Σοῦ γὰρ ἐπομβροῦντος ἄνωθεν τὸν ἔλεον, ἡ αὖλαξ τῆς ψυχῆς μου καρποφορήσει, ἡ μὲν τριάκοντα, ἡ δὲ ἑξήκοντα, ἡ δὲ ἑκατόν· Ποίησόν με ὡς ἕνα τῶν μισθίων σου. Μὴ ἀπώσῃς με, πάτερ· οὐ γὰρ παντελῶς με Ἐχθρὸς ἐκνευρίσας, τὴν στολὴν τῆς πίστεως ἀπέδυσεν. Εἰ γὰρ τὸ τῆς σωφροσύνης μου κάλλος ἐσπίλωσεν, ἀλλ᾽ οὖν γε τοῖς εἰδώλοις με αὐτοῦ λατρεύειν οὐδέποτε ἔκαμψε· σὲ οὐκ ἠρνησάμην, Κύριέ μου. Εἰ καὶ ἥμαρτον ἐν τῇ ἀκμῇ τῆς νεότητός μου, ἀλλ᾽ οὖν γε κνίσσαν εἰδώλων κατεπάτησα, εἰκόνας δαιμόνων κατέστρεψα, ξόανα εἰδώλων ἐξῄσχυνα, διάβολον ἐνεφύσησα, δαίμοσιν ἐνέπτυσα. Νυνὶ δὲ τοῖς σοῖς ἴχνεσι προσπίπτω, ὁ Κύριός μου, καὶ ὁ Θεός μου· Ποίησόν με ὡς ἕνα τῶν μισθίων σου. Ἐὰν οὕτω μετανοήσῃς, ἐὰν οὕτως ἐξομολογήσῃ· ἔτι πόῤῥω σοῦ ἀπέχοντος προστρέχει ὁ οὐράνιος Πατὴρ, πνεύματι ἐπιπίπτων σου τῷ τραχήλῳ τῆς ψυχῆς, τὸ τῆς χάριτός σοι ζυγὸν ἐπιτιθεὶς, καὶ τῇ ζεύγλῃ τῆς ἀληθείας τὸν αὐχένα τῆς καρδίας σου περισφίγγων· φιλήματι λύει σου τὴν ἔχθραν, καὶ λέγει τοῖς ἑαυτοῦ δούλοις τοῖς ἱερεῦσι· Φέρετε τὴν πρώτην στολήν. Οὐκ εἶπε, Φέρετε μίαν στολὴν, ἀλλὰ, Φέρετε τὴν πρώτην στολὴν, ἵνα δείξῃ τὴν πρώτην τοῦ βαπτίσματος ἀξίαν σοι διδομένην. Φέρετε αὐτῷ τὴν πρώτην στολὴν, καὶ ἐνδύσατε αὐτόν· καὶ δότε δακτύλιον, τὸ δεῖγμα τοῦ πλούτου, τὸν τοῦ θησαυροῦ φύλακα, τὸν ἀῤῥαβῶνα τῆς χάριτος, τὴν σφραγῖδα τοῦ Πνεύματος.