Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν εἴσοδον τῶν ἁγίων νηστειῶν

Ἰωάννης ὁ Χρυσόστομος

Η καθαρτική δύναμη και οι καρποί της νηστείας

Παρουσίαση της ωφέλειας της εκούσιας νηστείας και περιγραφή των αρετών και των αγίων προσώπων που συνδέονται με αυτήν.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 4

Μεγάλην πρὸς Θεὸν παρέχει παῤῥησίαν ἡ ἑκούσιος νηστεία, καθαίρουσα μὲν τὰ σώματα διὰ τῆς ἐγκρατείας, ἁγιάζουσα δὲ τὴν ψυχὴν διὰ τῆς πρὸς Θεὸν παῤῥησίας, καὶ τῶν μὲν γηΐνων ἁπάντων ἐπιλανθάνεσθαι ποιοῦσα, τῶν δὲ οὐρανίων ἐπιθυμεῖν παρασκευάζουσα.

Νηστεία τοὺς ἑαυτῆς ἐραστὰς εἰς οὐρανοὺς ἀνάγουσα, τῷ Χριστῷ παρεστάναι ποιεῖ, καὶ μετὰ τῶν ἁγίων ἔχειν τὴν κοινωνίαν. Ὁ πατὴρ τῆς νηστείας, ἀγαπητοὶ, ἐστὶν ὁ νόμος τοῦ Θεοῦ· μήτηρ δὲ αὐτῆς ἐγκράτεια, ὑπομονὴ, ἀρετή· θυγατέρες αὐτῆς ἄσκησις, ἁγνεία, σωφροσύνη· υἱοὶ δὲ γνήσιοι Μωϋσῆς, Ἠλίας, Δανιὴλ, Ἰωάννης ὁ Βαπτιστὴς, καὶ ὁ λοιπὸς τῶν ἁγίων χορὸς, μάλιστα τῶν ἐν ταῖς ἐρήμοις ἀναχωρησάντων καὶ ἀσκητῶν· φίλαι δὲ αὐτῆς εἰσι πίστις, ἐλπὶς καὶ ἀγάπη· συνόμιλοι δὲ εἰρήνη, πραότης, ὁμόνοια· θεραπαινίδες δὲ αὐτῆς δοξολογία, ψαλμῳδία διηνεκὴς, εὐχὴ καθαρά· σύμβιος δὲ αὐτῆς ὁ φόβος τοῦ Θεοῦ· οἱ δὲ καρποὶ τῆς τούτων συμβιώσεώς εἰσιν ἁγιότης, ἀφθαρσία, παῤῥησία πρὸς τὸν Θεὸν, βασιλεία οὐράνιος, ζωὴ αἰώνιος. Διὸ, ἀγαπητοὶ, οἱ μὲν ἐρασταὶ τῆς νηστείας, τὸν νόμον τοῦ Θεοῦ ἔχοντες ἐν τῇ καρδίᾳ αὐτῶν, νηστεύουσιν εἰλικρινῶς, ἄνομοι δὲ οὐ νηστεύουσι.