Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν ἑαυτοῦ χειροτονίαν

Ἰωάννης ὁ Χρυσόστομος

Εγκώμιο του διδασκάλου και η αξία της ασκητικής πολιτείας

Έπαινος του τιμώμενου διδασκάλου για την εγκατάλειψη του πλούτου και της κοσμικής δόξας, πράξη που παραβάλλεται με την επιλογή του Μωυσή, καθώς και περιγραφή της σωματικής και πνευματικής του άσκησης έναντι των δαιμονικών προσβολών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 3 από 4

Τίνα οὖν, τίνα τῶν συνδούλων ἐπαινεσόμεθα; τίνα δὲ ἄλλον ἀλλ᾽ ἢ τὸν κοινὸν τῆς πατρίδος διδάσκαλον καὶ διὰ τῆς πατρίδος καὶ τῆς οἰκουμένης ἁπάσης; Καθάπερ γὰρ ὑμᾶς οὗτος ἐπαίδευσε μέχρι θανάτου ὑπὲρ τῆς ἀληθείας ἐνίστασθαι, οὕτως ὑμεῖς τοὺς ἄλλους ἀνθρώπους ἐδιδάξατε τῆς ψυχῆς μᾶλλον ἢ τῆς εὐσεβείας ἀφίστασθαι. Βούλεσθε οὖν ἐντεῦθεν αὐτῷ πλέξωμεν τοὺς τῶν ἐγκωμίων στεφάνους; Ἐβουλόμην καὶ αὐτός, ἀλλ᾽ ὁρῶ πέλαγος ἀχανὲς κατορθωμάτων καὶ δέδοικα μὴ πρὸς τὸν πυθμένα κατενεχθεὶς ὁ λόγος ἀσθενήσῃ πάλιν ἀναδραμεῖν. Ἀνάγκη τοιγαροῦν παλαιὰ διηγήσασθαι κατορθώματα, ἀποδημίας, ἀγρυπνίας, φροντίδας, γνώμας, μάχας, τρόπαια τροπαίοις καὶ νίκας νίκαις συναπτομένας, πράγματα οὐχὶ τῆς ἡμετέρας μόνον, ἀλλὰ καὶ πάσης ἀνθρωπίνης μείζονα γλώττης, ἀποστολικῆς δεόμενα φωνῆς πνεύματι κινουμένης ᾧ πάντα καὶ εἰπεῖν καὶ διδάξαι δυνατόν. Ἀλλὰ τοῦτο παραδραμόντες τὸ μέρος, ἐφ᾽ ἕτερον ἀσφαλέστερον ἥξομεν ὃ καὶ ἐν ἀκατίῳ διαπλεῦσαι ἔνι μικρῷ. Φέρε οὖν τοὺς περὶ τῆς ἐγκρατείας κινήσωμεν λόγους, πῶς ἐκράτησε γαστρός, πῶς ὑπερεῖδε τρυφῆς, πῶς κατεγέλασε τραπέζης πολυτελοῦς, καὶ ταῦτα ἐν πολυτελεῖ τραφεὶς οἰκίᾳ.

Τὸν μὲν γὰρ ἐν πτωχείᾳ βεβιωκότα θαυμαστὸν οὐδὲν πρὸς τὸν αὐχμῶντα τοῦτον καὶ σκληρὸν βίον ἐλθεῖν· ἔχει γὰρ τὴν πενίαν συνέμπορον καὶ συνοδοιπόρον καὶ τὸ φορτίον αὐτῷ καθ᾽ ἑκάστης ἐπικουφίζουσαν τὴν ἡμέραν. Ὁ δὲ πλούτου γενόμενος κύριον οὐκ ἂν ῥᾳδίως τὰς ἐκεῖθεν λαβὰς ἀποδύσαιτο· τοσοῦτος τῶν νοσημάτων ἐσμὸς τὴν τοιαύτην περιΐπταται ψυχήν, καὶ νέφος παθημάτων βαρὺ καὶ ζοφῶδες τὰς τῆς διανοίας διαφράττον ὄψεις, οὐκ ἀφίησι πρὸς τὸν οὐρανὸν ἰδεῖν, ἀλλὰ κάτω νεύειν βιάζεται καὶ πρὸς τὴν γῆν κεχηνέναι.

Καὶ οὐκ ἔστιν, οὐκ ἔστιν οὐδὲν ἕτερον οὕτω κώλυμα πρὸς τὴν ἀποδημίαν τῶν οὐρανῶν ὡς πλοῦτος καὶ τὰ ἀπὸ τοῦ πλούτου κακά. Καὶ οὐκ ἐμὸς οὗτος ὁ λόγος, ἀλλ᾽ ἐξ αὐτοῦ τοῦ Χριστοῦ ἡ ψῆφος καταβέβηκεν· «Εὐκοπώτερον γάρ ἐστι, φησί, κάμηλον διὰ τρυπήματος ῥαφίδος εἰσελθεῖν ἢ πλούσιον εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.» Ἀλλ᾽ ἰδοὺ τὸ δύσκολον τοῦτο, μᾶλλον δὲ ἀδύνατον, γέγονε δυνατόν· καὶ ὃ πάλαι Πέτρος ἠπόρει πρὸς τὸν διδάσκαλον καὶ μαθεῖν ἐζήτει, τοῦτο διὰ τῆς πείρας αὐτῆς ἔγνωμεν ἅπαντες, μᾶλλον δὲ καὶ τούτου πλέον. Οὐ γὰρ δὴ μόνον οὗτος εἰς τὸν οὐρανὸν ἀνέβη, ἀλλὰ καὶ δῆμον εἰσάγει τοσοῦτον, μετὰ τοῦ πλούτου καὶ ἕτερα τοῦ πλούτου οὐχ ἥττονα κωλύματα ἔχων, νεότητα καὶ ὀρφανίαν ἄωρον αἳ πᾶσάν εἰσιν ἀνθρώπων μᾶλλον ἱκαναὶ γοητεῦσαι ψυχήν· τοιαύτας ἔχουσιν ἐπῳδάς, τοιαῦτα κατασκευάζουσι φάρμακα.

Ἀλλὰ τούτων οὗτος ἐκράτησε καὶ τῶν οὐρανῶν ἐπελάβετο καὶ πρὸς τὴν ἐκεῖ φιλοσοφίαν μετέθηκεν ἑαυτὸν καὶ οὔτε τὴν λαμπρότητα τοῦ παρόντος ἐνενόησε βίου, οὔτε εἰς τὴν τῶν προγόνων περιφάνειαν εἶδε· μᾶλλον δὲ εἰς τὴν τῶν προγόνων εἶδε περιφάνειαν, οὐ τῶν κατὰ φυσικὴν ἀνάγκην συνδεδεμένων αὐτῷ, ἀλλὰ τῶν κατὰ προαίρεσιν εὐσεβείας αὐτῷ προσηκόντων. Διὸ καὶ τοιοῦτος ἐγένετο.

Εἶδεν εἰς τὸν πατριάρχην Ἀβραάμ, εἶδεν εἰς τὸν μέγαν Μωϋσῆν ὃς ἐν οἰκίᾳ τραφεὶς βασιλικῇ καὶ τραπέζης μετασχὼν συβαριτικῆς καὶ μεταξὺ θορύβων ἀποληφθεὶς αἰγυπτιακῶν—ἴστε δὲ οἷα τὰ βαρβάρων, ὅσου τύφου καὶ φαντασίας γέμει—, πάντα ἀτιμάσας ἐκεῖνα, πρὸς τὸν πηλὸν καὶ τὴν πλινθείαν ηὐτομόλησε καὶ τῶν δούλων καὶ αἰχμαλώτων εἶναι ἐπιθυμήσας, ὁ βασιλεὺς καὶ τοῦ βασιλέως υἱός. Τοιγάρτοι διὰ τοῦτο μετὰ λαμπροτέρου πάλιν ἐπανῄει τοῦ σχήματος ἢ πρότερον ἔχων ἀπέβαλε· μετὰ γὰρ τὴν φυγὴν καὶ τὴν παρὰ τῷ κηδεστῇ θητείαν καὶ τὴν ἐπὶ τῆς ἀλλοτρίας ταλαιπωρίαν, ἐπανῄει τοῦ βασιλέως ἡγούμενος, μᾶλλον δὲ τοῦ βασιλέως γενόμενος θεός. «Τέθεικα γάρ σε, φησί, θεὸν τῷ Φαραώ.» Καὶ λαμπρότερος ἦν τοῦ βασιλέως, οὐ διάδημα ἔχων, οὐδὲ ἁλουργίδα περικείμενος, οὐδὲ ζεῦγος ἐλαύνων χρυσοῦν, ἀλλὰ πάντα ἐκεῖνον πατήσας τὸν τῦφον. «Πᾶσα γάρ, φησίν, ἡ δόξα τῆς θυγατρὸς τοῦ βασιλέως ἔσωθεν.» Ἐπανῄει τοίνυν σκῆπτρον ἔχων, διὸ οὐκ ἀνθρώποις ἐκέλευε μόνον, ἀλλ᾽ οὐρανῷ καὶ γῇ καὶ θαλάττῃ καὶ ἀέρων καὶ ὑδάτων φύσει καὶ λίμναις καὶ πηγαῖς καὶ ποταμοῖς· πάντα γὰρ ὅσα ἐβούλετο ὁ Μωϋσῆς, ταῦτα ἐγίνετο τὰ στοιχεῖα, καὶ ἐν ταῖς ἐκείνου χερσὶ μετεσχηματίζετο πάλιν ἡ κτίσις καὶ καθάπερ θεράπαινά τις εὐγνώμων, δεσπότου φίλον ἰδοῦσα παραγενόμενον, πάντα ἐπείθετο καὶ ὑπήκουε καθάπερ αὐτῷ τῷ δεσπότῃ.

Πρὸς ὃν οὗτος ἰδών, τοιοῦτος ἐγίνετο καὶ νέος ὤν, εἰ δή ποτε ἐγένετο νέος—οὐ γὰρ ἔγωγε πείθομαι, οὕτως ἐξ αὐτῶν αὐτῷ τῶν σπαργάνων πολιὸν φρόνημα ἦν—, ἀλλὰ καὶ κατὰ τὸν τῆς ἡλικίας λόγον νέος ὤν, πάσης φιλοσοφίας ἐπελάβετο καὶ καταμαθὼν τὴν φύσιν τὴν ἡμετέραν ὅτι καθάπερ χωρίον ἐστὶν ὑλομανοῦν, τὰ μὲν νοσήματα τῆς ψυχῆς τῷ λόγῳ τῆς εὐσεβείας, καθάπερ δρεπάνῃ τινί, ῥᾳδίως ἐξέκοπτε, καθαρὰς παρέχων τῷ γεωργῷ τὰς ἀρούρας πρὸς τὴν τῶν σπερμάτων καταβολὴν καὶ δεχόμενος ἅπαντα, πρὸς τὸ βάθος παρέπεμπεν· ὥστε κάτωθεν ῥιζωθέντα μήτε πρὸς τὴν τῆς ἀκτῖνος ἐνδοῦναι προσβολήν, μήτε ὑπὸ τῶν ἀκανθῶν ἀποπνιγῆναι πάλιν.

Καὶ τὴν μὲν ψυχὴν ἐθεράπευεν οὕτω· τὰ δὲ τῆς σαρκὸς σκιρτήματα τοῖς τῆς ἐγκρατείας φαρμάκοις κατέστελλεν, ὥσπερ ἵππῳ τινὶ δυσηνίῳ, τῷ σώματι τὸν ἀπὸ τῆς νηστείας χαλινὸν ἐμβάλλων καὶ μέχρι τοσούτου τείνων ὀπίσω ὡς αὐτὰ τῶν ἐπιθυμιῶν αἱμάξαι τὰ στόματα μετὰ τῆς προσηκούσης φειδοῦς· οὔτε γὰρ κατέτεινε τὸ σῶμα, ὥστε μὴ συμποδισθέντα τὸν ἵππον ἄχρηστον αὐτῷ γενέσθαι πρὸς τὴν διακονίαν, οὔτε εἰς τὴν ἄγαν εὐεξίαν ἐμπεσεῖν ἠφίει, μή τοί γε πολυσαρκήσαντα πάλιν κατεξαναστῆναι τοῦ ἡνιοχοῦντος αὐτὸν λογισμοῦ, ἀλλ᾽ ὁμοῦ καὶ τῆς ὑγιείας αὐτοῦ καὶ τῆς εὐταξίας ἐπεμελεῖτο. Καὶ οὐχὶ νέος μὲν ὢν τοιοῦτος ἦν, ἐπειδὴ δὲ παρῆλθε τὴν ἡλικίαν ἐκείνην καὶ τὴν πρόνοιαν ταύτην ἔλυσεν, ἀλλὰ καὶ νῦν, ὅτε ὡς ἐν εὐδίῳ λιμένι τῷ γήρᾳ κάθηται, τῆς αὐτῆς ἔχεται ἐπιμελείας πάλιν. Ἡ μὲν γὰρ νεότης, ἀγαπητέ, πελάγει προσέοικε μαινομένῳ, κυμάτων ἀγρίων καὶ πνευμάτων γέμοντι πονηρῶν· ἡ δὲ πολιὰ ὥσπερ εἰς λιμένα ἀκύμαντον τὰς τῶν γεγηρακότων ὁρμίζει ψυχάς, παρέχουσα τῇ παρὰ τῆς ἡλικίας ἐντρυφᾶν ἀσφαλείᾳ.

Ταύτης καὶ οὗτος ἀπολαύων νῦν καὶ ἐν τῷ λιμένι, ὡς ἔφθην εἰπών, καθήμενος, τῶν ἐν μέσῳ πελάγει σαλευομένων οὐχ ἧττόν ἐστιν ἐναγώνιος· καὶ τοῦτον ἐδέξατο παρὰ τοῦ Παύλου τὸν φόβον ὃς εἰς τὸν οὐρανὸν ἀναβὰς καὶ εἰς τὸν μετ᾽ ἐκεῖνον ἀναδραμὼν καὶ τρίτου πάλιν ἁψάμενος, ἔλεγε· «Φοβοῦμαι μή πως ἄλλοις κηρύξας αὐτὸς ἀδόκιμος γένωμαι.» Διὰ τοῦτο καὶ οὗτος ἐν διηνεκεῖ κατέστησεν ἑαυτὸν φόβῳ, ἵνα διηνεκῶς ἐν τῷ θαρρεῖν ᾖ καὶ κάθηται ἐπὶ τῶν οἰάκων, οὐκ ἀστέρων ἐπιτολὰς παρατηρῶν, οὐδὲ ὑφάλους καὶ σπιλάδας, ἀλλὰ δαιμόνων ἐπαναστάσεις καὶ διαβόλου κακουργίας καὶ λογισμῶν μάχας καὶ κύκλῳ τὸ στρατόπεδον περιιών, ἅπαντας ἐν ἀσφαλείᾳ καθίστησιν. Οὐ γὰρ ὅπως μὴ βαπτισθείη τὸ σκάφος σκοπεῖ μόνον, ἀλλ᾽ ὅπως μηδὲ τῶν ἐμπλεόντων τις πειραθείη θορύβου τινός, ἅπαντα πραγματεύεται.