γʹ. Πῶς μὲν οὖν ἀπάτωρ καὶ ἀμήτωρ ὁ Μονογενὴς Υἱὸς τοῦ Θεοῦ, ἱκανῶς ἀποδέδεικται, καὶ πῶς ἀγενεαλόγητος ἑκατέραν τὴν γέννησιν· λοιπὸν δὲ πρὸς τὸ ἐπεῖγον ἀπαγάγωμεν, τὸν λόγον τὸν περὶ τοῦ Μελχισεδὲκ εἰς ἑτέραν ἡμέραν ἀναβαλλόμενοι, καὶ διαναστήσωμεν τὴν ἀκοὴν, προφητικῶν μέλλοντες ἀκούειν αἰνιγμάτων. Αἰνίγμασι γὰρ ἔοικε τὰ προφητικὰ, καὶ πολλὴ δυσκολία ἐν τῇ παλαιᾷ Διαθήκῃ, καὶ δυσεπίληπτα τὰ βιβλία· ἡ δὲ Καινὴ σαφεστέρα καὶ εὐκολωτέρα. Καὶ τίνος ἕνεκεν, φησὶ, ταῦτα οὕτω διατετύπωται, καίτοι ἡ Καινὴ περὶ μειζόνων διαλέγεται πραγμάτων, περὶ βασιλείας οὐρανῶν, καὶ σωμάτων ἀναστάσεως, καὶ τῶν ἀποῤῥήτων ἀγαθῶν, ἃ καὶ ἀνθρώπινον ὑπερβαίνει νοῦν; Τίς οὖν ἡ αἰτία τοῦ τὰς προφητείας ἀσαφεῖς εἶναι; Πολλὰ προλέγουσιν Ἰουδαίοις αὗται κακά· καὶ ὅτι ἐκβληθήσονται μὲν ἐκεῖνοι, ἡμεῖς δὲ εἰσδεχθησόμεθα· καὶ ὅτι καταλυθήσεται μὲν ὁ ναὸς, καὶ οὐκέτι λοιπὸν ἀναστήσεται, πεσεῖται δὲ τὰ Ἱεροσόλυμα, καὶ πᾶσιν ἔσται βατά· Ἰουδαῖοί τε πλανῆται γενόμενοι, πανταχοῦ τῆς οἰκουμένης διασπαρήσονται, καὶ τῆς πόλεως ἐκπεσόντες, οὐδὲ τὴν πολιτείαν ἕξουσι λοιπὸν τὴν ἀρχαίαν, ἀλλὰ πάντα αὐτῶν ἀφαιρεθήσεται τὰ πρότερα, καὶ προφητεῖαι, καὶ θυσίαι, καὶ ἱερωσύνη, καὶ βασιλεία. Οὐ μόνον δὲ ταῦτα, ἀλλὰ καὶ ἄλλα πολλὰ τοιαῦτα προέλεγον οἱ προφῆται, μυρίας τραγῳδίας τοῖς οἰκείοις ἐγκαταμιγνύντες βιβλίοις.