Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν ἀσάφειαν τῶν προφητειῶν

Ἰωάννης ὁ Χρυσόστομος

Η παιδαγωγική λειτουργία του Νόμου και το κάλυμμα του Μωυσή

Ανάλυση του καλύμματος στο πρόσωπο του Μωυσή, η ανάδειξη του Νόμου ως παιδαγωγού προς τον Χριστό και η αναίρεση των αιρετικών αντιλήψεων. Κατακλείδα του πρώτου λόγου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 4 από 10

ϛʹ. Οὐκ ἀπὸ τούτων δὲ μόνον ἡμῖν ἔσται φανερὸν, ὅτι τολμηρὸν ἦν παρὰ Ἰουδαίοις καὶ ψυχῆς ῥιψοκινδύνου, τὴν ἐσομένην τοῖς ἔθνεσι τιμὴν καὶ δόξαν, καὶ τὴν διαδεξομένην ἐκείνους ἀτιμίαν λέγειν, ἀλλὰ καὶ ἐκ τῶν Παύλου ῥημάτων. Οὗτος γοῦν ἰδών τινα προφήτην μικρὸν παρανοίξαντά τι τῆς προῤῥήσεως ταύτης, καὶ σαφέστερον τῶν ἄλλων εἰπόντα, καὶ τὰ ἡμέτερα ἀγαθὰ, καὶ τὰ ἐκείνων κακὰ, ἐξεπλάγη καὶ ἐθαύμασε τῆς τόλμης αὐτὸν, οὕτως εἰπών· Ἡσαΐας δὲ ἀποτολμᾷ, καὶ λέγει· Εὑρέθην τοῖς ἐμὲ μὴ ζητοῦσιν, ἐμφανὴς ἐγενόμην τοῖς ἐμὲ μὴ ἐπερωτῶσιν.

Εἶπον, Ἰδού εἰμι, τῷ ἔθνει, οἳ οὐκ ἐκάλεσαν τὸ ὄνομά μου. Καίτοι, εἰ μὴ κίνδυνος ἐκ τῆς προῤῥήσεως ἠκολούθει, τίνος ἕνεκεν εἶπε Παῦλος, Ἡσαΐας δὲ ἀποτολμᾷ, καὶ λέγει· Εὑρέθην τοῖς ἐμὲ μὴ ζητοῦσιν; Μεγίστη ὄντως κατηγορία Ἰουδαίων. Οἱ μὴ ζητοῦντες εὗρον, καὶ οἱ ζητοῦντες ἀπέτυχον· οἱ μὴ ἀκούσαντες ἐπίστευσαν, καὶ οἱ ἀκούσαντες ἐσταύρωσαν.

Διὰ ταῦτα τολμητὴν ἐκάλεσε τὸν Ἡσαΐαν. Καὶ γὰρ ὄντως μεγίστης τόλμης ἦν, ἐν μέσῳ τῶν κατηγορουμένων ἑστῶτα, ἀφειδῶς ποιεῖσθαι τὰς κατηγορίας, καὶ ἐκείνους μὲν τῆς τιμῆς φανερῶς ἐκβάλλειν διὰ τῆς προφητείας, ἑτέρους δὲ εἰσάγειν εἰς τὴν ὀφειλομένην ἐκείνοις δόξαν. Τὸ δικαστήριον τῶν ἀκουόντων κατηγόρους εἶχε πάντας. Τίς δὲ ἐν δικασταῖς ἐχθροῖς διαφεύγειν δύναται κίνδυνον; Διὰ τοῦτο, φησὶν, Ἀποτολμᾷ καὶ λέγει.

Ἀλλ᾽ ἔτι τοῦτο ὑμῖν σαφέστερον ἀποδεῖξαι βούλομαι. Διὰ τοῦτο περὶ Ἰουδαίων καὶ ἡμῶν ἀσαφῶς ἐν ταῖς Γραφαῖς εἴρηται, ἵνα μὴ πρὸ καιροῦ συνῶσι τῶν λεγομένων Ἰουδαῖοι. Καὶ τούτου παράγω μάρτυρα τὸν μεγαλοφωνότατον Παῦλον, τὸν ἄνωθεν φθεγγόμενον, τὴν σάλπιγγα τῶν οὐρανῶν, τὸ σκεῦος τῆς ἐκλογῆς, τὸν νυμφαγωγὸν τοῦ Χριστοῦ. Ἡρμοσάμην γὰρ ὑμᾶς, φησὶν, ἑνὶ ἀνδρὶ παρθένον ἁγνὴν παραστῆσαι τῷ Χριστῷ. Τοῦτον ὑμῖν παράγω μάρτυρα φανερῶς λέγοντα, ὅτι διὰ τοῦτο συνεσκίασταί τινα τῶν ἐν τῇ Παλαιᾷ, οὐχὶ πάντα. Εἰ γὰρ πάντα ἀσαφῆ ἔμελλεν εἶναι, περιττῶς εἴρητο τοῖς τότε. Αἱ γὰρ προφητεῖαι ἔχουσι καὶ πολέμους προσκαίρους τοὺς τότε, καὶ λοιμοὺς, καὶ λιμούς· ἔχουσι δὲ καὶ τὰ σήμερον ἐκβάντα, τῆς Ἐκκλησίας τὴν κλῆσιν, τῆς συναγωγῆς τὴν ἀποβολὴν, τοῦ νόμου τὴν κατάργησιν. Ταῦτα δὲ οὐκ ἐβούλετο αὐτοὺς εἰδέναι· ἐκεῖνα δὲ ἤθελε τὰ ἐν τοῖς καιροῖς συμβαίνοντα τοῖς αὐτῶν. Καὶ τοῦτο αὐτὸ ἀποδεῖξαι πειράσομαι· ὅτι ταῦτα μόνα ἀσαφῆ ἐποίησε γενέσθαι, τὰ περὶ ἡμῶν καὶ τῆς συναγωγῆς, τὰ νῦν ἐκβάντα, καὶ τὴν τοῦ νόμου κατάργησιν· τοῦτο δὲ αὐτοὺς οὐκ ἔδει εἰδέναι ἐκ τότε. Εἰ γὰρ ἐξ ἀρχῆς ἔμαθον, ὅτι πρόσκαιρος ὁ νόμος, πάντως ἂν αὐτοῦ κατεφρόνησαν· διὰ τοῦτο αὐτὸν συνεσκίασε μόνον.

Ὅτι γὰρ οὐ πᾶσα προφητεία ἀσαφὴς ἦν, ἀλλὰ τοῦτο μόνον περιέσταλτο τὸ μέρος, ἄκουσον τοῦ Παύλου σαφῶς ἀμφότερα ταῦτα ἡμῖν ἐνδεικνυμένου, καὶ ὅτι συνεσκίαστο ὁ νόμος, καὶ ὅτι κατὰ τοῦτο μόνον τὸ μέρος. Κορινθίοις γὰρ ἐπιστέλλων, οὕτω πώς φησιν· Ἔχοντες οὖν τοιαύτην ἐλπίδα, πολλῇ παῤῥησίᾳ χρώμεθα, καὶ οὐ καθάπερ Μωϋσῆς ἐτίθει κάλυμμα ἐπὶ τὸ πρόσωπον αὐτοῦ, ὥστε μὴ ἀτενίσαι τοὺς υἱοὺς Ἰσραὴλ εἰς τὸ τέλος τοῦ καταργουμένου, ἀλλ᾽ ἐπωρώθη τὰ νοήματα αὐτῶν. Ἄχρι γὰρ σήμερον κάλυμμα ἐπὶ τῇ ἀναγνώσει τῆς Παλαιᾶς Διαθήκης μένει, μὴ ἀνακαλυπτόμενον, ὅτι ἐν Χριστῷ καταργεῖται. Τάχα ἀσαφὲς τὸ εἰρημένον· οὐκοῦν ἀναγκαῖον αὐτὸ ποιῆσαι σαφέστερον, τῆς ἱστορίας αὐτῆς ὑμᾶς ἀναμνήσας. Ἐπειδὴ γὰρ λαβὼν τὰς πλάκας ἐν τῷ ὄρει ἔμελλε καταβαίνειν ὁ Μωϋσῆς, δόξα τις ἀπόῤῥητος καὶ θαυμαστὴ τῆς ἁγίας ἐκείνης ἐξέλαμψεν ὄψεως τοιαύτη, ὡς μηδένα τῶν πολλῶν αὐτῷ δύνασθαι προσιέναι καὶ διαλέγεσθαι. Ἵνα οὖν μὴ διὰ παντὸς ἀπρόσιτος ᾖ τῷ δήμῳ, κάλυμμα ἐπὶ τῆς ὄψεως ἐπιτιθεὶς, παρεῖχε μετὰ ἀδείας τοῖς Ἰουδαίοις αὐτῷ συγγίνεσθαι. Καὶ τῷ δήμῳ μὲν ὁμιλῶν εἶχε τὸ κάλυμμα, πρὸς δὲ τὸν Θεὸν ἐπιστρέφων ἀπετίθει τοῦτο πάλιν.

Τοῦτο δὲ συνέβαινεν, ὁμοῦ μὲν ἵνα ἀξιόπιστος ὁ νομοθέτης φαίνηται τοῖς μέλλουσι τὸν δι᾽ αὐτοῦ κομιζόμενον δέχεσθαι νόμον, ὁμοῦ δὲ ἵνα καὶ ὁ τῆς ἀληθείας ἐν αὐτῷ προδιαγραφῇ τύπος, καὶ διαγραφῇ τῆς κατὰ Χριστὸν οἰκονομίας ἄνωθεν ἡ αἰτία.

Ἐπειδὴ γὰρ ἔμελλόν τινες λέγειν. Τίνος ἕνεκεν οὐ γυμνῇ τῇ θεότητι παρεγένετο ὁ Χριστὸς, ἀλλὰ σάρκα περιεβάλ[λ]ετο; ἄνωθεν διὰ τῆς ὄψεως τοῦ δούλου πᾶσι τούτοις ἀπελογήσατο. Εἰ γὰρ τὴν τοῦ δούλου δόξαν οὐκ ἤνεγκαν ἰδεῖν τὴν ἐπιγενομένην ὕστερον Ἰουδαῖοι, πῶς ἂν γυμνὴν τὴν θεότητα μετὰ ταῦτα ἰδεῖν ὑπέμειναν;

ζʹ. Οὐ τοῦτο δὲ μόνον τὸ κάλυμμα ἡμῖν ἐνδείκνυται ἐκεῖνο, ἀλλ᾽ ὅτι καὶ ταῦτα πάσχουσιν οἱ Ἰουδαῖοι ἐπὶ τοῦ νόμου, ἅπερ ἔπασχον ἐπὶ τῆς ὄψεως Μωϋσέως τότε. Καθάπερ γὰρ οὐχ ἑώρων τῆς ὄψεως τοῦ νομοθέτου τὴν δόξαν, τοῦ παραπετάσματος ἐκείνου παρεμβεβλημένου μέσον, οὕτως οὐδὲ τὴν νόμου δόξαν δύνανται νῦν κατιδεῖν. Τοῦτο δὲ καὶ πρὸς αἱρετικοὺς ἀναγκαῖον ἡμῖν. Καὶ γὰρ νομίσαντες κατηγορίαν εἶναι τοῦ νόμου τὰ εἰρημένα, κατεδέξαντο τῆς Ἐπιστολῆς τὸ χωρίον τοῦτο· καὶ ἐπειδὴ ἤκουσαν, ὅτι κάλυμμα ἔχει ὁ νόμος, καὶ ὅτι καταργεῖται, νομίσαντες εἶναι διαβολὴν, ἀφῆκαν τὰ γράμματα, ἵνα τοῖς οἰκείοις ἁλῶσιν ἐπιχειρήμασιν. Αὐτὸ γὰρ τοῦτο δείκνυσι μέγαν ὄντα τὸν νόμον. Ὥσπερ γὰρ τότε οὐκ ἦν κατηγορία Μωϋσέως τὸ κάλυμμα ἔχειν ἐπὶ τῆς ὄψεως, ἀλλ᾽ ἀσθένεια τῶν Ἰουδαίων, Μωϋσέως δὲ καὶ ἐγκώμιον μέγιστον ἦν, ὅτι τοιαύτην εἶχεν ἐπὶ τῆς ὄψεως δόξαν, ὡς καὶ παραπετάσματος δεηθῆναι πρὸς τοὺς ὁμοδούλους· οὕτω καὶ ἐπὶ τοῦ νόμου συνέβη. Εἰ γὰρ μὴ δόξαν εἶχεν ἀπρόσιτον ὁ νόμος, οὐκ ἂν ἐδεήθη καλύμματος.

Ὅταν οὖν λέγῃ, ὅτι Κάλυμμα ἐπὶ τῆς ἀναγνώσεως τῆς Παλαιᾶς Διαθήκης μένει, τὴν ἀσάφειαν αὐτοῦ φησιν· ὅταν δὲ λέγῃ, Μὴ ἀνακαλυπτόμενον, ὅτι ἐν Χριστῷ καταργεῖται, τὸ μέρος, ὅπερ ἐστὶν ἀσαφὲς, ὁ νόμος ἡμῖν ἐπέδειξεν. Οὐ γὰρ ἐκεῖνο ἀσαφὲς ἦν τοῦ νόμου τὸ μέρος, ὅπερ εἰς βίον ἡμῖν συνετέλει καὶ πολιτείαν· ἐπεὶ περιττῶς ἂν ἐδόθη· ἀλλ᾽ ἐκεῖνα μόνα συνεσκίαστο τὰ μέρη, δι᾽ ὧν ἐδυνάμεθα μαθεῖν, ὅτι διὰ τοῦ Χριστοῦ καταργεῖται.

Καὶ γὰρ καὶ τοῦτο τῆς τοῦ Θεοῦ σοφίας ἔργον, τὸ τὸν νόμον αὐτὸν εἰσαγαγεῖν λέγοντα περὶ αὐτοῦ, ὅτι Χριστὸς ἐλθὼν αὐτὸν καταργήσει, καὶ ὅτι ἐν αὐτῷ παυθήσεται. Αὐτὸ οὖν τοῦτο τὸ μέρος τοῦ νόμου τὸ λέγον, ὅτι ἐν Χριστῷ καταργεῖται ὁ νόμος, τοῦτο ἀσαφὲς μόνον ἦν. Καὶ τοῦτο αὐτὸ δηλῶν ὁ μέγας Παῦλος, ἐπήγαγε· Μὴ ἀνακαλυπτόμενον, ὅτι ἐν Χριστῷ καταργεῖται. Ἵνα γὰρ μὴ ἀκούσας, ὅτι Κάλυμμα ἐπὶ τῇ ἀναγνώσει τῆς Παλαιᾶς Διαθήκης μένει, ὅλην αὐτὴν ἀσαφῆ καὶ συνεσκιασμένην εἶναι νομίσῃς, τῇ ἐπαγωγῇ ταύτην διώρθωσε τὴν ὑπόνοιαν.

Εἰπὼν γὰρ, Κάλυμμα ἐπὶ τῇ ἀναγνώσει τῆς Παλαιᾶς Διαθήκης μένει, ἐπήγαγε, Μὴ ἀνακαλυπτόμενον, ὅτι ἐν Χριστῷ καταργεῖται. Τοῦτο αὐτὸ, φησὶν, οὐκ ἀνεκαλύφθη, ὅτι μέλλει ἐν Χριστῷ καταργεῖσθαι· οὐκ ἀνεκαλύφθη δὲ τοῖς μὴ προσελθοῦσι τῇ πίστει· ὡς ὅ γε προσελθὼν, καὶ τῆς τοῦ ἁγίου Πνεύματος χάριτος ἀπολαύσας, οὐκέτι μετὰ παραπετάσματος βλέπει τὸν νόμον, ἀλλὰ γυμνὴν αὐτοῦ καθορᾷ τὴν δόξαν. Δόξα δὲ νόμου, τὸ δυνηθῆναι διδάξαι, ὅτι ἐν Χριστῷ καταργεῖται, ἵνα καὶ τοῦτο μάθῃς. Εἶδες τοῦ νόμου τὴν δόξαν; Δόξα δέ ἐστιν ἀληθὴς ἐκείνου, ὅταν σε πρὸς τὸν Χριστὸν παιδαγωγῆσαι δυνηθῇ· παιδαγωγεῖ δὲ, ἐπειδὰν δείξῃ αὐτὸν καταργούμενον.

Ὥστε καὶ ἐντεῦθεν καιρία τοῖς αἱρετικοῖς ἡ πληγὴ γέγονεν. Εἰ γὰρ ἐναντίος ἦν ὁ νόμος καὶ πολέμιος τοῦ Χριστοῦ, καὶ μὴ παρ᾽ ἐκείνου δοθεὶς, οὐκ ἔδει Παῦλον δόξαν αὐτοῦ καλέσαι, τῷ δυνηθῆναι παιδεῦσαι τοὺς προσιόντας αὐτῷ, ὅτι διὰ Χριστοῦ καταρκεῖται.

Εἰ πονηρὸς ἦν ὁ νόμος πάλιν, οὐκ ἔδει τὸ κάλυμμα αὐτοῦ ἀφαιρεθῆναι, ἀλλὰ μένειν αὐτὸν καὶ μετὰ τὴν χάριν συνεσκιασμένον. Εἰ δὲ τοῦτο τῆς χάριτος ἔργον, τὸ διορατικωτέρους ποιεῖν τοὺς προσιόντας πρὸς τὴν τοῦ νόμου κατάληψιν, ὥστε ἐκεῖθεν τὰς ἀρχὰς καὶ τὰς ἀφορμὰς πάσας λαμβάνειν τῆς πρὸς τὸν Χριστὸν πίστεως· τί μεῖζον τούτου τεκμήριον τῆς τοῦ νόμου συγγενείας τῆς πρὸς τὴν χάριν εἴποι τις ἂν, ἀλλ᾽ ἢ ὅταν μὲν Χριστὸς ἀνοίγῃ τοὺς ὀφθαλμοὺς τῶν αὐτῷ προσιόντων, ὥστε δυνηθῆναι κατιδεῖν τοῦ νόμου τὴν ἀγωγὴν, ἐκείνη δὲ φανεῖσα καὶ γενομένη δήλη, παραπέμψαι μετὰ πολλῆς τῆς εὐκολίας δυνήσεται τοὺς συνιέντας τὰ Χριστοῦ;

Ταῦτα γὰρ οὔτε τὸν Χριστὸν τῷ νόμῳ μαχόμενον δείκνυσιν, οὔτε τὸν νόμον πολεμοῦντα τῷ Ἰησοῦ, ἀλλὰ τοὐναντίον ἅπαν, τὸν μὲν προοδοποιοῦντα τῇ μεγάλῃ ταύτῃ φιλοσοφίᾳ, τὸν δὲ ἐκεῖθεν αὐτοὺς παραλαμβάνοντα καὶ πρὸς ἄκραν ἄγοντα κορυφήν. Ὑπὲρ δὲ τούτων ἁπάντων εὐχαριστήσωμεν τῷ φιλανθρώπῳ Θεῷ, τῷ κατὰ τὸν προσήκοντα καιρὸν ἕκαστα οἰκονομοῦντι, καὶ πολυτρόπως τὴν ἡμετέραν πραγματευομένῳ σωτηρίαν, καὶ τῆς αὐτοῦ φιλανθρωπίας καὶ τῆς τοσαύτης προνοίας ἀξίαν κατὰ δύναμιν ἐπιδειξώμεθα πολιτείαν, ἵνα καὶ τῶν μελλόντων ἐπιτύχωμεν ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι᾽ οὗ καὶ μεθ᾽ οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, τιμὴ, κράτος, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.