Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν δραχμὴν καὶ εἰς τὸ Ἄνθρωπός τις εἶχε δύο υἱούς

Ἰωάννης ὁ Χρυσόστομος

Η αποκατάσταση του μετανοούντος, ο σιτευτός μόσχος και η τελική δοξολογία

Περιγραφή της πατρικής αποδοχής του ασώτου και αλληγορική προσέγγιση της πρώτης στολής, των υποδημάτων και του σιτευτού μόσχου ως τύπων της δωρεάς του Αγίου Πνεύματος και του μυστηρίου του Χριστού, καταλήγοντας στη δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 3 από 3

Αἱ τοῦ σώματός μου αἰσθήσεις τῇ κραιπάλῃ μεθυσθεῖσαι, καθάπερ παράφοροι θεραπαινίδες, τὴν ἑαυτῶν δέσποιναν ψυχὴν τῇ ἀκολασίᾳ προέδωκαν· νυνὶ δὲ διὰ τῆς νηστείας ταύτας παιδεύσας, τὴν ψυχήν μου σωφρονίσω· Ποίησόν με ὡς ἕνα τῶν μισθίων σου. Οἶδα λοιπὸν τὴν πλάνην τοῦ Ἐχθροῦ, οἶδα αὐτοῦ τὰ σκελίσματα, οἶδα τὴν τῆς γαστριμαργίας αὐτοῦ βελοστασίαν, φεύγω κραιπάλην, δι᾽ ἧς λύει τοὺς τόνους τῆς σωφροσύνης, διώκω τὴν νηστείαν τὴν τὸ νήφειν μοι παρέχουσαν· Ποίησόν με ὡς ἕνα τῶν μισθίων σου. Ἐργάσομαι κἀγὼ εἰς τὸν ἀμπελῶνά σου· περιτεμῶ κἀγὼ τῇ δρεπάνῃ τοῦ Πνεύματος τῆς ἔνδοθέν μου κειμένης ἀμπέλου λογικῆς τὰ περιττὰ κλήματα, μᾶλλον δὲ ἐγκλήματα· Ποίησόν με ὡς ἕνα τῶν μισθίων σου. Γεωργήσω κἀγὼ τὸν βότρυν τῆς ἀγάπης γλυκύτατον· ὑπερείσω κἀγὼ καθάπερ χάρακας τῇ ψυχῇ μου τὰς ἐντολὰς τοῦ Κυρίου, ἵνα μὴ εἰς γῆν συρομένη ὑπὸ ὄφεως συλαγωγῆται· Ποίησόν με ὡς ἕνα τῶν μισθίων σου. Εἰς οὐρανοὺς αὐτὴν βλέπειν κατεργάσομαι· ἕλικας φιλαδελφίας αὐτὴν ἐκτείνειν παρασκευάσω, ἵνα τοὺς εἰς γῆν συρομένους πένητας ἐναγκαλιζομένη διαβαστάζῃ· Ποίησόν με ὡς ἕνα τῶν μισθίων σου. Δός μοι πάλιν, πάτερ, τὸ ἄροτρον τοῦ σταυροῦ ἐπὶ τῶν ὤμων· γεωργήσω τὴν αὔλακα τῆς ψυχῆς μου, ἐξαρῶ τὰ ἀκανθηφόρα καὶ βλαβοποιὰ τοῦ Πονηροῦ βλαστήματα, ἐπισπερῶ αὐτῇ τὰ οὐράνια σπέρματα.

Σοῦ γὰρ ἐπομβροῦντος ἄνωθεν τὸν ἔλεον, ἡ αὖλαξ τῆς ψυχῆς μου καρποφορήσει, ἡ μὲν τριάκοντα, ἡ δὲ ἑξήκοντα, ἡ δὲ ἑκατόν· Ποίησόν με ὡς ἕνα τῶν μισθίων σου. Μὴ ἀπώσῃς με, πάτερ· οὐ γὰρ παντελῶς με Ἐχθρὸς ἐκνευρίσας, τὴν στολὴν τῆς πίστεως ἀπέδυσεν. Εἰ γὰρ τὸ τῆς σωφροσύνης μου κάλλος ἐσπίλωσεν, ἀλλ᾽ οὖν γε τοῖς εἰδώλοις με αὐτοῦ λατρεύειν οὐδέποτε ἔκαμψε· σὲ οὐκ ἠρνησάμην, Κύριέ μου. Εἰ καὶ ἥμαρτον ἐν τῇ ἀκμῇ τῆς νεότητός μου, ἀλλ᾽ οὖν γε κνίσσαν εἰδώλων κατεπάτησα, εἰκόνας δαιμόνων κατέστρεψα, ξόανα εἰδώλων ἐξῄσχυνα, διάβολον ἐνεφύσησα, δαίμοσιν ἐνέπτυσα. Νυνὶ δὲ τοῖς σοῖς ἴχνεσι προσπίπτω, ὁ Κύριός μου, καὶ ὁ Θεός μου· Ποίησόν με ὡς ἕνα τῶν μισθίων σου. Ἐὰν οὕτω μετανοήσῃς, ἐὰν οὕτως ἐξομολογήσῃ· ἔτι πόῤῥω σοῦ ἀπέχοντος προστρέχει ὁ οὐράνιος Πατὴρ, πνεύματι ἐπιπίπτων σου τῷ τραχήλῳ τῆς ψυχῆς, τὸ τῆς χάριτός σοι ζυγὸν ἐπιτιθεὶς, καὶ τῇ ζεύγλῃ τῆς ἀληθείας τὸν αὐχένα τῆς καρδίας σου περισφίγγων· φιλήματι λύει σου τὴν ἔχθραν, καὶ λέγει τοῖς ἑαυτοῦ δούλοις τοῖς ἱερεῦσι· Φέρετε τὴν πρώτην στολήν. Οὐκ εἶπε, Φέρετε μίαν στολὴν, ἀλλὰ, Φέρετε τὴν πρώτην στολὴν, ἵνα δείξῃ τὴν πρώτην τοῦ βαπτίσματος ἀξίαν σοι διδομένην. Φέρετε αὐτῷ τὴν πρώτην στολὴν, καὶ ἐνδύσατε αὐτόν· καὶ δότε δακτύλιον, τὸ δεῖγμα τοῦ πλούτου, τὸν τοῦ θησαυροῦ φύλακα, τὸν ἀῤῥαβῶνα τῆς χάριτος, τὴν σφραγῖδα τοῦ Πνεύματος.

Καὶ ὑποδήματα εἰς τοὺς πόδας αὐτοῦ· τουτέστι, Τοῖς τοῦ Εὐαγγελίου λόγοις τὸ ἴχνος τῆς ψυχῆς αὐτοῦ περισφίγξατε· ἵνα μὴ πάλιν ὁ ὄφις τὴν πτέρναν ὑπολείξας, εἰς τὴν προτέραν αὐτὸν πλάνην τῆς ἁμαρτίας κατασύρῃ. Καὶ φέρετε τὸν μόσχον τὸν σιτευτόν. Τίς ἐστιν οὗτος, ἢ πάντως Χριστὸς, μετὰ τὸ βάπτισμα διδόμενος τοῖς ἀξίοις, καθὼς λέγει ὁ Ἀπόστολος· Ἐν ᾧ κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς; Φέρετε, φαγόντες εὐφρανθῶμεν. Τίς ἄρα ἐν Ἰουδαίοις καὶ Ἕλλησι πιστεύσει, ὅτι μόσχος ἐσφάγη, καὶ κόσμος ἐστάθη; Ὢ μόσχος Παρθένου δαμάλιδος, τέκνον ἱερὸν ἀνηρότου μήτρας! ὢ μόσχος ὁ σφαγεὶς καὶ ζῶν, καὶ πάντοτε ὑφ᾽ ἡμῶν ἑστιώμενος, καὶ ἀδαπάνητος μένων! Διὸ, ἀγαπητοὶ, εἰς τὸν εὐσταθῆ καὶ εὔδιον λιμένα τὴν ἄγκυραν τοῦ λόγου ἡμῶν χαλάσαντες, παραπέμψωμεν ὑμᾶς τῇ τοῦ ἁγίου Πνεύματος ἐμβολῇ, καὶ τῇ εὐρύθμῳ αὐτοῦ γλώσσῃ διατεμόντες πέλαγος τῶν θείων Γραφῶν, εἰς οὐράνιον πόλιν χειραγωγήσει ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος, ἅμα τῷ Πατρὶ, σὺν τῷ ἁγίῳ καὶ προσκυνητῷ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.