Ἐκ γὰρ τῶν λόγων σου δικαιωθήσῃ, φησὶ, καὶ ἐκ τῶν λόγων σου κατακριθήσῃ. Ταῦτα οὐχ ὑπὲρ τῶν κακῶς ἀκουόντων, ἀλλ᾽ ὑπὲρ τῶν κακῶς λεγόντων δεδοικὼς λέγω καὶ διαμαρτύρομαι. Ὁ μὲν γὰρ κακῶς ἀκούσας, οὐδὲν ἐπηρέασται, οὐδὲ ἐβλάβη· ἀλλ᾽ ἂν μὲν ψευδῆ ᾖ τὰ περὶ αὐτοῦ λεγόμενα, καὶ μισθὸν ἔχει· ἂν δὲ ἀληθῆ, οὐδὲν οὐδὲ οὕτως ἐπηρέασται παρὰ τὴν σὴν κατηγορίαν. Οὐδὲ γὰρ ἀπὸ τῆς σῆς λοιδορίας οἴσει τότε τὴν ψῆφον αὐτῷ ὁ δικάζων. Εἰ δὲ χρή τι καὶ θαυμαστὸν εἰπεῖν, καὶ τὰ μέγιστα κερδανεῖ γενναίως φέρων τὴν βλασφημίαν, ὥσπερ οὖν καὶ ὁ τελώνης· ὁ δὲ κακῶς λέγων, ἄν τε ἀληθῆ κακῶς εἴπῃ τὸν πλησίον, τὰ μέγιστα ἠδίκηται. Καὶ ὅτι μὲν ὁ συκοφαντῶν ἀπόλωλεν, οὐδὲ ἀποδείξεως χρεία· ὅτι δὲ, κἂν ἀληθῆ λέγῃ, φορτικώτερον ἑαυτῷ ποιεῖ τὸ δικαστήριον, ἐκπομπεύων τὰς τοῦ πλησίον συμφορὰς, καὶ σκανδάλων αἴτιος γινόμενος, ἃ κρύπτειν δέον, ἐκκαλύπτων ἅπασι, καὶ κηρύττων τὰ ἁμαρτήματα τοῦ πλησίον, παντί που δῆλόν ἐστιν. Εἰ γὰρ ἕνα τις σκανδαλίσας, ἀπαραίτητον δώσει τιμωρίαν, ὁ μυρίους σκανδαλίζων διὰ τῆς πονηρᾶς φήμης, πόσην οὐχ ὑποστήσεται κόλασιν; Καὶ γὰρ ὁ Φαρισαῖος οὐκ ἐψεύδετο, ἀλλ᾽ ἀληθῆ ἔλεγε, τελώνην καλῶν τὸν τελώνην, ἀλλ᾽ ὅμως δίκην ἔδωκε. Ταῦτ᾽ οὖν εἰδότες, ἀγαπητοὶ, φεύγωμεν τὸ κατηγορεῖν. Οὔτε γὰρ ταύτης χαλεπωτέρα, οὔτε εὐκολωτέρα ἐστὶν ἁμαρτία.