Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν ἀσάφειαν τῶν προφητειῶν

Ἰωάννης ὁ Χρυσόστομος

Η φθαρτότητα της ανθρώπινης φύσεως και ο ηθικός σκοπός της κτίσεως

Χρήση της σωματικής φθοράς ως αντίδοτο στην υπερηφάνεια και τις σαρκικές επιθυμίες. Το κάλλος και η φυσική αδυναμία της κτίσεως ως αποτροπή της ειδωλολατρίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 8 από 10

Κατάστειλον αὐτὸν ζῶντα. Οὐκ οἶδε νῦν, ὅτι γῆ καὶ σποδός ἐστιν. Ὁρᾷ τὴν εὐπρέπειαν τοῦ σώματος, ὁρᾷ τὴν δυναστείαν, τὴν θεραπείαν τῶν κολάκων, τοὺς παρασίτους ἀκολουθοῦντας. Ἱμάτια περίκειται πολυτελῆ, ὄγκον ἀρχῆς περιβέβληται μέγαν, ἡ φαντασία αὐτὸν ἀπατᾷ καὶ ἐπιλαθέσθαι ποιεῖ τῆς φύσεως. Οἴδαμεν, ὅτι γῆ ἐσμεν καὶ σποδός· ἀλλ᾽ ἡμεῖς οἱ σωφρονοῦντες· ἐκεῖνος δὲ οὐκ ἀναμένει τὴν ἀπὸ τοῦ τέλους ἀπόδειξιν, οὐδὲ ἔρχεται πρὸς τὰς σοροὺς καὶ τὰς θήκας τῶν προγόνων, ἀλλὰ πρὸς τὰ παρόντα βλέπει, οὐδὲν τῶν μελλόντων ἐννοεῖ. Δίδαξον αὐτὸν ἐντεῦθεν ἤδη, ὅτι γῆ καὶ σποδός ἐστιν. Ἀνάμεινόν με, φησὶ, καὶ οὐ διδάσκω τοῦτο, ἀλλὰ πολλῷ ἄλλο εὐτελέστερον· ἵν᾽, ὅταν φαντάζηται, ἐπιγινώσκῃ τὴν ἑαυτοῦ εὐτέλειαν· ἵνα ζῶν λάβῃ τὸ φάρμακον. Εἰπὼν γὰρ, Τί ὑπερηφανεύεται γῆ καὶ σποδός; ἐπήγαγεν· Ὅτι καὶ ἐν τῇ ζωῇ αὐτοῦ ἐξουδένωται τὰ ἐνδόσθια αὐτοῦ. Τί ἐστιν, Ὅτι καὶ ἐν τῇ ζωῇ αὐτοῦ ἐξουδένωται τὰ ἐνδόσθια αὐτοῦ; Τάχα ἀσαφὲς τὸ εἰρημένον. Ἐνδόσθια τὰ ἔγκατα λέγει, τὰ σπλάγχνα λέγει, τὴν γαστέρα τὴν γέμουσαν σκυβάλων καὶ πολλῆς ἀκαθαρσίας καὶ δυσωδίας, οὐ κατηγορῶν τῆς φύσεως, ἀλλ᾽ εἰς ταπεινοφροσύνην ἐνάγων· Ὅτι καὶ ἐν τῇ ζωῇ αὐτοῦ ἐξουδένωται. Εἶδες τὸ εὐτελὲς καὶ ἐπίκηρον τῆς οὐσίας;

Μὴ ἀναμείνῃς τὴν ἡμέραν τῆς τελευτῆς, ἵνα μάθῃς σου τὴν ἀσθένειαν· ἔτι μοι ζῶντα τὸν ἄνθρωπον διερεύνησον, καὶ εἰς τὰ ἔγκατα αὐτοῦ διάβηθι τῷ λόγῳ, καὶ πᾶσαν αὐτοῦ τὴν οὐδένειαν ὄψει. Ἀλλὰ μὴ καταπέσῃς· οὐδὲ γὰρ μισῶν ἡμᾶς, ἀλλὰ φειδόμενος οὕτως ἐποίησεν ὁ Θεὸς, προφάσεις ἡμῖν ταπεινοφροσύνης παρέχων μεγάλας. Εἰ γὰρ ἄνθρωπος γῆ ὢν καὶ σποδὸς, ἐτόλμησεν εἰπεῖν, ὅτι Εἰς τὸν οὐρανὸν ἀναβήσομαι· εἰ μὴ τὸν τῆς φύσεως χαλινὸν εἶχε, ποῦ οὐκ ἂν ἐξέπεσε τῇ διανοίᾳ; Ὅταν οὖν ἴδῃς τινὰ πεφυσιωμένον, τὸν αὐχένα ἀνατείνοντα, τὰς ὀφρῦς ἀνασπῶντα, ἐπὶ τοῦ ὀχήματος φερόμενον, ἀπειλοῦντα, εἰς δεσμωτήριον ἐμβάλλοντα, θανάτῳ παραδιδόντα, ἐπηρεάζοντα, εἰπὲ πρὸς αὐτόν· Τί ὑπερηφανεύεται γῆ καὶ σποδός;

Ὅτι καὶ ἐν τῇ ζωῇ αὐτοῦ ἐξουδένωται τὰ ἐνδόσθια αὐτοῦ. Ταῦτα οὐ περὶ ἀνθρώπου μόνον ἰδιώτου, ἀλλὰ καὶ περὶ αὐτοῦ τοῦ καθημένου ἐπὶ τοῦ θρόνου τοῦ βασιλικοῦ ἔστιν εἰπεῖν. Μὴ γὰρ τὴν ἁλουργίδα ἴδῃς, μηδὲ τὸ διάδημα, μηδὲ τὰ ἱμάτια τὰ χρυσᾶ, ἀλλ᾽ αὐτὴν τὴν φύσιν ἐρεύνησον, καὶ οὐδὲν ὄψει πλέον ἔχουσαν τῶν πολλῶν· μᾶλλον δὲ, εἰ βούλει, καὶ τὴν ἁλουργίδα, καὶ τὸ διάδημα, καὶ τὰ ἱμάτια, καὶ πᾶσαν περίελθε τὴν φαντασίαν ἐκείνην, καὶ τούτων αὐτῶν ὄψει πάλιν τὴν γῆν οὖσαν ὑπόθεσιν. Πᾶσα γὰρ δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου. Ἰδοὺ καὶ γῆς εὐτελέστερος ἐφάνη ὁ καλλωπισμὸς ἐκεῖνος ἅπας. Ὁρᾷς πῶς καταστέλλει τὸ φύσημα; πῶς καθαιρεῖ πᾶσαν ἀπόνοιαν ἡ ἔννοια τῆς φύσεως αὐτῆς; Ἀρκεῖ μόνον λογίσασθαι τίνες ἐσμὲν, καὶ πόθεν συνεστήκαμεν, καὶ πᾶσα οἰχήσεται λογισμῶν ἀπόνοια. Διὰ γὰρ τοῦτο ἐκ δύο οὐσιῶν κατεσκεύασεν ἡμᾶς ὁ Θεὸς, ἵν᾽ ὅταν μὲν εἰς ἀπόνοιαν ἐπαρθῇς, καταστείλῃ σε τὸ εὐτελὲς τῆς σαρκός· ὅταν δὲ ἀνάξιόν τι καὶ ἀγεννὲς τῆς δοθείσης σοι παρὰ τοῦ Θεοῦ τιμῆς ἐννοήσῃς, ἀναγάγῃ σε πρὸς τὸν τῶν οὐρανίων δυνάμεων ζῆλον ἡ τῆς ψυχῆς εὐγένεια.

ζʹ. Οὐκ εἰς ἀναίρεσιν δὲ ἀπονοίας μόνον ἐπιτηδεία ἡ ἐπίσκεψις τῆς φύσεως ἀλλὰ κἂν ἑτέρα τις ἐπιθυμία διενοχλῇ, κἂν ἡ τῶν χρημάτων, κἂν ἡ τῶν σωμάτων, ἡ ἄτοπος αὕτη καὶ εἰς ἀσέλγειαν ἐκκαλουμένη, ἀπόχρη τοῦτο εἰς παραμυθίαν τοῦ πάθους. Ὅταν οὖν ἴδῃς γυναῖκα εὔμορφον, λάμποντα ἔχουσαν ὀφθαλμὸν, φαιδρὸν, στίλβουσαν ἀπὸ τῆς παρειᾶς, ἀμήχανόν τινα ὥραν ἐπὶ τῆς ὄψεως φέρουσαν, φλέγουσάν σου τὸν λογισμὸν, καὶ τὴν ἐπιθυμίαν αὔξουσαν, ἐννόησον ὅτι γῆ τὸ θαυμαζόμενον, ὅτι σποδὸς τὸ ἐκκαῖον, καὶ παύσεται λυττῶσα ἡ ψυχή· ἀνακάλυψον αὐτῆς τὸ δέρμα τῆς ὄψεως, καὶ τότε πᾶσαν αὐτὴν ὄψει τῆς εὐμορφίας τὴν εὐτέλειαν· μὴ στῇς μέχρι τῆς ἐπιφανείας, ἀλλ᾽ ἐνδοτέρω διάβηθι τῷ λογισμῷ, καὶ οὐδὲν ἕτερον εὑρήσεις, ἀλλ᾽ ἢ ὀστᾶ καὶ νεῦρα καὶ φλέβας. Ἀλλ᾽ οὐκ ἀρκεῖ ταῦτα; Λόγισαί μου ταύτην ἀλλοιουμένην, γηράσκουσαν, ἀῤῥωστοῦσαν, ὑφιζάνοντας ὀφθαλμοὺς, καὶ κοιλαινομένας παρειὰς, ἅπαν καταῤῥέον τὸ ἄνθος ἐκεῖνο· ἐννόησον τί θαυμάζεις, καὶ αἰσχύνθητί σου τὴν κρίσιν. Πηλὸν θαυμάζεις καὶ σποδὸν, καὶ κόνις σε ἐκκαίει καὶ τέφρα. Οὐ κατηγορῶν τῆς φύσεως ταῦτα λέγω· μὴ γένοιτο· οὐ κακίζων, οὐδὲ εἰς εὐτέλειαν ἐμβάλλων, ἀλλὰ φάρμακα τοῖς νοσοῦσι κατασκευάζων.

Διὰ τοῦτο ὁ Θεὸς τοιαύτην αὐτὴν ἐποίησεν, οὕτως εὐτελῆ, ἵνα καὶ τὴν οἰκείαν δύναμιν ἐπιδείξηται, καὶ τὴν κηδεμονίαν τὴν περὶ ἡμᾶς, τῇ τῆς φύσεως μὲν εὐτελείᾳ πρὸς ταπεινοφροσύνην ἐνάγων, καὶ πᾶσαν τὴν ἐπιθυμίαν ἡμῶν καταστέλλων, τὴν δὲ σοφίαν δεικνὺς τὴν ἑαυτοῦ, ὡς καὶ ἐν πηλῷ τοσοῦτον ἰσχύων ἐξασκῆσαι κάλλος. Ὥστε ὅταν ἐξευτελίσω τὴν οὐσίαν, τότε ἐκκαλύπτω τὴν τέχνην τοῦ Δημιουργοῦ. Ὥσπερ γὰρ ἀνδριαντοποιὸν τότε μᾶλλον θαυμάζομεν, οὐχ ὅταν ἐκ χρυσίου καλὸν ἡμῖν δείξῃ τὸν ἀνδριάντα, ἀλλ᾽ ὅταν ἐκ πηλοῦ τῆς ὕλης ὑποκειμένης ἀπηρτισμένην καὶ ἀκριβῆ τὴν εἰκόνα ἐργάζηται οὕτω καὶ τὸν ἀριστοτέχνην Θεὸν ἐκπληττόμεθα καὶ δοξάζομεν, ὅτι ἐν σποδῷ καὶ πηλῷ κάλλος ἀμήχανον καὶ σοφίας ἀῤῥήτου τινὸς ἐπίδειξιν τοῖς σώμασιν ἡμῶν ἐναπέθετο.

Καὶ τοῦτο οὐκ ἐν τῷ σώματι μόνον τῷ ἡμετέρῳ, ἀλλὰ καὶ ἐν πάσῃ τῇ κτίσει ἐποίησεν. Εὐτελεῖς γὰρ πολλαχοῦ παραγαγὼν τὰς οὐσίας, καὶ τῆς οἰκείας τέχνης δεῖγμα σαφὲς ἐγκατέθηκε, καὶ τῆς τῶν οὐσιῶν ἀσθενείας ἔλεγχόν τινα ἐγκατέμιξεν· ἵνα διὰ μὲν τὴν τέχνην καὶ τὸ κάλλος θαυμάζῃς τὸν Δημιουργὸν, διὰ δὲ τὴν ἀσθένειαν καὶ τὴν εὐτέλειαν τῆς φύσεως καὶ τῆς οὐσίας μὴ προσκυνήσῃς τὰ γενόμενα. Φαιδρὸς ὁ ἥλιος λάμπων, καὶ πᾶσαν καταυγάζει τὴν οἰκουμένην· ἀλλ᾽ ἐλθούσης τῆς νυκτὸς ἐκλείπει. Τί γὰρ, φησὶ, φωτεινότερον ἡλίου; Ἀλλὰ καὶ τοῦτο ἐκλείπει· οὐκ ἐν νυκτὶ δὲ μόνον, ἀλλὰ καὶ ἐν ἡμέρᾳ. Καὶ διὰ τοῦτο πολλάκις καὶ ἐν ἡμέρᾳ ἥλιος ἐξέλιπεν, ἵνα θαυμάζῃς μὲν διὰ τὴν τέχνην τὸν Δημιουργὸν, μὴ προσκυνήσῃς δὲ διὰ τὴν ἀσθένειαν τὸ γενόμενον. Ὁρᾷς τὸν οὐρανὸν τοῦτον, ἡλίκον ἐστὶ σῶμα; πῶς καλόν; πῶς ἀποστίλβον, καὶ τῶν ἡμετέρων βέλτιον σωμάτων κατὰ τὴν ἐπιφάνειαν; Ἀλλ᾽ ἄψυχόν ἐστιν. Εἶδες καὶ τῆς τέχνης τὴν ἐπίδειξιν, καὶ τῆς ἀσθενείας τὸν ἔλεγχον; ὁρᾷς ἑκατέρωθέν σοι τὰ ὀχυρώματα κείμενα; Ἵνα γὰρ μὴ καταγινώσκῃς τοῦ Δημιουργοῦ ὡς ἀσθενοῦς, καλὰ ἐποίησεν· ἵνα δὲ μὴ προσκυνῇς τὰ γενόμενα ὡς θεοὺς, ἀσθενῆ ταῦτα ἐκ μέρους εἰργάσατο. Ταῦτα μέμνησθε διηνεκῶς.

Διὰ τοῦτο Γραφὰς ἑρμηνεύομεν, οὐχ ἵνα Γραφὰς μάθητε μόνον, ἀλλ᾽ ἵνα καὶ τὰ ἤθη διορθώσητε. Ἂν γὰρ τοῦτο μὴ γένηται, περιττῶς ἀναγινώσκομεν, περιττῶς ἐξηγούμεθα. Ὥσπερ γὰρ ἀθλητὴς εἰς παλαίστραν εἰσιὼν ἀλειφόμενος καὶ ἀπολαύων τῶν χειρῶν τοῦ παιδοτρίβου, ἂν τοῦ ἀγῶνος παραγενομένου ἐλέγξῃ ἐκείνην τὴν τέχνην, περιττῶς εἰσήχθη εἰς τὴν παλαίστραν· οὕτως ἂν ἐνταῦθα παραγινόμενοι, καὶ μανθάνοντες τὰ παλαίσματα πάντα καὶ τὰς λαβὰς τοῦ διαβόλου, τοῦ καιροῦ τῶν ἀγώνων ἐλθόντος ὑποσκελισθῆτε, ἢ εὔμορφον ὄψιν ἰδόντες, ἢ πρὸς ἀπόνοιαν ἐπαρθέντες, ἢ ἑτέρῳ τινὶ πονηρῷ χειρωθέντες λογισμῷ, μάτην ἐνταῦθα εἰσήλθετε. Μέμνησθε τοίνυν τῶν λόγων, οὐ τῶν κατὰ τῆς φύσεως τῆς ἡμετέρας, ἀλλὰ τῶν κατὰ τῆς ἐπιθυμίας τῆς ἀκολάστου. Οὐ φύσεως ἔγκλημα τὰ εἰρημένα, ἀλλὰ ἐπιθυμίας τὰ λεγόμενα.