Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν ἀσάφειαν τῶν προφητειῶν

Ἰωάννης ὁ Χρυσόστομος

Η δεύτερη αιτία της ασάφειας: Η μετάφραση των Γραφών και η θεία φιλανθρωπία

Εξήγηση της δυσκολίας που προκύπτει από τη μετάφραση της εβραϊκής γλώσσας. Η προνοητική αναγκαιότητα της μετάφρασης για την κλήση των εθνών και η υπεράσπιση της θείας φιλανθρωπίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 6 από 10

Τίς οὖν ἐστιν ἡ δευτέρα αἰτία, δι᾽ ἣν δυσκολωτέρα ἡ Παλαιὰ Διαθήκη τῆς Νέας ἐστίν; Οὐχὶ τῇ ἐγχωρίῳ φωνῇ ἔχομεν τὴν Παλαιὰν Διαθήκην παρ᾽ ἡμῖν γεγραμμένην· ἀλλ᾽ ἑτέρᾳ μὲν συνετέθη γλώττῃ, ἑτέρᾳ δὲ ἔχομεν αὐτὴν ἀναγινωσκομένην ἡμεῖς. Τῇ γὰρ Ἑβραίων φωνῇ παρὰ τὴν ἀρχὴν συνεγράφη, ἡμεῖς δὲ αὐτὴν τῇ Ἑλλήνων παρελάβομεν γλώττῃ· ὅταν δὲ γλῶττα ἑρμηνευθῇ εἰς ἑτέραν γλῶτταν, πολλὴν ἔχει τὴν δυσκολίαν. Καὶ ἴσασιν ἀκριβῶς, ὅσοι πολλῶν γλωσσῶν εἰσιν ἔμπειροι, πῶς οὐ δυνατὸν πᾶσαν τὴν σαφήνειαν τῆς φωνῆς τῆς ἐν τῇ οἰκείᾳ φύσει κειμένης μετενεγκεῖν εἰς τὴν ἑτέραν μεταβάλλοντας γλῶσσαν.

Τοῦτο οὖν αἴτιον τῆς δυσκολίας τῆς ἐν τῇ Παλαιᾷ Διαθήκῃ γέγονε. Πρὸ γὰρ τριακοσίων ἐτῶν τῆς τοῦ Χριστοῦ παρουσίας, ἐπὶ Πτολεμαίου τοῦ βασιλέως τῶν Αἰγυπτίων, πρὸς τὴν Ἑλλάδα μετηνέχθη γλῶσσαν ἡ Παλαιὰ Διαθήκη, χρησίμως σφόδρα καὶ ἀναγκαίως.

Ἕως μὲν γὰρ ἑνὶ ἔθνει τῶν Ἰουδαίων διελέγετο, ἔμενεν ἐν τῇ Ἑβραΐδι φωνῇ. Οὐδεὶς γὰρ τότε ἔμελλεν αὐτῇ προσέχειν, τοῦ λοιποῦ τῶν ἀνθρώπων γένους εἰς θηριωδίαν ἐσχάτην ἐληλακότος. Ἐπειδὴ δὲ ἔμελλεν ὁ Χριστὸς παραγίνεσθαι, καὶ τὴν οἰκουμένην πᾶσαν πρὸς ἑαυτὸν καλεῖν, οὐχὶ διὰ τῶν ἀποστόλων μόνον, ἀλλὰ καὶ διὰ τῶν προφητῶν (καὶ γὰρ κἀκεῖνοι πρὸς τὴν πίστιν ἡμᾶς χειραγωγοῦσι τῆς τοῦ Χριστοῦ γνώσεως), τηνικαῦτα λοιπὸν ὡσπερεί τινας εἰσόδους καὶ ὁδοὺς τὰς προφητείας, πρότερον ἀποκεκλεισμένας τῇ τῆς γλώττης ἀσαφείᾳ, πάντοθεν ἀνοιγῆναι παρεσκεύασε διὰ τῆς ἑρμηνείας, ἵνα πάντες οἱ ἐκ τῶν ἐθνῶν πανταχόθεν συῤῥέοντες, καὶ μετὰ πολλῆς τῆς εὐκολίας ταύτας ὁδεύοντες τὰς ὁδοὺς, δι᾽ αὐτῶν δυνηθῶσι πρὸς τὸν βασιλέα τῶν προφητῶν ἐλθεῖν, καὶ προσκυνῆσαι τῷ μονογενεῖ τοῦ Θεοῦ Υἱῷ. Διὰ τοῦτο πρό γε τοῦ χρόνου τῆς παρουσίας τοῦ Χριστοῦ ἡρμηνεύθησαν ἅπασαι· ἐπεὶ εἰ ἔμενον ἐν τῇ Ἑβραΐδι διαλέκτῳ μόνον, ἔλεγε δὲ ὁ Δαυῒδ, Αἴτησαι παρ᾽ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς, πόθεν ἔμελλεν εἰδέναι τὸ λεγόμενον ὁ Σύρος, ἢ ὁ Γαλάτης, ἢ ὁ Μακεδὼν, ἢ ὁ Ἀθηναῖος, ἐν ἀσαφείᾳ μενούσης τῆς Γραφῆς; Πάλιν ὁ Ἡσαΐας ἐβόα· Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείροντος αὐτὸν ἄφωνος.

Καὶ πάλιν· Ἔσται ἡ ῥίζα τοῦ Ἰεσσαὶ, καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν· ἐπ᾽ αὐτῷ ἔθνη ἐλπιοῦσι. Καὶ πάλιν· Πλησθήσεται ἡ γῆ τοῦ γνῶναι τὸν Κύριον, ὡς ὕδωρ πολὺ κατακαλύψαι θαλάσσας. Καὶ ὁ Δαυῒδ πάλιν ἔλεγεν· Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ, Κύριος ἐν φωνῇ σάλπιγγος· καὶ πάλιν· Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.

γʹ. Ἐπεὶ οὖν καὶ περὶ τοῦ πάθους, καὶ περὶ τῆς ἀναστάσεως, καὶ περὶ τῆς ἀναλήψεως, καὶ περὶ τῆς ἐκ δεξιῶν καθέδρας, καὶ περὶ τῆς δευτέρας αὐτοῦ παρουσίας, καὶ περὶ πάντων τούτων ἁπλῶς τῶν ἐν τῇ Καινῇ κειμένων προεῖπεν ἡ Παλαιὰ Διαθήκη, ἵνα μὴ ἄγνωστα μένῃ ταῦτα τοῖς ἔθνεσι τοῖς μετὰ ταῦτα μέλλουσιν ἔσεσθαι, καὶ ἀγνοῶσι τῆς προφητείας τὴν ἰσχὺν, ᾠκονόμησεν ἡ τοῦ Θεοῦ χάρις πρὸ τῆς παρουσίας τοῦ Χριστοῦ ἑρμηνευθῆναι τὰς Γραφὰς, οὐ τοῖς ἐξ ἐθνῶν μόνον, ἀλλὰ καὶ Ἰουδαίων τοῖς πανταχοῦ τῆς οἰκουμένης διασπαρεῖσι καὶ τὴν Ἑβραΐδα λοιπὸν ἀποβαλοῦσι γλῶσσαν χρησίμους αὐτὰς ποιῶν.

Ἰδοὺ γὰρ, ἐπίστευσεν ὁ ἐξ ἐθνῶν, βλέπων τὰ σημεῖα τῶν Ἰουδαίων. Πῶς εἶχον πάλιν ἐπαγαγέσθαι τὸν Ἰουδαῖον οἱ ἀπόστολοι, εἰ μὴ ἔμελλον αὐτῷ διδάσκαλον οἴκοθεν παρέχειν τὸν προφήτην; Εἰ γὰρ εἰς Ἀθήνας εἰσελθὼν ὁ Παῦλος ἐπιγράμματος ἐδεήθη ἐγκεκολαμμένου βωμῷ, καὶ τὴν διδασκαλίαν ἐξ ἐκείνου πρὸς αὐτοὺς ἐποιήσατο, τοῖς οἰκείοις αὐτῶν ὅπλοις εὐκολώτερον αἱρήσειν προσδοκῶν, ὅπερ καὶ ἐγένετο· πολλῷ μᾶλλον Ἰουδαίοις διαλεγόμενος ἐδεῖτο συμμαχίας τῆς ἀπὸ τῶν προφητῶν, ὥστε μὴ καὶ ἐκείνους ἐγκαλεῖν, ὅτι καινά τινα καὶ ξενίζοντα εἰσφέρει εἰς τὰς ἀκοὰς αὐτῶν. Καὶ διὰ τί, φησὶν, οὐκ ἦν μία φωνὴ, καὶ πάσης ἦμεν ἀπηλλαγμένοι τῆς δυσκολίας; Μία φωνὴ τὸ παλαιὸν ἦν, ὦ ἄνθρωπε, καὶ ὥσπερ μία φύσις ἀνθρώπων, καὶ μία φωνὴ πάντων ἦν. Οὐκ ἦν ἑτερόγλωσσος ἀπ᾽ ἀρχῆς, οὐκ ἦν ἑτερόφωνος, οὐκ ἦν Ἰνδὸς, οὔτε Θρᾲξ, οὔτε Σκύθης, ἀλλὰ πάντες μιᾷ διελέγοντο γλώσσῃ. Τί οὖν γέγονε τὸ αἴτιον; φησίν. Ἀνάξιοι τῆς μιᾶς ταύτης φωνῆς ἐφάνημεν ἡμεῖς, οἱ ἀγνώμονες ἀεὶ περὶ τὸν εὐεργέτην. Τί λέγεις; φωνῆς ἀνάξιοι ἐφάνημεν; καὶ τὰ μὲν ἄλογα τὴν οἰκείαν φωνὴν ἔχει πάντα· βληχᾶται πρόβατα, μηκῶνται αἶγες, μυκᾶται ταῦρος, χρεμετίζει ἵππος, βρύχεται λέων, ὠρύεται λύκος, συρίζει δράκων· ἕκαστον τῶν ἀλόγων τὸν οἰκεῖον φθόγγον διετήρησεν, ἐγὼ δὲ μόνος τῆς οἰκείας ἀπεστέρημαι φωνῆς;

Καὶ τὰ ἄγρια καὶ τὰ ἥμερα, καὶ τὰ χειροήθη καὶ τὰ ἀτιθάσσευτα ζῶα ἔμεινεν ἕκαστον ἔχοντα τὴν ἐξ ἀρχῆς συγκληρωθεῖσαν αὐτοῖς φωνήν· ἐγὼ δὲ ὁ ἄρχων αὐτῶν ἠτίμωμαι; κἀκείνοις μὲν ἀκίνητοι αἱ τιμαὶ, ἐγὼ δὲ ἐξέπεσον τῶν δωρεῶν τοῦ Θεοῦ; Καὶ τί τοσοῦτον ἡμάρτηταί μοι; οὐκ ἤρκουν αἱ πρότεραι τιμωρίαι; Ἔδωκέ μοι τὸν παράδεισον, καὶ ἐξέβαλέ με τοῦ παραδείσου· ἔζων βίον ἀταλαίπωρον καὶ πόνων ἀπηλλαγμένον, κατεδίκασέ με ἱδρῶτι καὶ μόχθῳ· ἄσπαρτα καὶ ἀνήροτα πάντα μοι παρεῖχεν ἡ γῆ, ἐκέλευσεν αὐτῇ ἀκάνθας καὶ τριβόλους ἀνενεγκεῖν, καὶ εἰς αὐτήν με πάλιν ἀπέστρεψε· θανάτῳ με ἐκόλασε· τὸ τῶν γυναικῶν γένος ἐκόλασεν ὑποβαλὼν ὠδῖσι καὶ πόνοις. Οὐκ ἤρκει ταῦτα εἰς τιμωρίαν, ἀλλὰ καὶ τῆς φωνῆς με ἐξέβαλε, καὶ ταύτης ἀπεστέρησε τῆς τιμῆς, ἵνα τοὺς ὁμοφύλους καὶ ὁμογενεῖς καθάπερ θηριώδεις ἀποστρέφωμαι, τῆς φωνῆς διατειχιζούσης μοι τὴν συνουσίαν. Διὰ τοῦτο ηὔξησα τὴν ἀντίθεσιν, ἵν᾽ ὅταν ἐπαγάγω τὴν λύσιν, λαμπροτέρα γένηται ἡ νίκη. Εἰ ἐβούλετό με, φησὶν, ἐκβαλεῖν τούτων ἁπάντων, τίνος ἕνεκέν μοι αὐτὰ παρὰ τὴν ἀρχὴν ἐδίδου; Βούλεσθε ἀπ᾽ αὐτοῦ τούτου ἐπαγάγω τὴν λύσιν, ἀπ᾽ αὐτῆς τῆς ἀντιῤῥήσεως τῆς ψιλῆς;

Τοσαύτη γὰρ τῶν ὑπὲρ τοῦ Θεοῦ δικαιωμάτων ἡ περιουσία, ὡς αὐτὴν τοῦ ἀντιλέγοντος τὴν ἀντίῤῥησιν, μηδὲν παρ᾽ ἡμῶν προσλαμβάνουσαν, ἀρκέσαι πρὸς τὴν τῶν ἐγκλημάτων λύσιν. Εἰ ἐβούλετό με ἐκβαλεῖν πάντων τούτων, τίνος ἕνεκεν αὐτά μοι παρὰ τὴν ἀρχὴν ἐδίδου; Καὶ γὰρ κἀγὼ τὸ αὐτὸ λέγω· εἰ ἐβούλετό σε ἐκβαλεῖν πάντων τούτων, τίνος ἕνεκεν ἐδίδου; Ὥστε ἐπειδὴ οὐκ ἐβούλετό σε ἐκβαλεῖν, διὰ τοῦτο ἔδωκέ σοι ταῦτα παρὰ τὴν ἀρχήν. Τί οὖν ἐγένετο;

Οὐχ ὁ Θεός σε ἐξέβαλεν, ἀλλὰ σὺ ἀπώλεσας τὰ δοθέντα. Ἐκεῖνον θαύμαζε τῆς φιλανθρωπίας, ὅτι ἐχαρίσατο· σαυτῷ μέμφου τῆς ῥᾳθυμίας, ὅτι τὸ δῶρον οὐκ ἐφύλαξας. Ὥστε δῆλον, ὅτι οὐχ ὁ παρακαταθέμενος αἴτιος, ἀλλ᾽ ὁ τὴν παρακαταθήκην προδοὺς ἐγκλημάτων ὑπεύθυνος. Ὅτι γὰρ ἐφίλει, καὶ φιλάνθρωπος ἦν, καὶ ἐβούλετο χαρίσασθαι, ἔδειξεν, οὐδενὸς δὲ ἀναγκάζοντος, οὐδὲ βίαν ἐπιτιθέντος, οὐ τὰ κατορθώματά σου θαυμάσας, οὐκ ἔχων σοι πόνων ἀμοιβὴν ἀποδοῦναι· ἀλλ᾽ εὐθέως πλάσας, εὐθέως εἰς τὴν ἀρχὴν μετήγαγε ταύτην, ἵνα δείξῃ, ὅτι οὐκ ἀντίδοσις ἀμοιβῆς ἡ δωρεὰ, ἀλλὰ γυμνὴ ἡ χάρις ἦν. Εἰ δὲ οὐκ ἐφύλαξας τὰ δοθέντα, σαυτὸν αἰτιῶ, μὴ τὸν δεδωκότα τὴν δωρεάν.

Ἆρ᾽ οὖν τοῦτο μόνον ἔχομεν εἰπεῖν ὑπὲρ τοῦ Δεσπότου; Ἱκανὴ μὲν οὖν καὶ αὕτη ἡ ἀπολογία· ἀλλ᾽ ἡ ἄπειρος αὐτοῦ ἀγαθότης καὶ ἡ ἄῤῥητος φιλανθρωπία καὶ ἑτέραν ἡμῖν περιουσίαν δικαιωμάτων παρέχει. Οὐδὲ γὰρ τοῦτο μόνον ἔστιν εἰπεῖν, ὅτι αὐτὸς μὲν ἔδωκε, σὺ δὲ ἀπώλεσας· ἀπήλλακται μὲν γὰρ καὶ οὕτω τῶν ἐγκλημάτων ὁ δοὺς, μᾶλλον δὲ καὶ μεγίστου θαύματός ἐστιν ἄξιος, ὅτι καὶ προειδὼς ὅτι ἀπολεῖς, οὐκ ἀπεστέρησέ σε τῆς δωρεᾶς· πλὴν ἀλλὰ καὶ ἕτερον πολλῷ μεῖζον ἔχω τούτων εἰπεῖν. Τί δὲ τοῦτό ἐστιν; Ὅτι καὶ μετὰ τὸ ἀπολέσαι ἐξ οἰκείας ῥᾳθυμίας, πάλιν ἀποδέδωκέ σοι τὰ ἀπολωλότα· μᾶλλον δὲ οὐ τὰ ἀπολωλότα μόνον, ἀλλὰ καὶ πολλῷ μείζονα τούτων. Ἀπώλεσας μὲν γὰρ παράδεισον, ἔδωκε δέ σοι τὸν οὐρανόν. Ὁρᾷς πῶς μείζων ἡ ἐμπορία τῆς ζημίας, πῶς πλείων ὁ πλοῦτος; Ἔδωκέ σοι τὸν οὐρανὸν, ἵνα καὶ τὴν οἰκείαν φιλανθρωπίαν ἐπιδείξηται, καὶ τὸν διάβολον δάκῃ, δεικνὺς ὅτι κἂν μυρία τῷ τῶν ἀνθρώπων ἐπιβουλεύσῃ γένει, οὐδὲν ἔσται πλέον αὐτῷ, τοῦ Θεοῦ πρὸς μείζονα ἀεὶ τιμὴν ἡμᾶς ἀνάγοντος.

Ἀπώλεσας τοίνυν παράδεισον, καὶ ἀνέῳξέ σοι ὁ Θεὸς τὸν οὐρανόν· κατεδικάσθης πόνῳ προσκαίρῳ, καὶ ἐτιμήθης ζωῇ αἰωνίῳ· ἐκέλευσε τῇ γῇ ἀκάνθας καὶ τριβόλους ἐνεγκεῖν, καὶ ἐβλάστησέ σοι καρπὸν Πνεύματος ἡ ψυχή.

δʹ. Καὶ σκόπει μοι τὴν φιλανθρωπίαν τοῦ Θεοῦ, μέχρι πόσου κατέβη. Ἐν τοῖς ἀπολλύουσί τινα τῶν οἰκείων κτημάτων, κἂν μείζονα λάβωσι καὶ πολυτελέστερα, ἐκεῖνα τὰ ἀπολωλότα ζητεῖν ἐφίενται, καὶ μὴ πρότερον πληροφορεῖσθαι, ἕως ἂν αὐτὰ ἀπολάβωσιν. Ἐπεὶ οὖν ἀπώλεσας παράδεισον, οὐχὶ τὸν οὐρανόν σοι δέδωκε μόνον, ἀλλὰ καὶ παράδεισον καὶ οὐρανόν. Σήμερον μετ᾽ ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ, φησίν· ἵνα μὴ μόνον τῇ τῶν μειζόνων προσθήκῃ, ἀλλὰ καὶ τῇ τῶν ἀπολωλότων ἀνακτήσει παραμυθήσηται τὴν ὀδυνωμένην ψυχήν. Ἀλλ᾽, εἰ δοκεῖ, καὶ ἐπ᾽ αὐτὸ τοῦτο ἔλθωμεν τὸ προκείμενον, καὶ ἴδωμεν πῶς ἀπωλέσαμεν τὴν φωνήν. Οὐδὲ γὰρ μικρὸν εἰς ἀσφαλείας λόγον ἡ ἱστορία.

Ὁ γὰρ μαθὼν τὸν τρόπον τῆς προτέρας ἀσφαλείας, πρὸς τὰ λοιπὰ ἀσφαλέστερος ἔσται. Ἀναγκαῖον δὲ πάντα πρὸς ὑμᾶς εἰπεῖν· οἷον, ὅτι μία φωνὴ τὸ παλαιὸν πάντων ἀνθρώπων ἦν, ὅτι εἰς πολλὰς ὕστερον μετέπεσε· μέχρι πότε μία ἦν, καὶ πότε μετέπεσεν εἰς πολλάς· καὶ πότερον αὐτὴ ἐκείνη ἠφανίσθη, καὶ ἕτεραι εἰσηνέχθησαν, ἢ μενούσης ἐκείνης ἐπεισήχθησαν αἱ λοιπαί· διὰ τί συνεχύθη, καὶ ἐκ ποίας αἰτίας· εἶτα ποίᾳ τούτων τῶν πολλῶν φωνῶν ἡ Παλαιὰ συνέκειτο Διαθήκη· διὰ γὰρ ἐκείνην πάντα ταῦτα ἐκινήσαμεν· πότερον τῇ ἀρχαίᾳ καὶ πρεσβυτέρᾳ, ἢ ταῖς ὕστερον ἐπεισενεχθείσαις. Ἀλλὰ μὴ δείσητε· κἂν γὰρ μὴ τήμερον ἅπαντα δυνηθῶμεν ἀποδοῦναι, ἀλλὰ πάντως ὑμῖν ἀποδώσομεν ὕστερον. Τίνος οὖν ἕνεκεν μὴ μέλλοντες ἅπαντα τήμερον ἀποδιδόναι, ἁπάντων τῶν ὀφλημάτων τὴν ὑπόθεσιν ὑμῖν ἀνέγνωμεν; Ἵνα προσδοκῶντες τὴν ἀπόδοσιν, διαπαντὸς κατὰ νοῦν ἡμᾶς ἔχητε. Καὶ γὰρ ὁ χρυσίον τινὶ δανείσας, καὶ ὑπεύθυνον ἔχων τοῦ ὀφλήματος, καὶ ἐν τραπέζῃ, καὶ ἐν οἰκίᾳ, καὶ ἐν ἀγορᾷ, καὶ ἐν κλίνῃ, καὶ πανταχοῦ τὸν ὀφείλοντα αὐτῷ φαντάζεται καὶ ὀνειροπολεῖ· καὶ ὁ τῶν χρημάτων ἔρως μετὰ τῶν χρημάτων κἀκεῖνον ἐπὶ τῆς τοῦ δεδανεικότος ποιεῖ διαπαντὸς περιφέρεσθαι ψυχῆς.

Ἵνα οὖν καὶ ἡμεῖς τῇ ἐλπίδι τῆς ἀποδόσεως ἐσώμεθα διαπαντὸς ἐν ταῖς ὑμετέραις διανοίαις, καὶ ἐν οἰκίᾳ, καὶ ἐν ἀγορᾷ, καὶ ὅπου δ᾽ ἂν ἦτε, διὰ τοῦτο τὰ μὲν ὀφλήματα ὡμολογήσαμεν, τὴν δὲ ἀπόδοσιν ἅπασαν οὐ ποιούμεθα σήμερον, ἵνα τῇ προσδοκίᾳ τῶν λειπομένων ὑπόθεσιν τῆς περὶ ἡμῶν μνήμης παρ᾽ ὑμῖν καταλείψωμεν.