Εἰ γὰρ φιλεῖς με, φησὶ, πλέον τούτων, ποίμαινε τὰ πρόβατά μου. Ἰδοὺ καὶ ἐνταῦθα πολιτεία εὐδοκιμεῖ. Τὸ γὰρ κηδεμονικὸν, τὸ συμπαθητικὸν, τὸ προστατικὸν, τὸ μὴ τὰ ἑαυτοῦ ζητεῖν, ἀλλὰ πάντα, ἃ τὸν ποιμαίνοντα ἔχειν δεῖ, πάντα ταῦτα πολιτείας ἐστὶν, οὐχὶ θαυμάτων, οὐδὲ σημείων. Ἀλλ᾽ ἐκεῖνοι, φησὶ, διὰ τὰ θαύματα τοιοῦτοι γεγόνασιν. Οὐχὶ διὰ τὰ θαύματα, ἀλλὰ διὰ τὴν πολιτείαν, καὶ ἐντεῦθεν μάλιστα ἔλαμψαν. Διὰ τοῦτό φησιν αὐτοῖς· Λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ἵνα ἴδωσιν οἱ ἄνθρωποι οὐχὶ τὰ θαύματα, ἀλλὰ τὰ καλὰ ἔργα ὑμῶν, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. Ὁρᾷς πανταχοῦ τὴν πολιτείαν διαλάμπουσαν, τὸν βίον τὸν ἐνάρετον θαυμαζόμενον; Βούλει σοι δείξω καὶ αὐτὸν τὸν Πέτρον, τοῦτον τὸν κορυφαῖον τῶν ἀποστόλων, καὶ πολιτείαν ἐπιδειξάμενον μεγίστην, καὶ θαύματα ποιήσαντα ὑπερβαίνοντα ἀνθρωπίνην φύσιν, καὶ ἀμφότερα παράλληλα κείμενα, καὶ τὸ θαῦμα, καὶ τὴν πολιτείαν, καὶ ἀπὸ τῆς πολιτείας μᾶλλον, ἢ ἀπὸ τῶν σημείων τιμηθέντα; Ἄκουε τῆς ἱστορίας ταύτης· Πέτρος καὶ Ἰωάννης ἀνέβαινον εἰς τὸ ἱερὸν περὶ τὴν ὥραν τῆς προσευχῆς τὴν ἐννάτην.