Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν δευτέραν τῆς ἑβδομάδος τῶν φώτων καὶ εἰς τὸν πέμπτον ψαλμόν

Ἰωάννης ὁ Χρυσόστομος

Το σωτήριο Πάθος και ο θρίαμβος της Αναστάσεως

Η εκούσια σταύρωση του Κυρίου κατά τη θεία βουλή, η σκύλευση του Άδη, τα κοσμικά σημεία και η συμφωνία της αποστολικής μαρτυρίας για την εκ νεκρών Ανάσταση.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 4 από 4

Εἶτα λοιπὸν δείκνυσιν αὐτοὺς φονεῖς καὶ παραβάτας τοῦ νόμου· Τοῦτον τῇ ὡρισμένῃ βουλῇ καὶ προγνώσει τοῦ θεοῦ ἔκδοτον λαβόντες διὰ χειρὸς ἀνόμων προσπήξαντες ἀνείλατε· τοῦτον τὸν τῶν παραδόξων θαυμάτων ἐργάτην, τὸν τῶν πολυϋμνήτων τεραστίων τεχνίτην, τὸν τῶν δαιμόνων καὶ παθῶν ὀλετῆρα, τοῦτον οὗ ὁ τόκος ὑπὲρ ἄνθρωπον καὶ ἡ γέννησις ἔνδοξος, τοῦτον ὃν οὐράνιος ἀστὴρ κατεμήνυσε τῷ βίῳ, ὃν ὁ τῶν ἀγγέλων στρατὸς ἀνευφήμησε τεχθέντα, ᾧ βαπτιζομένῳ πατὴρ προσεμαρτύρησεν ἐκ τῶν ὑψίστων, τοῦτον τῇ ὡρισμένῃ βουλῇ καὶ προγνώσει τοῦ θεοῦ ἔκδοτον λαβόντες διὰ χειρὸς ἀνόμων προσπήξαντες ἀνείλατε.

Εἰ μὴ γὰρ ἐπένευσεν ὁ πατήρ, οὐκ ἰσχύετε κρατῆσαι τὸν παῖδα· εἰ μὴ ἄνωθεν ἡ ἀπόφασις ἦλθεν, συλλαβεῖν οὐκ ἠδύνασθε τὸν κτίστην· εἰ μὴ ὁ τεκὼν ἐξέβαλε τὴν ψῆφον, οὐκ ἂν τῷ θαυματουργῷ ἐπεβάλετε χεῖρας. Ἔνευε γὰρ καὶ ἐδήμευε τὴν φύσιν, ἐπέταττε καὶ πάραυτα συνέστελλε τὴν κτίσιν. Οὔτε γὰρ ἄκων ὁ θεὸς ἐπὶ τὸ σταυρικὸν παρεγένετο πάθος· νεύματι δὲ πατρικῷ πειθόμενος θάνατον διὰ θνητοὺς παθεῖν κατεδέξατο. Τοῦτον οὖν τῇ ὡρισμένῃ βουλῇ καὶ προγνώσει τοῦ θεοῦ ἔκδοτον λαβόντες διὰ χειρὸς ἀνόμων, τοῦ Ἰούδα καὶ τοῦ Πιλάτου, τοῦ μὲν πωλοῦντος, τοῦ δὲ φραγελλοῦντος, τοῦ μὲν φιλοῦντος δολίως, τοῦ δὲ ἀνωφελῶς πτοουμένου. Ἔκδοτον λαβόντες διὰ χειρὸς ἀνόμων προσπήξαντες ἀνείλατε· ἄδικον, ὦ τάλανες, ἐπ’ αὐτῷ εἰργάσασθε φόνον· ἀθῷον, ὦ παράνομοι, ἑκουσίως ἐξεχέατε αἷμα· προσπήξαντες τὴν ζωὴν τῷ ξύλῳ ἀνείλατε τὸν ἀναιροῦντα τὴν πλάνην, μετὰ νεκρῶν τὴν ζωὴν ἀποθέμενοι.

Καὶ ἆρα μὴ ἀπέμεινεν ὁ ταφεὶς ἐν τῷ τάφῳ; Οὔ φησιν· Ὃ ὁ θεὸς ἤγειρεν; Ὢ συμφωνία ἁλιέως καὶ σκυτέως· κράζει ὁ ἁλιεύς· Ὃν ὁ θεὸς ἤγειρεν, βοᾷ ὁ σκυτεύς· Κατὰ τὸ κράτος τῆς ἰσχύος ἧς ἐνήργησεν ἐν τῷ Χριστῷ ἐγείρας αὐτὸν ἐκ νεκρῶν. Ἄλλος ὁ ἐγερθεὶς καὶ ἕτερος ὁ ἐγείρας· καὶ πῶς εἶς καὶ ὁ αὐτὸς ὑπάρχει; Ἰδοὺ Πέτρος δι’ αἰῶνος βοᾷ· Ὃν ὁ θεὸς ἤγειρεν· ὢ λόγος τῆς εὐσεβείας συνήγορος, ὢ ῥῆμα τεῖχος τῆς ἀληθείας καὶ τόξον κατὰ τῶν ἀντιπάλων.

Ὃν ὁ θεὸς ἤγειρεν· διότι οὐκ ἦν δυνατὸν κρατεῖσθαι αὐτὸν ὑπ’ αὐτοῦ. Εἰ γὰρ ἄνθρωπος ψιλὸς ὁ Χριστός, καὶ αὐτοῦ ἂν ὡς πάντων ἀνθρώπων ἐκυρίευσεν ὁ θάνατος. Καὶ ἀνάδραμε εἰς παλαιὰς ἱστορίας καὶ ὑπερεκπλάγηθι τοῦ Κυρίου τὸν θάνατον. Ὁ Ἄβελ ἐθανατώθη καὶ οὐκ ἠλλοιώθη ἡ κτίσις· ὁ Ἀβραὰμ ἐν μνημείῳ ἀπετέθη καὶ οὐκ ἀνεῴχθη τὰ μνήματα· Ἰσαὰκ ἐνεκρώθη καὶ οὐκ ἐνέκρωσε τὸν ᾅδην· ὁ Ἰακὼβ ἐτάφη καὶ τοὺς ταφέντας οὐκ ἤγειρεν· ὁ Ἰωσὴφ πρὸς τοὺς πατέρας ἐτέθη καὶ ἁγίων οὐκ ἀνέστησε σώματα· ὁ Ἠσαΐας ἐπρίσθη καὶ ὁ ἥλιος οὐκ ἐσκοτίσθη· ὁ Ἰερεμίας ἐπνίγη καὶ οὐκ ἠλλοιώθη ἡ σελήνη· ὁ Ναβουθὲ λίθοις ἀνῃρέθη καὶ οὐκ ἐνεωτέρισεν ἡ χέρσος· Ζαχαρίας ἐσφάγη καὶ ἡ ἡμέρα οὐκ ἐνεδύσατο σκότος· Ἰωάννης ἀπετμήθη καὶ τὸ καταπέτασμα τοῦ ναοῦ οὐκ ἐσχίσθη.

Χριστοῦ δὲ πάσχοντος ἐν σώματι ἥλιος συνεποδίζετο τοῦ δρόμου, σελήνη τὸ λαμπρὸν τῆς ὄψεως ἀπεβάλλετο φέγγος, ἡ χέρσος τὸν Καῒν ἐμιμεῖτο τῷ τρόμῳ. Ἐτάφη καὶ τὸν ᾅδην ἐσκύλευσεν, τοῖς πυλωροῖς τοῦ ᾅδου ἐνέβαλε φόβον, τῶν καταχθονίων ἀπόνως συνέτριψεν τὰς πύλας, ἐξῆλθε τοῦ τάφου τὰ τρόπαια φέρων, ὤφθη γυναιξὶ παρακαθημέναις τῷ τάφῳ, κεκλεισμένων τῶν θυρῶν πρὸς τοὺς ἀποστόλους εἰσῆλθεν, ἀπιστοῦντι τῷ Θωμᾷ τὴν πλευρὰν εἰς πληροφορίαν ἐτίθει· καὶ ὑπερεκπληττόμενος ὁ Ἰωάννης βοᾷ· Ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.