρός. Καὶ ὅτι τοῦτό ἐστι τὸ γνώρισμα τῆς ἀποστολικῆς εἰκόνος, καὶ τοῦ χαρακτῆρος τῶν μαθητῶν, ἄκουσον τοῦ Χριστοῦ τοῦτο δηλοῦντος τὸ σημεῖον. Χαρακτηρίζων γὰρ τῶν μαθητῶν τὰς εἰκόνας, καὶ δεικνὺς τί ποτέ ἐστιν ἀποστολῆς γνώρισμα, οὕτως εἶπεν· Ἐν τούτῳ γνώσονται πάντες, ὅτι μαθηταί μου ἐστέ.

Ἐν τούτῳ, ποίῳ; ἐν τῷ θαύματα ποιεῖν; ἐν τῷ νεκροὺς ἐγείρειν; Οὐχὶ, φησίν· ἀλλ᾽ ἐν τίνι; Ἐν τούτῳ γνώσονται πάντες, ὅτι ἐμοὶ μαθηταί ἐστε, ἐὰν ἀγαπᾶτε ἀλλήλους. Ἡ δὲ ἀγάπη οὐχὶ θαυμάτων, ἀλλὰ πολιτείας ἐστί. Πλήρωμα γὰρ νόμου ἡ ἀγάπη.

Εἶδες τὸ γνώρισμα τῶν μαθητῶν; εἶδες τὴν εἰκόνα τῆς ἀποστολῆς; εἶδες τὴν μορφήν; εἶδες τὸν τύπον; μηδὲν πλέον ζήτει· ὁ γὰρ Δεσπότης ἀπεφήνατο, ὅτι ἀγάπη χαρακτηρίζει τοὺς μαθητάς. Ἂν τοίνυν ἔχῃς ἀγάπην, ἀπόστολος γέγονας, καὶ τῶν ἀποστόλων πρῶτος.

δʹ. Βούλει ἑτέρωθεν τοῦτο μαθεῖν; Πρὸς Πέτρον εἰπὼν ὁ Χριστὸς, Πέτρε, φιλεῖς με πλέον τούτων; φησί. Τούτου δὲ ἴσον οὐδὲν εἰς τὸ τυχεῖν βασιλείας οὐρανῶν, ἀλλ᾽ ὅταν φανῶμεν τὸν Χριστὸν φιλοῦντες, ὡς φιλεῖν δεῖ. Καὶ τὸ γνώρισμα εἶπε. Τί ποτ᾽ οὖν ἐστι τοῦτο; καὶ τί ποιοῦντες δυνάμεθα φιλεῖν πλέον τῶν ἀποστόλων; ἆρα τοὺς νεκροὺς ἐγείροντες; ἢ ἄλλα τινὰ θαύματα ἐπιδεικνύμενοι; Οὐδαμῶς· ἀλλὰ τί ποιοῦντες; Αὐτοῦ τοῦ φιλουμένου Χριστοῦ ἀκούσωμεν.

Εἰ γὰρ φιλεῖς με, φησὶ, πλέον τούτων, ποίμαινε τὰ πρόβατά μου. Ἰδοὺ καὶ ἐνταῦθα πολιτεία εὐδοκιμεῖ. Τὸ γὰρ κηδεμονικὸν, τὸ συμπαθητικὸν, τὸ προστατικὸν, τὸ μὴ τὰ ἑαυτοῦ ζητεῖν, ἀλλὰ πάντα, ἃ τὸν ποιμαίνοντα ἔχειν δεῖ, πάντα ταῦτα πολιτείας ἐστὶν, οὐχὶ θαυμάτων, οὐδὲ σημείων. Ἀλλ᾽ ἐκεῖνοι, φησὶ, διὰ τὰ θαύματα τοιοῦτοι γεγόνασιν. Οὐχὶ διὰ τὰ θαύματα, ἀλλὰ διὰ τὴν πολιτείαν, καὶ ἐντεῦθεν μάλιστα ἔλαμψαν. Διὰ τοῦτό φησιν αὐτοῖς· Λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ἵνα ἴδωσιν οἱ ἄνθρωποι οὐχὶ τὰ θαύματα, ἀλλὰ τὰ καλὰ ἔργα ὑμῶν, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. Ὁρᾷς πανταχοῦ τὴν πολιτείαν διαλάμπουσαν, τὸν βίον τὸν ἐνάρετον θαυμαζόμενον; Βούλει σοι δείξω καὶ αὐτὸν τὸν Πέτρον, τοῦτον τὸν κορυφαῖον τῶν ἀποστόλων, καὶ πολιτείαν ἐπιδειξάμενον μεγίστην, καὶ θαύματα ποιήσαντα ὑπερβαίνοντα ἀνθρωπίνην φύσιν, καὶ ἀμφότερα παράλληλα κείμενα, καὶ τὸ θαῦμα, καὶ τὴν πολιτείαν, καὶ ἀπὸ τῆς πολιτείας μᾶλλον, ἢ ἀπὸ τῶν σημείων τιμηθέντα; Ἄκουε τῆς ἱστορίας ταύτης· Πέτρος καὶ Ἰωάννης ἀνέβαινον εἰς τὸ ἱερὸν περὶ τὴν ὥραν τῆς προσευχῆς τὴν ἐννάτην.

Μὴ παραδράμῃς ἁπλῶς τὸ διήγημα, ἀλλ᾽ εὐθέως ἐπίστα τῷ προοιμίῳ, καὶ μάθε πόση ἦν ἡ ἀγάπη καὶ ἡ συμφωνία καὶ ἡ ὁμόνοια, καὶ πῶς πανταχοῦ οὗτοι ἐκοινώνουν ἀλλήλοις, καὶ συνδεδεμένοι τῷ δεσμῷ τῆς κατὰ Θεὸν φιλίας, ἅπαντα ἔπραττον, καὶ ἐν τραπέζῃ καὶ ἐν εὐχῇ καὶ ἐν βαδίσει καὶ ἐν τοῖς ἄλλοις ἅπασι μετὰ ἀλλήλων ἐφαίνοντο. Εἰ δὲ ἐκεῖνοι οἱ στῦλοι, οἱ πύργοι, οἱ πολλὴν παῤῥησίαν ἔχοντες πρὸς τὸν Θεὸν, τῆς παρ᾽ ἀλλήλων ἐδέοντο βοηθείας, καὶ ὑπὸ τῆς παρ᾽ ἀλλήλων συμμαχίας διωρθοῦντο, πόσῳ μᾶλλον ἡμεῖς οἱ ἀσθενεῖς, καὶ ταλαίπωροι, καὶ οὐδενὸς ἄξιοι λόγου, τῆς ἀλλήλων δεησόμεθα βοηθείας; Ἀδελφὸς γὰρ ὑπὸ ἀδελφοῦ βοηθούμενος, ὡς πόλις ὀχυρά· καὶ πάλιν· Ἰδοὺ δὴ τί καλὸν, ἢ τί τερπνὸν, ἀλλ᾽ ἢ τὸ κατοικεῖν ἀδελφοὺς ἐπὶ τὸ αὐτό; Πέτρος καὶ Ἰωάννης ἦσαν, καὶ τὸν Ἰησοῦν εἶχον μέσον· Ὅπου γὰρ ἂν ὦσι συνηγμένοι δύο ἢ τρεῖς, φησὶν, ἐν τῷ ὀνόματί μου, ἐγὼ ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν. Εἶδες πόσον ἐστὶ τὸ ἐπὶ τὸ αὐτὸ εἶναι; Οὐχ ἁπλῶς δὲ ἦσαν ἐπὶ τὸ αὐτὸ, ἐπὶ καὶ νῦν ἐπὶ τὸ αὐτὸ πάντες ἐσμέν· ἀλλ᾽ ἐπὶ τὸ αὐτὸ εἶναι χρὴ τῷ συνδέσμῳ τῆς ἀγάπης, τῇ διαθέσει τῆς προαιρέσεως· καὶ ὥσπερ τὰ σώματα ἡμῶν ἐγγὺς ἀλλήλων ἐστὶ νῦν, καὶ συσφίγγεται ἐπὶ τὸ αὐτὸ, οὕτω καὶ τὰς καρδίας συσφίγγεσθαι χρή.

Πέτρος καὶ Ἰωάννης ἀνέβαινον εἰς τὸ ἱερόν. Ἐσχίσθη τὸ καταπέτασμα, ἠρημώθη τὰ Ἅγια τῶν ἁγίων, ἀνῃρέθη ἡ ἐν ἑνὶ τόπῳ προσκύνησις. Ὁ Παῦλος βοᾷ λέγων· Ἐν παντὶ τόπῳ ἐπαίρετε ὁσίους χεῖρας. Τί τοίνυν τρέχουσιν αὐτοὶ εἰς τὸ ἱερὸν προσεύξασθαι; πάλιν ἐπὶ τὴν Ἰουδαϊκὴν ἦλθον ἀσθένειαν;

Μὴ γένοιτο! ἀλλὰ συγκαταβαίνουσι τοῖς ἀσθενεστέροις, ἐκεῖνο πληροῦντες τὸ ῥῆμα Παύλου, τὸ λέγον· Ἑγενόμην τοῖς Ἰουδαίοις ὡς Ἰουδαῖος. Συγκαταβαίνουσι τοῖς ἀσθενέσιν, ἵνα μὴ μείνωσιν ἀσθενεῖς ἐκεῖνοι. Ἄλλως δὲ καὶ ἐκεῖ συνήγετο πᾶσα ἡ πόλις.

Καθάπερ οὖν ἁλιεῖς ἄριστοι ἐκείνους τοὺς κόλπους τῶν ποταμῶν διώκουσιν, ἔνθα πάντες συλλέγονται οἱ ἰχθύες, ὥστε μετ᾽ εὐκολίας ἐπιτυχεῖν τῆς θήρας· οὕτω δὴ καὶ οἱ ἀπόστολοι οὗτοι, οἱ πνευματικοὶ ἁλιεῖς, εἰς ἐκεῖνον τὸν κόλπον ἔσπευδον, ὅπου πᾶσα ἡ πόλις συνήγετο, ἵνα ἐκεῖ τὸ τοῦ Εὐαγγελίου δίκτυον ἁπλώσαντες, μετ᾽ εὐκολίας τύχωσι τῆς ἄγρας. Τοῦτο δὲ ἐποίουν μιμούμενοι τὸν διδάσκαλον. Καὶ γὰρ ὁ Χριστός φησι· Καθ᾽ ἡμέραν μεθ᾽ ὑμῶν ἤμην ἐν τῷ ἱερῷ.

Διὰ τί ἐν τῷ ἱερῷ; Ἵνα τοὺς ἐκ τοῦ ἱεροῦ λάβῃ. Οὕτω καὶ οὗτοι ἀπήρχοντο μὲν ὡς προσευξόμενοι, διδασκαλίαν δὲ ἔμελλον κατασπείρειν ἐκεῖ. Εἰς τὸ ἱερὸν προσεύξασθαι περὶ τὴν ὥραν τῆς προσευχῆς τὴν ἐννάτην. Οὐδὲ ἡ ὥρα αὐτοῖς ἁπλῶς παρατετήρηται.

Καὶ γὰρ εἶπον ὑμῖν πολλάκις περὶ τῆς ὥρας ταύτης, ὅτι ἐν αὐτῇ παράδεισος ἀνεῴγη, καὶ ὁ λῃστὴς εἰσῆλθεν, ἐν αὐτῇ ἡ κατάρα ἀνῃρέθη, ἐν αὐτῇ ἡ θυσία τῆς οἰκουμένης προσηνέχθη, ἐν αὐτῇ τὸ σκότος ἐλύθη, ἐν αὐτῇ τὸ φῶς ἔλαμψε, καὶ τὸ αἰσθητὸν καὶ τὸ νοητόν. Περὶ ὥραν ἐννάτην. Ὅτε ἕτεροι ἀπὸ ἀρίστου καὶ μέθης καθεύδουσιν ὕπνον βαθὺν, τότε ἐκεῖνοι νήφοντες, καὶ διεγηγερμένοι, καὶ πολλῷ τῷ πόθῳ ζέοντες, ἐπὶ τὴν προσευχὴν ἔσπευδον. Εἰ δὲ ἐκεῖνοι εὐχῆς ἐδέοντο, εὐχῆς οὕτω ἐκτενοῦς, εὐχῆς οὕτω διηκριβωμένης, οἱ τοσαύτην ἔχοντες παῤῥησίαν, οἱ μηδὲν ἑαυτοῖς συνειδότες πονηρὸν, τί ποιήσομεν ἡμεῖς, μυρίων γέμοντες τραυμάτων, οὐκ ἐπιτιθέντες δὲ τῆς εὐχῆς τὸ φάρμακον; Μέγα ὅπλον εὐχή. Βούλει μαθεῖν πῶς μέγα ὅπλον ἡ εὐχή; Προστασίας πενήτων παρέδραμον οἱ ἀπόστολοι, ἵνα πλείονα σχολὴν περὶ τὴν εὐχὴν ἔχωσι. Καταστήσατε γὰρ, φησὶν, ἐξ ὑμῶν ἄνδρας μαρτυρουμένους ἑπτά· ἡμεῖς δὲ τῇ προσευχῇ καὶ τῇ διακονίᾳ τοῦ λόγου προσκαρτερήσομεν.

εʹ. Ἀλλ᾽, ὅπερ ἔλεγον (μὴ γὰρ ἐκπέσωμεν τῆς ὑποθέσεως, ὅτι ὁ μὲν Πέτρος καὶ πρᾶξιν ἐπεδείξατο, καὶ θαῦμα ἐποίησε, καὶ ἀπὸ τῆς πράξεως ἐπαινεῖται μᾶλλον), ἀνῆλθεν οὖν εἰς τὸ ἱερὸν προσεύξασθαι· καὶ ἰδοὺ χωλὸς ἐκ κοιλίας μητρὸς αὐτοῦ, βασταζόμενος ἐκεῖ πρὸς τὴν θύραν τοῦ ἱεροῦ. Ἀπ᾽ αὐτῶν τῶν ὠδίνων ἡ πήρωσις τῆς φύσεως ἦν, καὶ μεῖζον ἰατρικῆς τέχνης τὸ νόσημα, ἵνα μειζόνως ἐπιδειχθῇ ἡ τοῦ Θεοῦ χάρις. Οὗτος οὖν ὁ χωλὸς ἔκειτο πρὸς τὴν πύλην τοῦ ἱεροῦ· καὶ ἰδὼν αὐτοὺς εἰσιόντας, προσεῖχεν αὐτοῖς, ζητῶν ἐλεημοσύνην παρ᾽ αὐτῶν λαβεῖν. Τί οὖν ὁ Πέτρος;

Βλέψον εἰς ἡμᾶς, φησίν. Ἱκανὴ ἀπὸ τῆς ὄψεως ἡ ἀπόδειξις τῆς ἀκτημοσύνης· οὐ χρεία λόγων, οὐδὲ ἀποδείξεως, οὐδὲ ἀποκρίσεως, οὐδὲ διδασκαλίας· ὁ στολισμός σοι δείκνυσι τὸν ἀκτήμονα. Τοῦτο οὖν ὅλον τὸ κατόρθωμα τῆς ἀποστολῆς, ἵνα ταῦτα λέγῃς πρὸς τὸν πένητα, ἵνα μὴ διορθώσῃ τὴν πενίαν μόνον, ἵνα εἴπῃς, Ὄψει μείζονα πλοῦτον. Ἀργύριον, φησὶ, καὶ χρυσίον οὐκ ἔχω· ὃ δὲ ἔχω, τοῦτό σοι δίδωμι· ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ ἔγειραι, καὶ περιπάτει.

Εἶδες πενίαν καὶ πλοῦτον; πενίαν μὲν χρημάτων, πλοῦτον δὲ χαρισμάτων. Οὐκ ἔλυσε πενίαν χρημάτων, ἀλλὰ διώρθωσε πενίαν φύσεως. Ὅρα τὴν ἐπιείκειαν Πέτρου· Βλέψον εἰς ἡμᾶς. Οὐχ ὕβρισεν, οὐκ ἐλοιδορήσατο, ὃ πολλάκις ποιοῦμεν ἡμεῖς πρὸς τοὺς ἐντυγχάνοντας ἡμῖν, εὐθύνας ἐγκαλοῦντες αὐτοῖς, ὅτι καθεύδουσι. Μὴ γὰρ τοῦτο ἐπετάγης, ἄνθρωπε; Οὐκ ἐκέλευσέ σοι ἀργίαν ἐγκαλεῖν, ἀλλὰ πενίαν διορθοῦσθαι· οὐκ ἐποίησέ σε κατήγορον κακίας, ἀλλὰ ἰατρὸν κατέστησε συμφορᾶς· οὐχ ἵνα ὀνειδίζῃς νωθείαν, ἀλλ᾽ ἵνα χεῖρα ὀρέγῃς τοῖς κειμένοις· οὐχ ἵνα κακίζῃς τρόπον, ἀλλ᾽ ἵνα λύσῃς λιμόν. Ἡμεῖς δὲ τοὐναντίον ποιοῦμεν· ἀφέντες παραμυθήσασθαι τοὺς προσιόντας τῇ δόσει τῶν χρημάτων, καὶ προσεπιτρίβομεν αὐτῶν τὰ τραύματα ταῖς τῶν ἐγκλημάτων ἐπαγωγαῖς. Ἀλλὰ καὶ ἀπολογεῖται τῷ πένητι, καὶ μετ᾽ ἐπιεικείας διαλέγεται· Κλῖνον γὰρ, φησὶ, πτωχῷ ἀλύπως τὸ οὖς σου, καὶ ἀποκρίθητι αὐτῷ ἐν πραότητι εἰρηνικά.

Ἀργύριον καὶ χρυσίον οὐκ ἔχω· ὃ δὲ ἔχω, τοῦτό σοι δίδωμι· ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ ἔγειραι, καὶ περιπάτει. Δύο ἐνταῦθά ἐστι, πολιτεία καὶ θαῦμα. Πολιτεία, τὸ, Ἀργύριον καὶ χρυσίον οὐχ ὑπάρχει μοι· πολιτείας γὰρ τὸ καταφρονεῖν τῶν γηΐνων πραγμάτων, τὸ ῥῖψαι τὰ ὑπάρχοντα, τὸ ὑπεριδεῖν τῆς παρούσης ματαιότητος· θαῦμα δὲ τὸ ἐγεῖραι τὸν χωλὸν, τὸ διορθῶσαι τὰ μέλη τὰ πεπηρωμένα.

Ἰδοὺ τοίνυν καὶ πολιτεία καὶ θαῦμα. Ἴδωμεν οὖν πόθεν ὁ Πέτρος καυχᾶται. Τί εἶπεν; Ὅτι θαύματα ἐποίησε; καίτοι θαύματα ἦν πεποιηκὼς τότε· ἀλλ᾽ οὐκ εἶπε τοῦτο· ἀλλὰ τί; Ἰδοὺ ἡμεῖς ἀφήκαμεν πάντα, καὶ ἠκολουθήσαμέν σοι. Εἶδες τὴν πολιτείαν καὶ τὸ θαῦμα, καὶ τὴν πολιτείαν στεφανουμένην;

Τί οὖν ὁ Χριστός; Τοῦτον ἀπεδέξατο καὶ ἐπῄνεσε. Λέγω γὰρ ὑμῖν, φησὶν, ὅτι ὑμεῖς οἱ ἀφέντες οἰκίας, καὶ τὰ λοιπά. Οὐκ εἶπεν, Οἱ ἀναστήσαντες νεκροὺς, ἀλλ᾽ Ὑμεῖς οἱ ἀφέντες τὰ ὑπάρχοντα ὑμῶν, καθήσεσθε ἐπὶ δώδεκα θρόνους· καὶ πᾶς ὅστις ἀφῆκε τὰ ὑπάρχοντα αὐτῷ πάντα, ταύτης ἀπολαύσεται τῆς τιμῆς. Οὐ δύνασαι ἀναστῆσαι χωλὸν, καθάπερ ὁ Πέτρος; Ἀλλὰ δύνασαι εἰπεῖν, ὡς ἐκεῖνος· Ἀργύριον καὶ χρυσίον οὐχ ὑπάρχει μοι. Κἂν τοῦτο εἴπῃς, ἐγγὺς ἐγένου τοῦ Πέτρου· μᾶλλον δὲ οὐδὲ ἂν εἴπῃς, ἀλλ᾽ ἐὰν ποιήσῃς. Οὐ δύνασαι ξηρὰν διορθῶσαι χεῖρα; Ἀλλὰ δύνασαι τὴν σεαυτοῦ χεῖρα ξηρὰν γινομένην ὑπὸ ἀπανθρωπίας ποιῆσαι ἐκταθῆναι διὰ φιλανθρωπίας. Μὴ ἔστω γὰρ, φησὶν, ἡ χείρ σου ἐκτεταμένη εἰς τὸ λαβεῖν, ἐν δὲ τῷ διδόναι συνεσταλμένη. Ὁρᾷς ὅτι οὐχ ἡ ξηρότης, ἀλλὰ καὶ ἀπανθρωπία συστέλλει τὴν χεῖρα; Ἔκτεινον οὖν αὐτὴν διὰ φιλανθρωπίας καὶ ἐλεημοσύνης. Οὐ δύνασαι ἐκβαλεῖν δαίμονα; Ἀλλ᾽ ἔκβαλε ἁμαρτίαν, καὶ μείζονα λήψῃ μισθόν. Εἶδες πῶς πανταχοῦ ἡ πολιτεία καὶ τὰ κατορθώματα μείζονα ἔπαινον ἔχει τῶν θαυμάτων, καὶ πλείονα τὴν ἀμοιβήν; Εἰ δὲ βούλει, καὶ ἑτέρωθεν τοῦτο δείξομεν. Προσῆλθον αὐτῷ, φησὶν, οἱ ἑβδομήκοντα μαθηταὶ, καὶ ἔχαιρον, καὶ ἔλεγον· Κύριε, ἐν τῷ ὀνόματί σου καὶ τὰ δαιμόνια ἡμῖν ὑπακούουσι.

Καὶ λέγει αὐτοῖς· Μὴ χαίρετε, ὅτι τὰ δαιμόνια ὑμῖν ὑπακούει, ἀλλὰ χαίρετε, ὅτι τὰ ὀνόματα ὑμῶν γέγραπται ἐν τοῖς οὐρανοῖς. Ὁρᾷς πανταχοῦ τὴν πολιτείαν θαυμαζομένην;

ϛʹ. Φέρε οὖν, ἀναλογισώμεθα τὰ εἰρημένα ἄνωθεν· Ἐν τούτῳ γνώσονται πάντες, ὅτι ἐμοὶ μαθηταί ἐστε, ἐὰν ἀγαπᾶτε ἀλλήλους. Ἰδοὺ ἀπὸ πολιτείας, οὐκ ἀπὸ θαυμάτων τὸ γνώρισμα τοῦ μαθητὰς εἶναι ἀποδέδεικται.

Πέτρε, φιλεῖς με πλέον τούτων; ποίμαινε τὰ πρόβατά μου. Ἰδοὺ καὶ ἕτερον γνώρισμα, καὶ αὐτὸ πάλιν ἀπὸ πολιτείας. Τρίτον πάλιν γνώρισμα· Μὴ χαίρετε, ὅτι τὰ δαιμόνια ὑμῖν ὑπακούει, ἀλλὰ χαίρετε, ὅτι τὰ ὀνόματα ὑμῶν γέγραπται ἐν τοῖς οὐρανοῖς. Καὶ τοῦτο πολιτείας πάλιν κατόρθωμα.

Βούλει καὶ τετάρτην ἀπόδειξιν τούτου μαθεῖν; Λαμψάτω, φησὶ, τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ἵνα ἴδωσι τὰ καλὰ ὑμῶν ἔργα, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. Ἰδοὺ καὶ ἐνταῦθα ἔργα φαίνεται. Καὶ ὅταν λέγῃ πάλιν· Ὅστις ἀφῆκεν οἰκίαν, ἢ ἀδελφοὺς, ἢ ἀδελφὰς ἕνεκεν ἐμοῦ, ἑκατονταπλασίονα λήψεται, καὶ ζωὴν αἰώνιον κληρονομήσει, τὴν πολιτείαν ἐπαινεῖ, καὶ τὸν διηκριβωμένον βίον. Εἶδες τοὺς μαθητὰς ἀπὸ τοῦ φιλεῖν ἀλλήλους γνωριζομένους, τὸν δὲ ὑπὲρ τοὺς ἀποστόλους φιλοῦντα τὸν Χριστὸν ἀπὸ τοῦ ποιμαίνειν τοὺς ἀδελφοὺς φαινόμενον, τοὺς δὲ ὀφείλοντας χαίρειν, οὐκ ἀπὸ τοῦ δαίμονας ἐκβάλλειν, ἀλλ᾽ ἀπὸ τοῦ ἐγγεγράφθαι ἐν τῷ οὐρανῷ κελευομένους εὐφραίνεσθαι, καὶ τοὺς μὲν τὸν Θεὸν δοξάζοντας ἀπὸ τῆς τῶν ἔργων λαμπρότητος δεικνυμένους, τοὺς δὲ ζωῆς ἐπιτυχόντας καὶ ἑκατονταπλασίονα λαμβάνοντας, ἀπὸ τῆς τῶν παρόντων ἁπάντων ὑπεροψίας ἐπιτυχόντας ταύτης τῆς δωρεᾶς. Τούτους μίμησαι πάντας, καὶ δυνήσῃ καὶ μαθητὴς εἶναι, καὶ ἐν τοῖς φίλοις τοῦ Θεοῦ ἀριθμεῖσθαι, καὶ δοξάζειν τὸν Θεὸν, καὶ τῆς αἰωνίου ζωῆς ἀπολαῦσαι· καὶ οὐδὲν ἔσται σοι κώλυμα πρὸς τὸ τυχεῖν τῶν ἀγαθῶν ἁπάντων, τὸ μὴ ποιεῖν σημεῖα, ἐὰν πολιτείαν ἔχῃς διηκριβωμένην.

Καὶ γὰρ αὐτὸς τοῦτο τὸ ὄνομα, Πέτρος, οὐκ ἀπὸ θαυμάτων καὶ σημείων ἔλαβεν, ἀλλ᾽ ἀπὸ ζήλου καὶ φίλτρου γνησίου. Οὐδὲ γὰρ ἐπειδὴ νεκροὺς ἀνέστησεν, οὐδὲ ἐπειδὴ χωλὸν ἀνώρθωσεν, οὕτως ἐκλήθη· ἀλλ᾽ ἐπειδὴ πίστιν μετὰ τῆς ὁμολογίας ἐπεδείξατο γνησίαν, τὸ ὄνομα τοῦτο ἐκληρονόμησε, Σὺ εἶ Πέτρος, καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν Ἐκκλησίαν.

Διὰ τί; Οὐχ ὅτι θαύματα ἐποίησεν, ἀλλ᾽ ὅτι εἶπε· Σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος. Ὁρᾷς ὅτι καὶ αὐτὸ τὸ Πέτρον κληθῆναι, οὐκ ἀπὸ θαυμάτων, ἀλλ᾽ ἀπὸ ζήλου πεπυρωμένου ἔλαβε τὴν ἀρχήν. Ἀλλ᾽ ἐπειδὴ Πέτρου ἐμνήσθην, εἰσῆλθέ μοι καὶ ἑτέρου Πέτρου μνήμη, τοῦ κοινοῦ πατρὸς, καὶ διδασκάλου, ὃς τὴν ἐκείνου διαδεξάμενος ἀρετὴν, καὶ τὴν καθέδραν ἐκληρονόμησε τὴν ἐκείνου.

Ἓν γὰρ καὶ τοῦτο πλεονέκτημα τῆς ἡμετέρας πόλεως, τὸ τῶν ἀποστόλων τὸν κορυφαῖον λαβεῖν ἐν ἀρχῇ διδάσκαλον. Ἔδει γὰρ τὴν πρὸ τῆς οἰκουμένης ἁπάσης τὸ τῶν Χριστιανῶν ἀναδησαμένην ὄνομα, τὸν τῶν ἀποστόλων πρῶτον ποιμένα λαβεῖν. Ἀλλὰ λαβόντες αὐτὸν διδάσκαλον, οὐκ εἰς τέλος κατέσχομεν, ἀλλὰ παρεχωρήσαμεν τῇ βασιλίδι Ῥώμῃ· μᾶλλον δὲ εἰς τὸ τέλος αὐτὸν ἐσχήκαμεν· τὸ μὲν γὰρ σῶμα Πέτρου οὐ κατέχομεν, τὴν δὲ πίστιν Πέτρου κατέχομεν ὡς Πέτρον· τὴν δὲ πίστιν Πέτρου κατέχοντες, αὐτὸν ἔχομεν Πέτρον. Οὕτω καὶ τὸν ἐκείνου ζηλωτὴν ὁρῶντες, αὐτὸν δοκοῦμεν ὁρᾷν· καὶ γὰρ τὸν Ἰωάννην Ἠλίαν ἐκάλεσεν ὁ Χριστὸς, οὐκ ἐπειδὴ Ἠλίας ἦν ὁ Ἰωάννης, ἀλλ᾽ ἐπειδὴ ἐν πνεύματι καὶ δυνάμει ἦλθεν Ἠλίου. Καθάπερ οὖν ὁ Ἰωάννης, ἐπειδὴ ἐν πνεύματι καὶ δυνάμει ἦλθεν Ἠλίου, Ἠλίας ἐλέγετο, οὕτω καὶ οὗτος, ἐπειδὴ ἐν ὁμολογίᾳ καὶ πίστει Πέτρου παραγέγονεν, εἰκότως ἂν καὶ τῆς προσηγορίας ἐκείνης ἀξιωθείη. Ἡ γὰρ τῆς πολιτείας συγγένεια καὶ τὴν κοινωνίαν τῶν ὀνομάτων ποιεῖ. Εὐξώμεθα δὲ πάντες καὶ εἰς τὸ Πέτρου γῆρας αὐτὸν ἐλθεῖν· καὶ γὰρ ὁ Ἀπόστολος ἐν γήρᾳ τὸν βίον κατέλυσεν. Ὅταν γὰρ, φησὶ, γηράσῃς, τότε ζώσουσί σε, καὶ ἄξουσιν ὅπου οὐ θέλεις.

Αἰτήσωμεν δὴ καὶ τούτῳ μακρὰν πολιτείαν· ἐκτεινόμενον γὰρ αὐτοῦ τὸ γῆρας τὴν ἡμετέραν νεότητα τὴν πνευματικὴν μᾶλλον ἀκμάζειν ποιεῖ· ἣν γένοιτο διαπαντὸς ἐν ἀκμῇ τηρηθῆναι, εὐχαῖς μὲν ἐκείνου καὶ τούτου τοῦ Πέτρου, χάριτι δὲ καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.