Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν δευτέραν τῆς ἑβδομάδος τῶν φώτων καὶ εἰς τὸν πέμπτον ψαλμόν

Ἰωάννης ὁ Χρυσόστομος

Η αποστολική δημηγορία και η επιβεβαίωση των θαυμάτων του Χριστού

Ανάλυση της δημηγορίας του αποστόλου Πέτρου στο πλήθος, αναδρομή στις προφητείες, η συγκατάβαση στην ονομασία του Ιησού ως Ναζωραίου και η απαρίθμηση των σημείων και των θαυμάτων του.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 3 από 4

Ἄνδρες Ἰσραηλῖται, ἀκούσατε τοὺς λόγους τούτους. Ῥητορικὴν ὁ ἁλιεὺς ὑπεισέρχεται τάξιν καὶ τὸν νομιζόμενον κατὰ τοῦ πλήθους πόλεμον ἀναδέχεται μόνος. Ὁ κόρην φοβηθεὶς ἐν τῷ πάθει πεπαρρησιασμένος σήμερον τὸν λόγον κηρύττει· ὁ παιδίσκην δειλιάσας οὐ δειλαίνεται σήμερον τῶν κυριοκτόνων τὸ θράσος, ἀλλ’ ἵσταται ἀπτοήτως δημηγορῶν ἐπὶ τοῦ πλήθους· Ἄνδρες Ἰσραηλῖται. Κατ’ εἰρωνείαν τάχα μᾶλλον ποιεῖται ὁ κορυφαῖος τὸν λόγον· ἐπειδὴ γάρ, ὡς εἰκός, τάραχός τις ἐπεκράτει τοῦ πλήθους καὶ θόρυβος καὶ οἱ μὲν ἐσπούδαζον ἀκοῦσαι τοῦ κορυφαίου τοὺς λόγους, οἱ δὲ πάλιν ἀντέλεγον τοῦ ἀποστόλου τοῖς λόγοις, οὔτε γὰρ ἦν δυνατὸν σώζεσθαι συμφωνίαν εἰς κεχυμένα τὰ πλήθη, διὸ κατ’ εἰρωνείαν ποιεῖται ὁ ἀπόστολος τὸν λόγον καὶ Ἰσραηλῖται προσαγορεύει τοὺς παραβάτας τοῦ νόμου, ἵνα παύσας τὸν θόρυβον μεθ’ ἡσυχίας λοιπὸν τὴν διδασκαλίαν ποιήσηται.

Διὸ καὶ ἐν προοιμίοις ἄνδρας αὐτοὺς προσαγορεύει· Ἄνδρες Ἰσραηλῖται, οἱ τῆς τοῦ φαραὼ λυτρωθέντες δουλείας, οἱ τῆς τῶν Αἰγυπτίων τυραννίδος ῥυσθέντες, οἱ τὸν βυθὸν ἀβρόχῳ ποδὶ διοδεύσαντες, οἱ τὴν Ἐρυθρὰν ἀνθρωπίνοις πεζεύσαντες βήμασιν, οἱ τὴν ὑγρὰν ὡς ξηρὰν καταπατήσαντες, οἱ ὁδηγὸν τῆς νυκτὸς οὐρανίαν εὑράμενοι λαμπάδα, οἱ διὰ τὸ θερμὸν τοῦ ἡλίου νεφέλην εὐπορήσαντες εἰς σκέπην, οἱ οὐράνιον ἄσπορον μεθοδεύσαντες ἄρτον, οἱ ἐξ αἰθέρος παρ’ ἐλπίδας κομισάμενοι ὄρνεις, οἱ ἐκ πέτρας ἀγόνου φιλότιμα τρυγήσαντες νάματα. Ἄνδρες Ἰσραηλῖται, οἱ τοῦ Ἀμαλὴκ ἀπόνως σκυλεύσαντες τὸ κράτος, οἱ διὰ τοῦ Γεδεὼν σὺν εὐκολίᾳ τὴν Μαδιὰμ ἐκπορθήσαντες, οἱ διὰ τοῦ Σαμψὼν τοὺς ἀλλοφύλους ἐν σιαγόνι θανατώσαντες, οἱ διὰ τοῦ Δαυὶδ τὸ τοῦ Γολιὰθ σκυλεύσαντες κράτος, οἱ διὰ τοῦ Ἐζεκίου τοῦ Σενναχειρὶμ ἀποκείραντες τὸν στόλον. Τοσούτων τοίνυν ἀγαθῶν παρὰ θεοῦ δεξάμενοι πεῖραν ἀκούσατε τοὺς λόγους τούτους.

Ἄνδρες Ἰσραηλῖται· εὐγενοῦς δένδρου, ὦ ἄνδρες, ὑπάρχετε κλάδοι· εὐκλεοῦς ῥίζης προήλθετε βλαστήματα· ἐκ πατριαρχικοῦ σπέρματος ἄγετε τὸ γένος. Γνωρίσατε τίνων ὑπάρχετε τέκνα καὶ τὴν τῶν πατέρων μιμήσασθε εὐγένειαν. Ψηλαφήσατε ἐκ ποίων ἀνδρῶν κατάγετε τὸ γένος καὶ τῶν προγόνων ἐξακολουθήσατε τοῖς τρόποις· Ἀβραὰμ ὁ πατὴρ ὑμῶν, ὁ ὑπὸ σκηνὴν ξενοδοχήσας τὸν κτίστην·

Ἰσαὰκ ὁ ἐν Γεράροις τὴν τῶν ποιμένων ἀπόνως μάχην νικήσας· Ἰακὼβ ἀφ’ οὗ τῶν δώδεκα φυλῶν συνίσταται τὰ σκῆπτρα· Ἰωσὴφ ὁ δι’ ὀνείρου πραθεὶς καὶ δι’ ὀνείρου σκήπτρων δεσπόσας· Μωϋσῆς ὁ βάτου καὶ πυρὸς εἰδὼς ἀπιστουμένην φιλίαν· Ἰησοῦς ὁ ἡλίου καὶ σελήνης ἀνακόψας λόγῳ τοὺς δρόμους· Σαμψὼν ὁ ἐκ νεκρᾶς σιαγόνος ῥεῖθρα μεθοδεύσας ὑδάτων· Δαυὶδ ὁ δακτύλοις κινύρᾳ τοῦ Σαοὺλ φυγαδεύσας τὸ πνεῦμα· Σολομὼν οὗτινος τὴν σοφίαν ἐνανθρωπήσας ἐπήνεσεν ὁ κτίστης· Ἠλίας ὁ ἀγνοουμένην ὁδὸν ἐπ’ ὀχήματι ἐν ἀέρι ἐξανύσας· Ἐλισαῖος ὁ προσευχῇ τῆς Σομανίτιδος ἀναστήσας τὸν παῖδα· Μανασσῆς ὁ στενάξας καὶ τῶν ἁλύσεων διαφθείρας τὴν βίαν· Ἐζεκίας ὁ δακρύσας καὶ προσθήκην ζωῆς μεθοδεύσας· Δανιὴλ ὁ ἀγνοουμένην μοιχείαν ψευδοπροφήτας ἐλέγξας· οἱ τρεῖς παῖδες οἵτινες τὸ πῦρ ὄμβρους ἀποστάζειν ἐδίδαξαν·

Ζαχαρίας ὅστις παρὰ φύσιν ἐν γήρᾳ εὐτύχησε βρέφους· Ἰωάννης οὗτινος τὸν βίον καὶ ἀγγέλων ὑπερεθαύμασε δῆμος. Οὗτοι οἱ ὑμέτεροι πατέρες ὑπάρχουσι, τούτων ὑμεῖς καυχᾶσθε εἶναι ἀπόγονοι· κατανοήσατε τοίνυν ἐκ πηλίκων ἀνδρῶν κατάγετε τὸ γένος καὶ μεθ’ ἡσυχίας ἀκούσατε τοὺς λόγους τούτους. Οὐ ξένην ὑφήν, φησί, καὶ ἄγνωστον ποιοῦμαι, ἀλλ’ αὐτὰ τὰ ἐν τῇ παλαιᾷ ὑπὸ τῶν προφητῶν προγραφέντα. Οὐκ ἠκούσατε Μωϋσέως βοῶντος·

Προφήτην ὑμῖν ἀναστήσει κύριος ἐκ τῶν ἀδελφῶν ὑμῶν ὡς ἐμέ; Οὐκ ἠκούσατε Ἠσαΐου κράζοντος· Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱόν; Οὐκ ἠκούσατε Ζαχαρίου βοῶντος· Πατάξω τὸν ποιμένα καὶ διασκορπισθήσονται τὰ πρόβατα; Οὐκ ἠκούσατε τοῦ Δαυὶδ βοῶντος·

Καταβήσεται ὡς ὑετὸς ἐπὶ πόκον; Οὐκ ἠκούσατε τοῦ Ἀμβακοὺμ εἰρηκότος· Ἐν μέσῳ δύο ζώων γνωσθήσῃ; οὐκ ἠκούσατε τοῦ Μιχαίου κηρύσσοντος· Καὶ σὺ Βηθλεὲμ γῆ Ἰούδα, ἐκ σοῦ μοι ἐξελεύσεται ἡγούμενος; Οὐκ ἠκούσατε τοῦ Ἀμβακοὺμ γράψαντος· Ὁ ἐρχόμενος ἥξει καὶ οὐ χρονιεῖ; Οὐκ ἠκούσατε τοῦ Σολομῶντος πρὸ πολλοῦ εἰρηκότος· Ἆρα ὁ θεὸς κατοικήσει μετὰ ἀνθρώπων ἐπὶ τῆς γῆς; Οὐκ ἠκούσατε τοῦ Ἀσὰφ βοῶντος· Ἔθεντό με ἐν λάκκῳ κατωτάτῳ; Οὐκ ἠκούσατε τῶν υἱῶν Κορὲ κραζόντων·

Ἐξηγέρθη ὡς ὁ ὑπνῶν Κύριος; Πιστεύσατε τοίνυν τοῖς προφήταις καὶ κατανοήσατε τὰ πράγματα καὶ εὑρήσετε Ἰησοῦν τὸν Ναζωραῖον. Ἰδοὺ ὑπέδειξα τὴν ὁδόν· ὁ βουλόμενος ὁδεύσῃ. Ἰδοὺ παρῆψα τὴν λαμπάδα· ἐξέλθετε τοῦ σκότους. Ἰησοῦν τὸν Ναζωραῖον, λέγω τὸ ὄνομα, λέγω καὶ τὴν πατρίδα, σημαίνω καὶ τὸ γένος, δείκνυμι τὴν κώμην. Ἰησοῦν τὸν Ναζωραῖον· οὐ λέγω Ἰησοῦν τὸν οὐράνιον· οὔπω γὰρ δύνασθε καταλαβεῖν τὰ οὐράνια. Οὐ λέγω Ἰησοῦν τὸν οὐρανοῦ ἁπλώσαντα κύκλον, τὸν ἐξάπτοντα τὰς τοῦ ἡλίου ἀκτῖνας, τὸν ἀναγραψάμενον ἐν οὐρανῷ τοὺς ἀστέρας, τὸν ἀνάπτοντα τὴν τῆς σελήνης λαμπάδα, τὸν τῇ ἡμέρᾳ ἐπαρκοῦντα χρόνον ὁρίσαντα, τὸν τῇ νυκτὶ ἰδίους χαρισάμενον δρόμους, τὸν ἑδράσαντα τὴν ξηρὰν ἐφ’ ὑδάτων, τὸν χαλινώσαντα τὴν θάλασσαν ψάμμῳ καὶ λόγῳ. Οὐ λέγω, φησί, ταῦτα, ἵνα μὴ ἀπιστίας ὑμῖν γίνωμαι πρόξενος· διὸ παρασιωπήσας τὰ οὐράνια, τέως ἐκ τῶν ἐπιγείων ὑμῖν διαλέγομαι.

Ἰησοῦν τὸν Ναζωραῖον, περὶ οὗ Ναθαναὴλ ἀμφιβάλλων ἐβόα· Ἐκ Ναζαρὲτ δύναταί τι ἀγαθὸν εἶναι; Ἰησοῦν τὸν Ναζωραῖον ὃν ἡ τῶν δαιμόνων ἔφριξε φάλαγξ· Τί ἡμῖν καὶ σοί, Ἰησοῦ Ναζαρηνέ; Ἰησοῦν τὸν Ναζωραῖον.

Εἶτα λοιπὸν κατὰ μικρὸν ἐξομαλίζει ὁ ἀπόστολος τὸν λόγον. Ἄνδρα ἀποδεδειγμένον ἀπὸ τοῦ θεοῦ εἰς ὑμᾶς δυνάμεσι καὶ τέρασι καὶ σημείοις οἷς ἐποίει ὁ θεὸς δι’ αὐτοῦ ἐν μέσῳ ὑμῶν. Ὢ τῆς πολυτέχνου τοῦ ἁλιέως σοφίας· πῶς κατὰ μικρὸν εἰς ὕψος ἐμετεώρισε τὸν λόγον. Ἰησοῦν τὸν Ναζωραῖον ἄνδρα ἀποδεδειγμένον ἀπὸ τοῦ θεοῦ εἰς ὑμᾶς, ἄνδρα περὶ οὗ πόρρωθεν Ζαχαρίας ἐβόησεν· Ἰδοὺ ἀνήρ, ἀνατολὴ ὄνομα αὐτῷ· περὶ οὗ μέλλει Παῦλος ὕστερον κηρύττειν. Ἡρμοσάμην ὑμᾶς ἑνὶ ἀνδρί.

Ἄνδρα ἀποδεδειγμένον ἀπὸ τοῦ θεοῦ εἰς ὑμᾶς· τῆς γὰρ Χαναναίας δεομένης οὕτως ἔλεγεν ὁ Κύριος· Οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ· καὶ αὖθις πάλιν ἐπιτιμῶν αὐτῇ ἔφασκεν· Οὐ καλόν ἐστι λαβεῖν τὸν ἄρτον τῶν τέκνων καὶ βαλεῖν τοῖς κυναρίοις. Ἀποδεδειγμένον οὖν ἀπὸ τοῦ θεοῦ εἰς ὑμᾶς· ἐξ ὑμῶν γὰρ καὶ ὅπερ ἀνέλαβεν ἐδανείσατο σαρκίον, ἐξ ὑμῶν καὶ ὁ μνηστὴρ Ἰωσὴφ καὶ ἡ παρθένος Μαρία. Διὸ καὶ τὴν ὀκταήμερον περιτομὴν κατεδέξατο, ἐφύλαξε τὸν νόμον καὶ ἐτίμησε τοὺς προφήτας· λέπραν ἐκάθηρε καὶ εὐθὺς εἰς θυσίαν ἀνέπεμψεν· Ὕπαγε, προσένεγκε τὸ δῶρον καθὼς προσέταξε Μωϋσῆς.

Ἀποδεδειγμένον οὖν ἀπὸ τοῦ θεοῦ εἰς ὑμᾶς· οὔτε γὰρ καταλιπὼν τὸν Ἰσραὴλ τοῖς ἔθνεσιν ἐκήρυσσεν, οὔτε καταφρονήσας τῆς περιτομῆς τὴν ἀκροβυστίαν ἠσπάσατο, ἀλλὰ ἀποδεδειγμένον ἀπὸ τοῦ θεοῦ εἰς ὑμᾶς δυνάμεσι καὶ τέρασι καὶ σημείοις οἷς ἐποίει ὁ θεὸς δι’ αὐτοῦ ἐν μέσῳ ὑμῶν. Δυνάμεσι· τὸ τὸν Λάζαρον τεταρταῖον φωνῆσαι τοῦ τάφου, τὸ ἐξ εὐαριθμήτων ἄρτων ἄπειρον πλῆθος χορτάσαι, τὸ παραπέμψαι χοίροις τῶν δαιμόνων τὸ στῖφος, τὸ ἀκωλύτως βαδίσαι τῆς θαλάσσης τὰ νῶτα, τὸ ἀνέμων ὁρμὰς χαλινῶσαι προστάγματι, τὸ ἁφῇ δακτύλων αἱμάτων πηγὰς ἀναστεῖλαι.

Καὶ ὅτι ταῦτα δυνάμεις, οὕτως ἔλεγεν ἐπὶ τῆς αἱμορροῦ ὁ Κύριος· Ἐγὼ οἶδα τὴν δύναμιν τὴν ἐξελθοῦσαν ἐξ ἐμοῦ. Δυνάμεσι καὶ τέρασι· τὸ τὴν συκῆν λόγῳ ξηρᾶναι, τὸ τὴν ξηρὰν ὑγιῆ ἀπεργάσασθαι χεῖρα. Δυνάμεσι καὶ τέρασι καὶ σημείοις· τὸ ὑδροτόκου τὰ ῥεῖθρα κενῶσαι, τὸ μογγιλάλον παρ’ ἐλπίδας ῥητορεύειν διδάξαι, τὸ ὕδατος φύσιν μετασχεδιάσαι εἰς οἶνον. Καὶ ὅτι ταῦτα σημεῖα, οὕτως ἔλεγεν ὁ θεορήτωρ Ἰωάννης· Ταύτην ἀρχὴν τῶν σημείων ἐποίησεν ὁ Ἰησοῦς ἐν Κανᾷ τῆς Γαλιλαίας.

Δυνάμεσι καὶ τέρασι καὶ σημείοις· οὔτε δὲ ταῦτα ἀφ’ ἑαυτοῦ εἰργάζετο, ἀλλ’ οἷς ἐποίει ὁ θεὸς δι’ αὐτοῦ ἐν μέσῳ ὑμῶν. Οὕτως γὰρ καὶ αὐτὸς ὁ Κύριος ἐπὶ πάντων ἐβόα· Ἐγὼ ἀπ’ ἐμαυτοῦ οὐδὲν ποιῶ· τὰ ἔργα ἃ ἐγὼ ποιῶ ἐν τῷ ὀνόματι τοῦ πατρός μου, ἐκεῖνα μαρτυρεῖ ὅτι ἐκεῖνός με ἀπέστειλεν. Οἷς ἐποίει οὖν ὁ θεὸς δι’ αὐτοῦ ἐν μέσῳ ὑμῶν· παρ’ ὑμῖν ὁ τυφλὸς ἐπὶ τῷ δώρῳ χορεύει, παρ’ ὑμῖν ὁ πάρετος τὴν ὑγείαν πομπεύει, ἐν τῷ μέσῳ ὑμῶν ἡ αἱμόρρους ἀνυμνεῖ τὸν εὐεργέτην, εἰς τὰς ὄψεις ὑμῶν ὁ χωλὸς ἐπὶ τῷ δώρῳ χορεύει.

Οἷς ἐποίει ὁ θεὸς δι’ αὐτοῦ ἐν μέσῳ ὑμῶν· ἴστορες γὰρ τῶν παραδόξων γεγόνατε θαυμάτων, αὐτόπται γεγόνατε τῶν ὑπὲρ ἄνθρωπον μεγαλουργημάτων. Ἐν μέσῳ γὰρ ὑμῶν ἐξεχύθησαν αἱ τῶν θαυμάτων νιφάδες, ἐπ’ ὄψεσιν ὑμῶν τῶν τεραστείων ὑπερανέβλυσε τὰ ῥεῖθρα. Ἐν μέσῳ ὑμῶν καθὼς καὶ αὐτοὶ οἴδατε, εἰ μὴ φθόνος ἐπικαλύπτει τὴν γνῶσιν, εἰ μὴ βασκανία παρασκευάζει τυφλώττειν.

Καθὼς καὶ αὐτοὶ οἴδατε· πῶς ἐν Κανᾷ τοῦ ὕδατος ἡ φύσις εἰς οἶνον ἐσχεδιάσθη, πῶς ἐν Βηθανίᾳ Λάζαρος τεταρταῖος ἐκλήθη τοῦ τύμβου, πῶς ἐν τῇ προβατικῇ κολυμβήθρᾳ ὁ πάρετος ἐχειροτονήθη ἐργάτης, πῶς ἐν τῇ Ναῒμ ὁ υἱὸς ἐζωώθη τῆς χήρας, πῶς ἐν τῷ Σιλωὰμ ὁ τυφλὸς νιψάμενος ὀφθαλμοὺς ἐπεκτήσατο, καθὼς καὶ αὐτοὶ οἴδατε.