ζʹ. Οὐκ εἰς ἀναίρεσιν δὲ ἀπονοίας μόνον ἐπιτηδεία ἡ ἐπίσκεψις τῆς φύσεως ἀλλὰ κἂν ἑτέρα τις ἐπιθυμία διενοχλῇ, κἂν ἡ τῶν χρημάτων, κἂν ἡ τῶν σωμάτων, ἡ ἄτοπος αὕτη καὶ εἰς ἀσέλγειαν ἐκκαλουμένη, ἀπόχρη τοῦτο εἰς παραμυθίαν τοῦ πάθους. Ὅταν οὖν ἴδῃς γυναῖκα εὔμορφον, λάμποντα ἔχουσαν ὀφθαλμὸν, φαιδρὸν, στίλβουσαν ἀπὸ τῆς παρειᾶς, ἀμήχανόν τινα ὥραν ἐπὶ τῆς ὄψεως φέρουσαν, φλέγουσάν σου τὸν λογισμὸν, καὶ τὴν ἐπιθυμίαν αὔξουσαν, ἐννόησον ὅτι γῆ τὸ θαυμαζόμενον, ὅτι σποδὸς τὸ ἐκκαῖον, καὶ παύσεται λυττῶσα ἡ ψυχή· ἀνακάλυψον αὐτῆς τὸ δέρμα τῆς ὄψεως, καὶ τότε πᾶσαν αὐτὴν ὄψει τῆς εὐμορφίας τὴν εὐτέλειαν· μὴ στῇς μέχρι τῆς ἐπιφανείας, ἀλλ᾽ ἐνδοτέρω διάβηθι τῷ λογισμῷ, καὶ οὐδὲν ἕτερον εὑρήσεις, ἀλλ᾽ ἢ ὀστᾶ καὶ νεῦρα καὶ φλέβας. Ἀλλ᾽ οὐκ ἀρκεῖ ταῦτα; Λόγισαί μου ταύτην ἀλλοιουμένην, γηράσκουσαν, ἀῤῥωστοῦσαν, ὑφιζάνοντας ὀφθαλμοὺς, καὶ κοιλαινομένας παρειὰς, ἅπαν καταῤῥέον τὸ ἄνθος ἐκεῖνο· ἐννόησον τί θαυμάζεις, καὶ αἰσχύνθητί σου τὴν κρίσιν. Πηλὸν θαυμάζεις καὶ σποδὸν, καὶ κόνις σε ἐκκαίει καὶ τέφρα. Οὐ κατηγορῶν τῆς φύσεως ταῦτα λέγω· μὴ γένοιτο· οὐ κακίζων, οὐδὲ εἰς εὐτέλειαν ἐμβάλλων, ἀλλὰ φάρμακα τοῖς νοσοῦσι κατασκευάζων.