Ἰδοὺ γὰρ, ἐπίστευσεν ὁ ἐξ ἐθνῶν, βλέπων τὰ σημεῖα τῶν Ἰουδαίων. Πῶς εἶχον πάλιν ἐπαγαγέσθαι τὸν Ἰουδαῖον οἱ ἀπόστολοι, εἰ μὴ ἔμελλον αὐτῷ διδάσκαλον οἴκοθεν παρέχειν τὸν προφήτην; Εἰ γὰρ εἰς Ἀθήνας εἰσελθὼν ὁ Παῦλος ἐπιγράμματος ἐδεήθη ἐγκεκολαμμένου βωμῷ, καὶ τὴν διδασκαλίαν ἐξ ἐκείνου πρὸς αὐτοὺς ἐποιήσατο, τοῖς οἰκείοις αὐτῶν ὅπλοις εὐκολώτερον αἱρήσειν προσδοκῶν, ὅπερ καὶ ἐγένετο· πολλῷ μᾶλλον Ἰουδαίοις διαλεγόμενος ἐδεῖτο συμμαχίας τῆς ἀπὸ τῶν προφητῶν, ὥστε μὴ καὶ ἐκείνους ἐγκαλεῖν, ὅτι καινά τινα καὶ ξενίζοντα εἰσφέρει εἰς τὰς ἀκοὰς αὐτῶν. Καὶ διὰ τί, φησὶν, οὐκ ἦν μία φωνὴ, καὶ πάσης ἦμεν ἀπηλλαγμένοι τῆς δυσκολίας; Μία φωνὴ τὸ παλαιὸν ἦν, ὦ ἄνθρωπε, καὶ ὥσπερ μία φύσις ἀνθρώπων, καὶ μία φωνὴ πάντων ἦν. Οὐκ ἦν ἑτερόγλωσσος ἀπ᾽ ἀρχῆς, οὐκ ἦν ἑτερόφωνος, οὐκ ἦν Ἰνδὸς, οὔτε Θρᾲξ, οὔτε Σκύθης, ἀλλὰ πάντες μιᾷ διελέγοντο γλώσσῃ. Τί οὖν γέγονε τὸ αἴτιον; φησίν. Ἀνάξιοι τῆς μιᾶς ταύτης φωνῆς ἐφάνημεν ἡμεῖς, οἱ ἀγνώμονες ἀεὶ περὶ τὸν εὐεργέτην. Τί λέγεις; φωνῆς ἀνάξιοι ἐφάνημεν; καὶ τὰ μὲν ἄλογα τὴν οἰκείαν φωνὴν ἔχει πάντα· βληχᾶται πρόβατα, μηκῶνται αἶγες, μυκᾶται ταῦρος, χρεμετίζει ἵππος, βρύχεται λέων, ὠρύεται λύκος, συρίζει δράκων· ἕκαστον τῶν ἀλόγων τὸν οἰκεῖον φθόγγον διετήρησεν, ἐγὼ δὲ μόνος τῆς οἰκείας ἀπεστέρημαι φωνῆς;